Short URL for this page:
bit.ly/OnasanderGA
| |||||||||||||||||||||
|
1 Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ’ οὐσίας, ὡς τοὺς γυμνασιάρχους,2 ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.
2 [α´]3 σώφρονα μέν, ἵνα μὴ4 ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.
3 [β´] ἐγκρατῆ δέ, ἐπειδὴ5 τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς6 ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι7 ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.
p376 4 [γ´] νήπτην δ’, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.
5 [δ´] λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν8 αἱ πολυτελεῖς θεραπείαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.
6 [ε´] διάπονον δ’, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλ’ ὕστατος9 κάμνῃ.
7 [ϛ´] νοερὸν δέ·10 ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δι’ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον
ὡσεὶ πτερὸν ἠὲ νόημα·11 |
πολλάκις γὰρ ἀπρόληπτοι12 ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.
8 [ζ´] ἀφιλάργυρον δέ· ἡ γὰρ13 ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη14 παραιτία· πολλοὶ γάρ, κἂν διὰ15 τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.
9 [η´] οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος,16 ὁ δ’ ἀσθενής·17 οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι18 διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι19 διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ.20 10 κρατίστη p378 δ’ αἵρεσις ἡ21 τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως22 γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ23 σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος24 ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ25 γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε26 κρεῖττον, ἡ δ’27 ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν. 11 ὅ γε μὴ εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους28 ὤνησεν· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ29 διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δ’ οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται.
12 [θ´] πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν30 ἀγαθὸς ᾖ· ἐάν31 τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν32 πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι33 καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.
13 [ι´] λέγειν δ’ ἱκανόν· ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι34 διὰ στρατεύματος· ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ p380 λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου35 ῥηθεὶς αἰχμάζουσαν36 ἀνέστησε πρὸς τὰ δεῖνα τὴν διάνοιαν, ἄν τέ τι37 συμβῇ πταῖσμα περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις38 συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν· 14 οἱ39 μὲν γὰρ ἐκείνους μόνους40 τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς ἐρρωμένους ἀνέστησε·41 15 καὶ ὥσπερ τὰ ἀόρατα νοσήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων φανερὰν ἐξ ἐπιπολῆς42 θεραπεύσαι43 νόσον. 16 οὐδὲ χωρὶς στρατηγῶν44 οὐδὲ μία45 πόλις ἐκπέμψει στρατόπεδον, οὐδὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν.
17 [ια´] τὸν46 δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς47 γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ48 χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα. 18 πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον p382 ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς,49 ὅσας εἴρηκα,50 καὶ ἔνδοξον εἶναι.
19 Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα·51 οὐδ’ ἕτερον52 γὰρ οὔθ’ αἱρετὸν53 οὔτ’ ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλ’ ἐλεγκτέον54 διὰ τὸν τρόπον. 20 οὐδὲ55 πλούσιος ἀγαθὸς ὢν τοσούτῳ56 διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν — αἱ μὲν γὰρ57 τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δ’ αὐτῷ58 τῷ δραστηρίῳ διαγωνίζονται —,59 εἴ γε μὴ χρηματιστὴς εἴη·60 τὸν δὲ χρηματιστήν, οὐδ’ ἂν πλουσιώτατος ὢν τύχῃ,61 συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην,62 μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους63 περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν64 ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.
21 Προγόνων δὲ65 λαμπρὰν66 ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ ταύτῃ67 τινὰς κρίνειν ἀξίους ἢ μὴ68 τοῦ στρατηγεῖν, p384 ἀλλ’ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν. 22 καὶ γὰρ ἀπερίοπτον,69 τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν, καὶ70a τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς70b οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων71a λαμπρῶν,72 ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι,73 μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται; 23 προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δ’ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄπρακτος. 24 ἐλπίσαι δ’ ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι προγόνοις· οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι, κἂν ἐλλίπωσιν,74 οἰόμενοι τὴν ἐκ τῶν πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δ’ οὐδεμία προϋπάρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων71b ἐλάττωσιν ἐθέλοντες75 ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται· 25 καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπορωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομουμένῃ p386 πατέρων76 ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται.
