Short URL for this page:
bit.ly/DiogLaertSphaerus
mail:
Bill Thayer |
English |
Français |
Italiano |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
177 Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψεύδει συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλ’ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, "τοιοῦτον δ’ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι."
178 βιβλία δὲ γέγραφε τάδε·
Περὶ κόσμου δύο.
Περὶ στοιχείων.
Περὶ σπέρματος.
Περὶ τύχης.
p286 Περὶ ἐλαχίστων.
Περὶ τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
Περὶ αἰσθητηρίων.
Περὶ Ἡρακλείτου πέντε διατρίβων.
Περὶ τῆς ἠθικῆς διατάξεως.
Περὶ καθήκοντος.
Περὶ ὁρμῆς.
Περὶ παθῶν δύο.
Περὶ βασιλείας.
Περὶ Λακωνικῆς πολιτείας.
Περὶ Λυκοῦργον καὶ Σωκράτους τρία.
Περὶ νόμου.
Περὶ μαντικῆς.
Διαλόγους ἐρωτικούς.
Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων.
Περὶ ὁμοίων.
Περὶ ὅρων.
Περὶ ἕξεως.
Περὶ τῶν ἀντιλεγομένων τρία.
Περὶ λόγου.
Περὶ πλούτου.
Περὶ δόξης.
Περὶ θανάτου.
Τέχνης διαλεκτικῆς δύο.
Περὶ κατηγορημάτων.
Περὶ ἀμφιβολιῶν.
Ἐπιστολάς.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20