Short URL for this page:
bit.ly/DiogLaertDionysius


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Faire clic ici pour une page en français.]
Français

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Κλεάνθης

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Χρύσιππος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον ζ´)

 p270  Κεφ. δ´. Διονύσιος

[link to English translation] (166) Διονύσιος δ’ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον.

Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δ’ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτ’ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.

[link to English translation] 167 Καὶ κατ’ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζήλων αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλ’ ἀπαρακαλύπτως ἡδυπάθει. βίους δὲ πρὸς τὰ ὀγδοήκοντ’ ἀσιτίᾳ κατέστρεψε.

 p272  Βιβλία δ’ αὐτοῦ φέρεται τάδε·

Περὶ ἀπαθείας β´.

Περὶ ἀσκήσεως β´.

Περὶ ἡδονῆς δ´.

Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας.

Περὶ ἀνθρώπων χρήσεως.

Περὶ εὐτυχίας.

Περὶ ἀρχαίων βασιλέων.

Περὶ τῶν ἐπαινουμένων.

Περὶ βαρβαρικῶν ἐθῶν.

Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.


[Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα