Short URL for this page:
bit.ly/OnasanderGC
| |||||||||||||||||||||
|
1 Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας,2 ἵνα ἐθίζηται3 τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰ ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὄξει καιρῷ4 θορυβούμενοι καὶ5 ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι6 μηδὲν μὲν ἀνύσωσι φθασθέντες,7 πολλὰ δὲ καὶ8 δεῖνα πάθωσιν, ἀλλ’ ἅμα καὶ εἰς πορείαν9 ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς,10 ἔχοντες καὶ τὸ σύνθημα11 καὶ ἀλλήλους ἐν τάξει βλέποντες.12 2 συστέλλειν δὲ πειράσθω τὴν πορείαν13 τοῦ στρατεύματος, ὡς ἑνὶ μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δι’ ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν· 3 καὶ γὰρ εὐπαθέστεραι14 γίγνονται15 πρὸς τὰς αἰφνιδίους τῶν p396 πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δραστήριοι· ἂν τε γάρ σφισι κατὰ μέτωπον ὑπαντήσωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄν τε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι,16 ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν — ἐπιστρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται17 καὶ οὐκ ἔχουσα βάθος —, ἐάν18 τε τοῖς κατόπιν, ἡ19 κατὰ νώτου μάχη δεινὴ20 καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ21 γίγνεται μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις· ταχὺ γὰρ αὐτοὺς περιστήσονται. 4 συμβαίνει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι·22 τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν βουλομένων23 βοηθεῖν ἢ τῶν πρώτων τοῖς κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν24 γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων ἰέναι προθυμουμένων.
5 Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ25 παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός26 ἐστι καὶ ἀσφαλής. ἔστι δ’ ὅτε καὶ27 συνέβη τι τοιοῦτον28 ἐκ τῶν ἐκτεινομένων στρατευμάτων, ὥστε29 Πανικὰ καὶ πτοίας30 ἀμφιδόξους p398 ἐμπίπτειν· ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία31 θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι32 προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.
6 Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ33 δυνάμει καὶ μὴ χωρίς· ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν34 διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα τῆς πρωτοπορείας.
7 Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους τὰς ὁδούς, καὶ μάλισθ’, ὅτ’ ἂν ὑλώδεις καὶ περικεκλασμένας35 λόφοις ἐρημίας διεξίῃ· πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται,36 καὶ λαθοῦσαι μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ37 στρατηγῷ. 8 τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι·38 καὶ γὰρ κονιορτὸς ἀναφερόμενος39 μέθ’ ἡμέραν40 ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα41 νύκτωρ ἐπύρσευσεν42 τὴν ἐγγὺς στρατοπεδεῖαν.
9 Ἀγέτω δὲ43 τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν p400 εἰς μάχην, ἐὰν44 ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα45 τῷ46 σύνοπτον47 γενέσθαι τοῖς πολεμίοις εὐθὺς48 τὰ πράγματα διὰ μάχης σχολῇ49 προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις50 γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν51 τῶν σωμάτων.
10 Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ’ ἄγειν τι μήτε52 φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτ’ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν53 δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις54 ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς55 ἐξεπολέμωσαν. 11 τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω·56 ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία57 τρέφει. προανατεινέσθω58 μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ59 προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν60 ποιεῖν· ἐπειδὰν δ’ ἅπαξ πάθωσιν, ὡς61 οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν. 12 εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει62 p402 καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω63 τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρεῖαν, ἄττα δὲ ἀναγκαῖα64 φυλαχθέντα τοῖς φιλίοις65 ἔσται, τούτων φειδέσθω.66
13 Τῶν δὲ δυνάμεων ἐκπεπληρωμένων μήτ’ ἐπὶ τῆς ἰδιοκτήτου67 μήτ’ ἐπὶ τῆς ὑπηκόου μήτ’ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω68 δ’ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι,69 τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον,70 εἰ δὲ μή, τήν γε φιλίαν71 οὐ λυμανεῖται, πολλὰ δ’ ὅμως72 καὶ ἀπὸ λυπρᾶς73 τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
14 Φροντιζέτω δὲ περί τε ἀγορὰς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς,74 ἵν’ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης75 ἀόκνως παρακομίζωσι76 τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.
1 Om. F (whole title): in text GH.
2 FC (καὶ πολεμίᾳ): καὶ ἐν τῇ π. . . . φιλίας om. vPGH.
3 FCENR: ἐθίζεται PGH: ἐθίζεσθαι v.
4 ἐπιβολὰς Schwebel.
5 καιροῦ vGH.
6 Om. καὶ . . . φερόμενοι CH (added in margin by m1 [?]).
7 φθάσαντες vGH.
8 Om. H (end of line).
9 ἐς πορείαν v: εὐπορείαν GH.
10 FC: εὐπρεπεῖς vGH.
11 In GH in marg. περὶ τοῦ ἔχειν σύνθημα τὸν λαόν (which Rigaltius found in three MSS. and which appears also in A m2, absurd as a chapter heading.