1 Ζηλούσθω78 μὲν δὴ ἡμῖν ὁ στρατηγὸς ὁ ἀγαθὸς79 εὐγενὴς καὶ80 πλούσιος, μὴ ἀποδοκιμαζέσθω δὲ πένης μετὰ ἀρετῆς, εἰ καὶ μὴ81 ἀπὸ λαμπρῶν. 2 αἱρεθεὶς δ’ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ. 3 λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους82 καὶ χιλιάρχους,83 καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι,84 τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους,85 εὐρωστοτάτους, ἔνθεν δ’86 οὐδὲν ἂν κωλύοι87 καὶ τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους· 4 οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους88 στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κἂν ἀπῇ ὁ τῶν χρημάτων89 μετ’ εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ ταξιάρχων πλῆθος. 5 ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν,90 τὸ δὲ ἐν εὐπορίᾳ,91 ἐπειδὴ92 ἀναλῶσαί τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί, χορηγία δ’ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς p388 τοὺς ὑποταττομένους93 εὐνουστέρα παρασκευάζει τὰ πλήθη· καὶ ἀσφαλεῖς αἱ94 μειζόνων πίστεις95 πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ96a πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοὶ τις,96b ἐκ τοῦ τρόπου παρέχοιτο.
1 Αἱρείσθω δὲ ἤτοι98 συνέδρους, οἳ99 μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ100 οἱ101 τούτου εἵνεκα102 ἀκολουθήσοντες,103 ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς,104 ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως105 οἰκειοῦται. 2 γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει106 περὶ τὴν ἰδίαν εὕρεσιν,107 ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν. 3 οὐ μὴν ἀλλὰ μήθ’ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ108 πάμπαν ἀπιστεῖν, μήθ’ οὕτως αὐθάδης, ὡς μή τι καὶ παρ’ ἄλλῳ τοῦ παρ’ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἢ πᾶσι109 προσέχοντα καὶ μηδὲν αὑτῷ110 πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ’ ὀλίγ’ ἄλλων111 ἀκούοντα, πάντα δ’ αὑτοῦ,112 πολλὰ καὶ δεῖνα113 διαμαρτάνειν.114
1 Not in FGH. F has no indication of any break between the prooemium and the first chapter, but only after § 1 of the chapter. GH have in the body of the text ἀρχὴ τοῦ στρατηγικοῦ. All the titles date from different periods subsequent to the original composition; that of Chap. ix, because of ἄπληκτα, castra, must be assigned to Byzantine times.
2 γυμνασιάρχας A m2 vGH.
3 These marginal paragraph letters are not in F but they appear in GH (and apparently most of the later MSS., to judge from the silence of Köchly). In F the first line of each subdivision begins with a red letter, and in nearly every instance an interval is left between each pair of subdivisions.
4 ταῖς φυσικαῖς μὴ vGH.
5 ἐπεὶ vGH.
6 ἐγκρατεῖς corr. to ἀκρατεῖς P.
7 Om. vGH.
8 κατασκελετεῦσιν F.
9 Köchly: ὕστερος FGHEN: ὕστερον P.
10 Om. F.
11 ἢ ἐννόημα GH.
12 ἀπροσδόκητοι vGH.
13 Schwebel supported by Leo, Tactica, II.8: συμφέρον· (interval) ἡ δ’ ἀφιλαργυρία Ω.
14 αὐτὴ vGH.
15 Ω def. Koraes: ἀλόγιστος Köchly.
16 ἐπειδὴ . . . ἀσθενής del. von Rohden.
17 δὲ Koraes (δ’ Köchly): οὐδ’ ἕτερος F(GH).
18 Om. vGH.
19 B: om. Ω.
20 ἐλλίπῃ Koraes.
21 διαίρεσις τοῦ RP (corr. to δ’ ἡ αἵρεσις and so v): δι’ αἵρεσις GH.
22 μὴ δέπω GH.
23 ἦ G.
24 ἐμφρόνως F.
25 ἢ vGH.
26 ἐνενόησε GH.
27 Köchly: ἢ ἐλλείπουσα Ω.
28 ἐλλομένους GH.
29 αὐτομάτει corr. to αὐτομάτῳ P: αὐτομάτῳ v: αὐτομάτη FGH.
30 ἐὰν AB Köchly: ἂν Ω.
31 FC: ἂν vGH.
32 Schwebel: στρατηγοῦ Ω.
33 AB (συστράτηγοι GH): συσστράτηγοι F: στρατηγοὶ v.
34 ἥξεσθαι P: ἤξεσθαι GH.
35 ἐν ἀγῶνι vGH.
36 ἀκμάζουσαν vGH.
37 Om. vGH.
38 τοῖς στρατ. vGH.
39 ϊατρῶν μὲν F.
40 μόνοις PR.
41 Köchly's suggestion that the order might be τοὺς κάμνοντας ἀνέστησε καὶ τοὺς ἐρρωμένους εὐθυμοτέρους ἐποίησεν perhaps derives some support from F's forms ἐποίησεν and ἀνέστησε, but Leo, Tactica, II.14, as Köchly himself observed, had clearly the present order in the text before him.
42 ἐπιπολλῆς P: ἐπιστολῆς (in marg. γρ. ἐπιπολλῆς) GH.
43 θεραπεύει GH: θεραπεύειν v.
