Short URL for this page:
bit.ly/DiogLaertZenoEleates


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Faire clic ici pour une page en français.]
Français

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Μέλισσος

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Λεύκιππος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον θ´)

 p434  Κεφ. ε´. Ζήνων Ἐλεάτης

[link to English translation] 25 Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου <τὸν δὲ Παρμενίδην Πύρητος>.​1 περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα·

ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν

Ζήνωνος πάντων ἐπιλήπτορος, ἥδε Μέλισσον,

πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

Ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ, ὁ δ’ αὐτὸς ἐν τῶν Σωφιστῇ καὶ ἐν τῷ Φαίδρῳ <αὐτοῦ μέμνηται> καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δ’ Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.

[link to English translation] 26 Γέγονε δὲ ἀνὴρ γενναιότατος καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν πολιτείᾳ· φέρεται γοῦν αὐτοῦ βιβλία πολλῆς συνέσεως γέμοντα. καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον — οἱ δὲ Διομέδοντα — συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρου ἐπιτομῇ. ὅτε καὶ ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν  p436 ὅπλων ὧν ἦγεν εἰς Λιπάραν, πάντας ἐμήνυσεν αὐτοῦ τοὺς φίλους, βουλόμενος αὐτὸν ἔρημον καταστῆσαι· εἶτα περί τινων εἰπεῖν ἔχειν τινα <ἔφη> ἀπεκεντήθη, ταὐτὸν Ἀριστογείτονι τῷ τυραννοκτόνῳ παθών.

[link to English translation] 27 Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις τὸν μυκτῆρα αὐτὸν ἀποτραγεῖν. Ἀντισθένης δὲ ἐν ταῖς Διαδοχαῖς φησι μετὰ τὸ μηνῦσαι τοὺς φίλους ἐρωτηθῆναι πρὸς τοῦ τυράννου εἴ τις ἄλλος εἴη· τὸν δὲ εἰπεῖν, "σὺ ὁ τῆς πόλεως ἀλιτήριος." πρός τε τοὺς παρεστῶτας φάναι· "θαυμάζω ὑμῶν τὴν δειλίαν, εἰ τούτων ἕνεκεν ὧν νῦν ἐγὼ ὑπομένω, δουλεύετε τῷ τυράννῳ·" καὶ τέλος ἀποτραγόντα τὴν γλῶτταν προσπτύσαι αὐτῷ· τοὺς δὲ πολίτας παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταῦτα δὲ σχεδὸν οἱ πλείους λαλοῦσιν. Ἕρμιππος δέ φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι.

[link to English translation] 28 Καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως·

ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον

κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.

ἀλλ’ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ

κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

Γέγονε δὲ τά τε ἄλλα ἀγαθὸς ὁ Ζήνων, ἀλλὰ καὶ ὑπεροπτικὸς τῶν μειζόνων κατ’ ἴσον Ἡρακλείτῳ·  p438 καὶ γὰρ οὗτος τὴν πρότερον μὲν Ὑέλην, ὕστερον δ’ Ἐλέαν, Φωκαέων οὖσαν ἀποικίαν, αὑτοῦ δὲ πατρίδα, πόλιν εὐτελῆ καὶ μόνον ἄνδρας ἀγαθοὺς τρέφειν ἐπισταμένην ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλαυχίας, οὐκ ἐπιδημήσας πώμαλα πρὸς αὐτούς, ἀλλ’ αὐτόθι καταβιούς.

[link to English translation] 29 Οὕτως καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε [Φαβωρῖνος δέ φησι Παρμενίδην] καὶ ἄλλους συχνούς. ἀρέσκει δ’ αὐτῷ τάδε· κόσμους εἶναι κενόν τε μὴ εἶναι· γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θέρμου καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν· γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν.

Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι· αἰτιασαμένου δέ τινος, φάναι "ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδ’ ἐπαινούμενος αἰσθήσομαι."

Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε δ’ οὗτος κατὰ τὴν ἐνάτην <καὶ ἑβδομηκοστὴν> Ὀλυμπιάδα.


Critical Note:

1 τὸν δὲ . . . Πύρητος transposed by Karsten.

=


[Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα