mail:
Bill Thayer |
English |
Italiano |
Help |
Up |
Εἴσοδος |
|||
|
121 Ἀληθῆ λόγον ἐλέγομεν, ὡς ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον μῆνα ἔταττον οἱ Ῥωμαῖοι, ὡς ἐκ τῆς τοῦ1 παρόντος ἡμῖν μηνός ἐστι λαβεῖν προσηγορίας· Σεπτέμβριον2 γὰρ αὐτὸν ὠνόμασαν, οἷον ἕβδομον ἀπὸ τοῦ ἦρος — σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ3 — τουτέστι τοῦ Μαρτίου μηνός, οὗ κατὰ τὴν τετάρτην καὶ εἰκοστὴν ὁ ἥλιος4 <ἐν>5 κριῷ γενόμενος τοῦ ἦρος δίδωσι τὴν p159 φύσιν ἐνάρχεσθαι.6 κἄπειτα οὐ δεήσει περὶ τῆς τῶν ἑπομένων προσηγορίας μακρηγορεῖν· ὄγδοος γὰρ ἀπὸ7 τῶν Αὐξιφωτίων8 Ὀκτώβριοις, καὶ Νοέμβριος καὶ Δεκέμβριος ὁμοίως.
122 Θεῖος ὁ τῆς ἐννάδος ἀριθμὸς ἐκ τριῶν τριάδων πληρούμενος, καὶ τὰς ἀκρότητας τῆς θεολογίας κατὰ τὴν Χαλδαϊκὴν φιλοσοφίαν, ὥς φησιν ὁ Πορφύριος, ἀποσώζων.
123 Τῇ νεομηνίᾳ ὁ Μητρόδωρος[1] λέγει τὴν Ἀνδρομέδαν ἀνίσχειν καὶ9 τῶν ἄλλων παυομένων ἀνέμων10 τὸν εὖρον11 ἐπικρατεῖν.
124 Τῇ πρὸ12 τεσσάρων Νωνῶν Σεπτεμβρίων ἐνίκησεν ὁ Αὔγουστος παρὰ τὸν Λευκάτην13 τοὺς Αἰγυπτίους μετὰ Ἀντωνίου καὶ Κλεοπάτρας· καὶ τούτου χάριν τὸν τῆς λεγομένης ἰνδικτιῶνος κύκλον ἐκ προοιμίων τοῦ Σεπτεμβρίου μηνὸς ἀριθμεῖσθαι εἰσήγαγεν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ Δημόκριτος[2] λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν.
125 Πλείους μὲν αἱ χυμῶν διαφοραὶ κατὰ τὸν Ἀπολλώνιον,14 γενικαὶ δὲ ἐννέα· γλυκεῖα πικρὰ ὀξεῖα δριμεῖα βριγχὴ15 στρυφνὴ βλεννώδης16 αὐστηρὰ ἁλμυρά. ὅθεν δὴ καὶ κατὰ τὸν ἔννατον μῆνα τοῦτον περὶ ὑγείας ηὔχοντο οἱ Ῥωμαῖοι.
p160 126 Τῇ πρὸ ὀκτὼ Εἰδῶν Σεπτεμβρίων Εὔδοξος17•[3] τὸν ἵππον δύεσθαι καὶ ζέφυρον ἢ ἀργέστην πνεῖν σημειοῦται.
127 Ἴσμεν τῇ κράμβῃ ἐμφυόμενον σκώληκα κάμπην ὀνομαζόμενον. οὗτος, ἀποξηραινομένης τῷ ἔαρι18 τῆς κράμβης, εἰς σκώληκα πτερωτὸν ὡσὰν19 μύρμηκα, καὶ μείζονά πως, πέφυκε μεταβάλλεσθαι, πτερύγων λευκῶν τριγώνων ἀνεχουσῶν αὐτόν, καὶ περιΐπταται20 τοῖς κήποις21 χαμαιζήλῳ καὶ εὐαλώτῳ τῇ22 πτήσει· ψυχὴν δέ που τὸν τοιοῦτον σκώληκα καλεῖσθαι συμβαίνει.
128 Πρὸ δέκα ὀκτὼ Καλενδῶν Ὀκτωβρίων ὁ Δοσίθεος23•[4] τὸν ἀρκτοῦρον ἀνίσχειν σημειοῦται. τῇ πρὸ δεκαδύο Καλενδῶν Ὀκτωβρίων ὁ Καίσαρ[5] τὰς χελιδόνας ἐκδημεῖν λέγει.
129 . . . . Νικομήδους τοῦ Βιθυνίας τυράννου.
130 Ὅτι πλεονάσαντος24 μὲν πυρὸς πυρετὸς γίνεται, ἀφημερινὸς δὲ ἀέρος, τριταῖος δὲ ὕδατος, τεταρταῖος δὲ γῆς. φιλεῖ δὲ τούτων προκατάρχειν τὸ ῥῖγος. ὁπόταν γὰρ ὑπὸ τοῦ ψυχροῦ — ἐπειδὴ τοῦτο ἴδιον ὕδατός τε καὶ γῆς — τὰ εἰρημένα ὑγρὰ παχυνθῇ, τηνικαῦτα φερόμενα διὰ τῶν ἀραιωμάτων ἐξωθεῖν μὲν οὐ δύναται τὰ πυκνότερα, ἐμπεσόντα δὲ ταῖς τούτων ἕδραις συνῶσιν καὶ θλῖψιν ἐργάζεται, μέχρις ἂν ὑπὸ τοῦ πυρὸς ἐπειγόμενα τμηθέντα διαχνυθῇ, ὅπερ ἀναγκαίως p161 κλόνον τινὰ καὶ σεισμὸν ἐμποιεῖ, ὃ δὴ πάθος τρόμος καὶ25 ψῦχος ὀνομάζεται.