44 στρατηγοῦ Koraes and Köchly.
45 FGH (though the testimony of GH on such a point is practically worthless): οὐδεμία Köchly.
46 τὸ GH.
47 οὐδεὶς vH (οὐ δεῖς G).
48 αὐτοῦ FGH.
49 τῆς ψυχῆς B Köchly.
50 εἴρηκε F.
51 καὶ τὸν πένητα om. F.
52 FGH Rigaltius Schwebel: οὐδέτερον Köchly.
53 F: αἱρετέον GH Köchly.
54 ἐκλεκτέον vGH.
55 ὁ δὲ FvGH: corr. AB (οὐ δὲ C: οὐκ δὲ R).
56 τοσοῦτον vGH.
57 After γὰρ vGH add καὶ.
58 After αὐτῷ vGH add μόνῳ.
59 διαγωνίζωνται GH.
60 χρηματιστὴ εἴη F, which marks a break at this point.
61 ἂν τύχη F: ἂν τύχει R.
62 ὀβολογιάτην RG (ὁβ‑) H (ὁβ‑) P (corr. to ὀβολοστάτην).
63 μεμορημένους GH.
64 ὅλως δὲ μηδὲν GH.
65 Koraes: τε Ω.
66 λαμπρῶν Köchly.
67 οὐδ’ ἐκ ταύτης vGH.
68 Köchly: εἰμὴ F: εἶναι vGH.
69 ἀν περίοπτον F, corr. C: ἀνόητον vGH.
70a 70b Köchly: καὶ πρόσθεν (τὰ πρόσθεν CRDENA m2): τήρησον θᾶττον ἐκεῖνον ὅτε πῶσº F: καὶ πρόσθεν. ἐκεῖνο δὲ πῶς vGH.
72 λαμπροὺς vGH.
73 FC: χρηστοὶ Ω (including P).
74 ἐλλείπωσιν vGH.
75 FCD: ἐλθόντες vGH.
76 FGHR: προγόνων v.
77 In text GH (v?): om. F: C puts it after § 1 where it really belongs, since § 1 is properly the conclusion of this preceding chapter.
78 Ζητείσθω Koraes.
79 F: ἡμῖν στρατηγὸς ὁ ἀγαθὸς GH: στρατηγὸς ἀγαθὸς v: δὴ στρατηγὸς ἡμῖν ἀγαθὸς von Rohden.
80 Om. Ω.
81 εἰ μὴ καὶ vGH.
82 ταξιάρχας GH.
83 καὶ χιλιάρχους FC: om. vGH.
84 δόξει vGH.
85 καὶ πιστοτάτους vGH: πιστοτάτους τε καὶ C.
86 Om. vGH.
87 κωλύῃ V: κωλύη GH.
88 αἱρουμένοις F.
89 Köchly: ἀπῆ χρημάτων F: ἀπὸ χρημάτων GH: ἀπὸ (om. τῶν?): ἀπῇ τῶν χ. μετ’ or ἀπῇ τῶν χ. ὁ μετ’ von Rohden.
90 καιρὸν δοκιμασίας GH: καιρῷ δοκιμασίας ENRA m2. After δοκιμασίαν an interval in F.
91 ἀπορίᾳ Rigaltius.
92 ἐπειδὴ γ’ von Rohden.
93 ὑποτεταγμένους vGH.
94 FC: ἀσφάλεια vGH.
95 πίστις GH.
96a 96b F: εἰ πάνυ στρατηγὸς ἐκ vGH.
97 Om. F which has not even an interval between II and III.
98 F: δὲ αὖ καὶ vGH.
99 οἳ καὶ vGH.
100 αὐτῷ Koraes.
101 ἢ vGH.
102 F: ἕνεκα Ω Köchly.
103 Del. οἱ . . . ἀκολουθήσοντες von Rohden.
104 Köchly: ὡς ἃ γέ τις ἐννοήσῃ μὲν μόνος τὰ αὐτοῦ βεβαίως F: ὥστε (ὥστε τε PD) δεῖ ἃ ἐννοῆσαι μὲν μελετᾶν μόνος δὲ οὐ τὰ αὐτοῦ βεβαίως PDGH: von Rohden objects to οὐ.
105 πταίει vGH.
106 αἵρεσιν vGH.
107 Köchly: αὐτὸν αὐτῷ F: αὐτὸς αὐτῷ vGH (αὐτῶ GH).
108 Köchly: αὐτῷ F: αὐτὸν vGH.
109 πάση F.
110 Köchly: αὐτῶ FGH: αὐτῷ v.
111 Köchly: ὀλίγων Ω.
112 Koraes: δ’ αὐτοῦ FC: δι’ αὐτοῦ PGH.
113 Köchly: om. Ω.
114 ἁμαρτάνειν vG (ἀμ‑) H.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Onasander |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13