Short URL for this page:
bit.ly/DiogLaertAlcmaeon


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Faire clic ici pour une page en français.]
Français

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Ἀρχύτας

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Ἵππασος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον η´)

 p396  Κεφ. ε´. Ἀλκμαίων

[link to English translation] (83) Ἀλκμαίων Κροτωνιάτης. καὶ οὗτος Πυθαγόρου διήκουσε· καὶ τὰ πλεῖστά γε ἰατρικὰ λέγει, ὅμως δὲ καὶ φυσιολογεῖ ἐνίοτε λέγων "δύο δὲ πολλά ἐστι τῶν ἀνθρωπίνων." δοκεῖ δὲ πρῶτος φυσικὸν λόγον συγγεγραφέναι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, καὶ τὴν σελήνην καθόλου⁠1 <τε τὰ ὑπὲρ> ταύτην ἔχειν ἀΐδιον φύσιν.

Ἦν δὲ Πειρίθου υἱός, ὡς αὐτὸς ἐναρχόμενος τοῦ συγγράμματός φησιν· " Ἀλκμαίων Κροτωνιάτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνῳ καὶ Λέοντι καὶ Βαθύλλῳ· 'περὶ τῶν ἀφανέων, περὶ τῶν θνητῶν σαφήνειαν μὲν θεοὶ ἔχοντι, ὡς δ’ ἀνθρώποις τεκμαίρεσθαι' " καὶ τὰ ἑξῆς· ἔφη δὲ καὶ τὴν ψυχὴν ἀθάνατον, καὶ κινεῖσθαι αὐτὴν συνεχὲς ὡς τὸν ἥλιον.


Critical Note:

1 καθόλου] καὶ θόλον dubitanter Apelt, coll. II.9: post καθόλου <τε τὰ ὑπὲρ> inseruit Diels: ὅλον τὸν οὐρανὸν Zeller.


[Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα