Short URL for this page:
bit.ly/OnasanderGB
| |||||||||||||||||||||
|
1 Τὰς δ’ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται,2 καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς·3 2 εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλ’ ἀμύνονται,4 τὰς ψυχὰς ἀσυνειδήτους κακῶν ἔχοντες ἐντελῆ5 τὴν ἀνδρείαν6 εἰσφέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν7 τὸ θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων ἀπαντήσειν μέλλῃ,8 προκατορρωδοῦσιν. 3 διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι9 πρῶτον, ἵν’ ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους10 ἀνάγκῃ δοκῇ,11 καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν,12 ἐπιμαρτυράμενος13 τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς τρόπου τὰ δεῖνα δρᾶσαι προῃρημένος τοὺς πολεμίους.14 4 εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας p392 καὶ τείχους ἐδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος15 συγκαταρρυησομένων16 καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς17 ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας,18 οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν. 5 ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ19 σκάφος καὶ τὰ παρ’ αὑτῷ20 ἅπαντα ποιήσαντα, τότ’ ἐπιτρέπειν21 χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε22 καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι·23 6 τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δ’ ἀσθενείας κατεφρόνησεν,24 οἱ δ’ ἐχθροί, οἵτινές ποτ’ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας25 ἀλλ’ οὐ δυνηθέντας διαθεῖναί τι26 δικαίως ἐμίσησαν.
Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι29 ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, p394 πᾶσαν, εἴ τις ἢ δημοσίᾳ30 κηλὶς ἢ ἰδίου μολύσματος31 ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.
1 Title om. F.
2 θεὸς συναγωνιστὴς τοῖς στρατεύμασιν εὐμενὴς καθίσταται vGH (a Christian interpolation).
3 ἐναντίοις Köchly.
4 ἀμύνωνται PGH.
5 ἐντελεῖ corr. to ἐντελῆ F m2(?): ἐντελεῖ AB.
6 ἀνδρίαν v.
7 μὴ νεμεσήσειν vGH.
8 Koraes: μέλλει Ω.
9 F (also conj. by Schwebel): προσκαλεῖσθαι vGH.
10 FCGH: τοὺς ἀξίους τοῖς ἐναντίοις ENPRV.
11 δοκεῖ v (incl. P) GH.
12 F (also conj. by Koraes): πολεμοῦσαν vGH.
13 ἐπιμαρτυρόμενος vGH.
14 FC: προηρημένος τοῖς πολεμίοις GH: προηρημένοις τοῖς πολεμίοις Pv.
15 FENRGH: ὄντας PA m2 and "quidam libri" (Schwebel).
16 A m2 GH (v?): συγκαταρτισομένων F.
17 PGH: τοῦ πολέμου τὰς v: πολεμοῦντας F.
18 Köchly suggests ἀσφαλῶς.
19 Om. vGH.
20 Köchly: αὐτῷ ENR: αὐτῶν vGH: αὐτὸν F: παρ’ αὑτῷ περὶ αὐτὸ von Rohden.
21 F (and Leo, Tactica, XX.170 ἐπίτρεπε): ἐπιτρέχειν vGH.
22 τε vGH.
23 Ω: κρούσασθαι Köchly, after the emendation in A.
24 κατεφρόνησαν F, followed by an interval, as though a chapter ended here, with the first letter of μὴ rubricated.
25
βουληθέντα
25
βουληθέντες G: βουληθέντα H.
26 Added by Köchly.
27 τὸ θεῖον GH: om. v.
28 Om. F (whole title): in text GH.
29 ὡς νόμοι PGH: ὡς οἱ νόμοι ENR.
30 δημοσία Ω.
31 Köchly: ἢ (or ἦ F) διαμολύσματος FPGH: διαμόλυσμα R.
Images with borders lead to more information.
The thicker the border, the more information. (Details here.) |
||||||
ΑΝΩ: |
![]() Onasander |
![]() Ἀρχαία Στρατιωτική Ἱστορία |
![]() Στρατιωτικὴ Ἱστορία |
![]() Εἴσοδος |
||
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13