Short URL for this page:
bit.ly/OnasanderGD
| |||||||||||||||||||||
|
1 Ἐπειδὰν δὲ ἤτοι3 διὰ στενῶν μέλλῃ4 ποιεῖσθαι τὴν5 πάροδον ἢ δι’ ὀρεινῆς καὶ δυσβάτου p404 χώρας ἄγειν τὸν στρατόν,6 ἀναγκαῖον προεκπέμποντά τι μέρος τῆς δυνάμεως προκαταλαμβάνεσθαι τάς τε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ καταστάντες ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν ποιεῖσθαι. 2 τὸ δ’ αὐτὸ πεφροντίσθω,7 κἂν αὐτὸς8 δεδίῃ πολεμίων εἰσβολήν· οὐ γὰρ δὴ9 δρᾶσαι μὲν χρήσιμον, φυλάξασθαι δὲ παθεῖν10 οὐκ ἀναγκαῖον, οὐδὲ φθάσαι μὲν αὐτοὺς εἰσβαλόντας11 εἰς τὴν πολεμίαν ἐπεῖγον, ἀποκλεῖσαι12 δὲ13 τοὺς ἐναντίους14 ἐπὶ σφᾶς ἰόντας οὐ προνοητέον.
1 Ἐν δὲ δὴ16 τῇ τῶν ἐχθρῶν καταστρατοπεδεύων17 χάρακα περιβαλέσθω18 καὶ τάφρον, κἂν19 ἐφ’ ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν· ἀμετανόητος γὰρ ἡ τοιαύτη καὶ ἀσφαλὴς20 στρατοπεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους21 ἐπιβολάς.22 καθιστάτω δὲ φύλακας,23 κἂν μακρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων.24 2 ὅποι25 δ’ ἂν μέλλῃ26 πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων27 τῶν πολεμίων, ἐπὶ28 τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μόνην29 ἢ καὶ30 καιροῖς ἐφεδρεύων31 βελτίοσιν,32 p406 ἐκλεγέσθω χωρία μὴ ἑλώδη33 μηδὲ νοτερά·34 τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι,35 καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.36
1 Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδ’ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ· αἱ γὰρ38 τῶν ἀναγκαίων ἐκκρίσεις39 ἐπὶ τῶν αὐτῶν γιγνόμεναι40 χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν. 2 ἐν δὲ ταῖς χειμασίαις41 γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα42 ποιείσθω τοῖς δεινοῖς, μήτ’ ἀργεῖν ἐὼν43 μήτε ῥᾳθυμεῖν· ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν· αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθ’ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον.44 3 ὅθεν οὐ μακρὰν ἀπάγειν45 τοὺς ἄνδρας τῶν πόνων· ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται46 πρὸς τὰ πολεμικὰ χωρεῖν, οὐθ’47 ἡδέως ἐξίασιν οὔτ’ ἐπὶ πολὺ p408 μένουσιν,48 ἀλλ’ ἐκδεδιῃτημένοι49 ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν ἢ καὶ πείρασαι τὰ δεινά, ταχὺ δὲ καὶ50 πειράσαντες ἀποχωροῦσιν, οὔτ’ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.
1 ὅτε v.
2 Title om. by F: in marg. GH.
3 εἴτε vGH.
4 Köchly (v?): μέλλει FGH.
5 Added by Koraes.
6 FGH: στρατηγὸν P and "MSS. quidam" Schwebel.
7 πεφροντήσθω or ‑είσθω F m1 corr. by m2.
8 FC and perhaps others: om. PGH.
9 FEN and perhaps others: δεῖ GH (v?).
10 μὴ παθεῖν vGH.
11 F (and conj. by Koraes): εἰσβάλλοντας vGH Köchly.
12 ἀποκλεῖσθαι Mm2: ἀποκεκλεῖσθαι EN.
13 μὲν F.
14 πολεμίους vGH.
15 Title om. F: in margin GH.
16 Om. F.
17 καταστρατοπεδευόντων F.
18 περιβαλλέσθω vGH.
19 F (and conj. by Koraes): ἂν vGH.
20 ἀσφαλεῖς H.
21 απροσλήπτους C; ἀπροσδοκήτους vGH.
22 F (and conjecture of Schwebel): ἐπιβουλάς Ω.
23 φυλακάς Koraes and Köchly.
24 FC: ὄντας vGH.
25 ὅπου vGH.
26 R: μέλλοι Ω.
27 οὐ κατεπιόντων P: οὐκατεπιόντων G: οὐ | κάτἐπιόντων H: οὐ κατεπειγόντων EN.
28 ἢ ἐπὶ vGH.
29 νομὴν ENR.
30 FPGH: om. v.
31 ἐφεδρευόντων F.
32 βελτίοσον H.
33 FEN: ελλώδη PRGH.
34 Köchly: μηδὲ (μὴ δὲ FGH) νοσερά· Ω.
35 τοῖς στρατεύμασιν vGH.
36 τὸ στράτευμα vGH.
37 Title om. by F: in margin GH. ἄπληκτον is a Byzantine word unknown earlier; see Du Cange and Sophocles.
38 Om. P.
39 FCEN: ἐγκρήσεις P: ἐκρήσεις GH: ἐπικρίσεις R.
40 γιγνόμενοι F.
41 B and Schwebel: χειμαδίαις Ω: τοῖς χειμαδίοις Koraes.
42 σύστροφα vGH.
43 ἑκόντα R: ἔχων corr. to ἕκων A m2.
44 εὐτολμώτατον P.
45 ἐπάγειν ENM (margin): ἐπείγειν PGH. Köchly suggests the addition of δεῖ.
46 ἀναγκάζονται GH.
47 οὐχ vGH.
48 μένουσιν F.
49 FEN (and M by conj.): ἐκδεδιτιτημένοι P: ἐκδεδιηττημένοι GH: ἐκδεδιττομένοι R.
50 Om. vGH.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Onasander |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13