Short URL for this page:
bit.ly/DiogLaertDiogenesApolloniates
mail:
Bill Thayer |
English |
Français |
Italiano |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
57 Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν p470 Ἀντισθένης, Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατ’ Ἀναξαγόραν. τοῦτόν φησιν ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.
Ἐδόκει δὲ αὐτῷ τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδ’ εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύλην, ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θέρμου περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.
Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε· "λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεῶν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι, τὴν δ’ ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν."
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20