131 Ὅτι Ῥωμαῖοι μετὰ τὸ νικῆσαι τοὺς Ἄφρους καὶ τὰ ἐκεῖθεν θηρία ἐπὶ τῆς Ῥώμης ἐκόμιζον καὶ ἐπὶ τῆς ἄμμου ἐφόνευον, ὡς μηδὲ τὰ ἐκ τῆς χώρας ἐκείνης θηρία ἀδούλωτα μείνῃ.
132 Ὅτι τὴν ἱσταμένην ἐν τῷ Βυζαντίῳ στήλην τῆς Τύχης Πομπήϊος ὁ Μέγας ἔστησεν· ἐνταῦθα <γὰρ>26 τὸν Μιθριδάτην συγκλείσας μετὰ τῶν Γότθων καὶ τούτους διασκεδάσας τὸ Βυζάντιον εἷλε. καὶ μαρτυρεῖ τὸ ἐπὶ τῆς σπείρας τοῦ κίονος ἐπίγραμμα Λατίνοις γράμμασιν, ὃ δηλοῖ τάδε·
Τῇ τύχῃ τῇ ἐπανασωστικῇ διὰ τοὺς νικηθέντας Γότθους. |
ὁ δὲ τόπος ὕστερον καπηλεῖον ἐγένετο. οἱ Γότθοι Γέται.
133 . . . οἱ δὲ ἰδιῶται δέλφακά φασιν αὐτόν.
134 Τὸ δὲ λόγιον27 ἀνὰ πάντα τὸν Σεπτέμβριον μῆνα28 γαλακτοποτεῖν ὑπὲρ ὑγείας παρεγγυᾷ.
[1] Metrodorus Wachsmuth de ost. p297 nr. 17
❦
[2] Democritus ibid. nr. 18
❦
[3] Eudoxus Wachsmuth de ost. p297 nr. 19
❦
[4] Dositheus ibid. nr. 20
❦
[5] Caesar ibid. nr. 21
1 ἔκ τε τοῦ A, ἔκ τοῦ B, ἔκ τῆς τοῦ Bekker
❦
2 σεπτέμβριος δὲ ἕβδομος ἀπὸ τοῦ ἦρος· σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ· ὀκτώβριος ὄγδοος ἀπὸ τοῦ ἦρος, καὶ νοέμβριος καὶ δεκέμβριος ὁμοίως (p159, 4) Y, τὸν σεπτέμβριον μῆνα οὕτω ῥωμαῖοι ὠνόμασαν, οἱονεὶ ἕβδομον ἀπὸ τοῦ ἔαρος, τουτέστι τοῦ μαρτίου μηνός H, τὸν σεπτέμβριον οὕτως ὠνόμασαν — p159, 1 ἐνάρχεσθαι S
❦
3 σέπτεμ — ἔαρ omis. XS
❦
4 κατὰ τὴν ἐνάτην καὶ δεκάτην ὁ ἥλιος S | γινόμενος G
❦
5 <ἐν> addidi, cf. de ost. p2981
❦
6 ἄρχεσθαι X
❦
7 γὰρ ὁ ἀπὸ A
❦
8 αὐξιφωτίων in ima pagina A, cet. des. X
❦
9 καὶ omis. B
❦
10 ἀνέμων omis. B
❦
11 σύρον AB, εὔρον A2
❦
12 τῇ πρὸ — εἰσήγαγεν Lambecius in Codinum p173 nr. 63
❦
13 τὴν Λευκάτην Lamb.
❦
14 ὅτι πλείους μὲν οὖν τῶν (πλείους μὲν οὖν τῶν omis. Y) χυμῶν διαφοραὶ (πλείους μὲν add. Y) — ἁλμυρά YS | πλείους μὲν A, πλείους δὲ B | κατὰ τὸν Ἀπολλώνιον omis. Y
❦
15 βριχχὴ A, βλιχχὴ S, βικχὴ Y, βρικχὴ D
❦
16 βελνώδης B
❦
17 εὔδοξος post δύεσθαι B
❦
18 τωσἄρι A
❦
19 ὡσεὶ B.
❦
20 περιάπαται A
❦
21 κόποις A
❦
22 τῇ omis. B
❦
23 δεσίθεος A, δωσίθεος A2, δοσίθεος B
❦
24 ὅτι πλεονάσαντος — ἐγένετο Y, ὅτι πλεονάσαντος — ὀνομάζεται omis. D
❦
25 τρόμος τε καὶ G
❦
26 <γὰρ> addidi
❦
27 ὅτι τὸ λόγιον — παρεγγυᾶ S
❦
28 μῆνα omis. B
Images with borders lead to more information.
The thicker the border, the more information. (Details here.) |
||||||
ΑΝΩ· |
Ἰωάννης Λυδός· Περὶ μηνῶν |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Mar 14