12 βλέποντας F.
13 FC: στρατείαν vPGH.
14 εὐπαθέστερον R: ευπαθέστεροι v.
15 γίγνωνται GH.
16 F: ἐπιβάλλωσιν vGH: ἐπιβάλωσιν Koraes (Köchly).
17 F: γίγνεται GH Köchly.
18 ἐὰν . . . ἔχουσα om. R.
19 ἦ F.
20 Köchly: δεινὴ μάχη κ. π. τ. ὀ. ἔ. βάθος· κἂν F: δεινὴ μάχη ὁμοίως κ. π. ποιεῖται τ. ὀ. ὡσαύτως (ὡς αὕτως G, ὡς αὔτως H) οὐκ ἔχουσα βάθος κἂν vGH. The order δεινὴ μάχη is defended by von Rohden.
21 αὐτὴ GH.
22 FGH: γίγνεσθαι A m2 Köchly.
23 βουλομένοις R.
24 καιρῶν F.
25 ἢ μὴ πάνυ C (Capps): ἤπερ ἡ πάνυ vGH.
27 Köchly: τι F: om. vGH.
28 τοσούτων F.
29 Om. vGH.
30 Köchly: om. AB(F?): πτύας ποιὰς PGH: πανικὰς πτοίας ποιὰς R: πανικὰ καὶ ποῖαν τινὰς EN.
31 χωρεῖα GH.
32 μελῆσαι vGH.
33 δυνάμει . . . οὐραγίαν Köchly (in part after Schwebel and Koraes): δυνάμει χωρὶς ἂν μὴ τὰ κατόπιν (κατὄπιν F) ἀσφαλῆ πάλιν καὶ εἰρηναῖα νομίζῃ (νομίζη F) εἰ δὲ καὶ μὴ (μὴ καὶ F) τὴν οὐραγίαν Ω.
34 F: μηδὲν vGH.
35 περικεκλεισμένους v: περικεκλεισμένας GH.
36 FC: ὑπερκαθέζονται GH.
37 F (τῶ πολεμίω) πολεμίων vGH: τῷ τῶν πολεμίων Köchly.
38 FC: ψιλὴν πάντων ὄψις (ὅψις GH) καὶ μὴ προερευνήσαντός τινος (‑νήσαντος τινὸς GH) ἐδήλωσεν vGH.
39 FCD: ἀναφαινόμενος vGH.
40 FC: καθ’ ἡμέραν vGH.
41 FC: πυρακτούμενα vGH.
42 F: ἐπύρσευσαν A m2 GH (v?) Köchly.
43 δὴ F.
44 F: μάχην μέθ’ ἡμέραν (μεθἡμέραν G) ἐὰν δὲ ἐπείγηται vGH.
45 FC: εὐθὺς ENAm2GH and the MSS. of Rigaltius.
46 τὸ R.
48 FC: om. ENA m2 GH and the MSS. of Rigaltius.
49 σχολὴ GH and the MSS. of Rigaltius.
50 With this word F indicates the beginning of a new section instead of after σωμάτων below.
51 ἀγμὴν GH.
52 μὴ θιγεῖν (θήγειν GH) τινὸς μηδὲ vGH.
53 τῶν ἀγαθῶν vGH.
54 Köchly: ἐπίπλεον ἕξει αἱ μακραὶ δὲ προφάσεις F: ἐπὶ πλεονεξίᾳ· μικρᾷ (μικρὰ GH) δὲ προφάσει vGH.
55 ἢ (ἣ GH) παντελῶς vGH.
56 τεμνέτω vGH.
57 ὥσπερ ἡ οὐσία vGH.
58 ENP (margin) V (margin) G (margin) H (margin): πρὸσº ανατεινέσθω F: προανατιθέσθω P: πρὸἀνατιθέσθω GH.
59 δεινοῦ ἔσεσθαι vGH.
60 οὐκ ἠβουλήθησαν vGH.
61 FC: om. vGH.
62 ἂν . . . μέλλῃ (μέλλη GH) vGH.
63 φθειρέσθω v.
64 ἂν καὶ ἃ F.
65 FC: φίλοις vGH.
66 Köchly: φείδεσθαι Ω.
67 FC: μήτ’ ἐπὶ τῆς ἰδιοκτήτου vGH: μήτ’ ἐπὶ τῆς ὑπηκόου om. R.
68 With this word F indicates the beginning of a new section.
69 ἀκίνδυνον ἦ οἴκοι vPGH.
70 τρυφὴν . . . ἀφθονίαν vPGH.
71 τὴν τελέαν R.
72 δι’ ὅμως RGH.
73 λαμπρᾶς EFNPRH (λαμπρὰς G) Saguntinus and Camerarius.
74 ἢ καταθάλατταν ἢ παραπομπηςº F.
75 οὕτως P: οὕτω EN.
76 παρακομίζουσι PGH.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Onasander |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13