Short URL for this page:
bit.ly/OnasanderGE
| |||||||||||||||||||||
|
1 Διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν, ὅτ’ οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀγώνων ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κἂν4 σφόδρα ταλαίπωροι ὦσιν,5 ἢ6a μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα.6b γυμναζέτω δὲ7 τοιοῖσδέ τισι8 τρόποις.
2 Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν’ ἐν μελέτῃ9 σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι,10 τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους,11 ὑπ’ ὀξὺ12 παράγγελμα πάντες ὦσιν13 ἐν τάξει· καὶ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά,14 καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δι’ ἀλλήλων ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους
p410 διαιρέσεις, καὶ τὰς15 καταταξεῖς καὶ τὴν16a ἐπὶ φάλαγγα ἐκτείνουσαν16b καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν,17 καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ’ ἂν οἱ κατ’ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους μάχωνται,18 καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω.
3 Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν19 ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα20 τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπ’ ἄλλην21 καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες22 βραδὺ μὲν αἴρουσι23 τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δ’ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη24 ἐρρυθμισμένῃ25 τῇ χειρὶ δι’ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι26 χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται27 πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες28 ὄψιν.
4 Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα
p412 πεδία εἴη, βώλους29 τε κελεύων30 αἴροντας31 βάλλειν·32 ὄντων δὲ καὶ ἱμάντων ταυρείων33 χρήσθων34 ἐπὶ τὴν μάχην· δείξας δ’ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους35 κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας36 ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι37 τοὺς μείναντας38 ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.39 5 ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δ’40 ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει,41 κἂν λιτὸν ᾖ,42 πολυτελέστερον οὐθὲν43 ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν44 καὶ γλυκὺ κρᾶμα, καὶ45 στερρότερά τε τὰ σώματά σφισι46 γίγνεται καὶ ἀκμῆτα,47 καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι48 καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς49 ὑπαίθροις ἐγγυμναζόμενα.50
6 Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος51 καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ52 περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφ’ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἷόν
p414 τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς53 ἱππάζεσθαι.54
1 δεῖ ENRGH.
2 στρατηγὸν ENR.
3 Title om. F: in margin GH.
4 κἂν μὴ Capps.
5 ταλαιπωρῶσιν von Rohden.
7 Om. vGH.
8 FGH: τοίοις δέ τισι v.
9 ἐκ μελέτης vGH.
10 γιγνόμεναι καὶ GH: γιγνόμεναι· καὶ P: γίγνωνται a MS. of Scaliger.
11 πόσων C.
12 ὑπό τι R.
13 σῶσιν GH.
14 λαιᾶ καὶ δεξιᾶ V.
15 Om. vGH.
17 After ὑποστέλλουσαν vGH add καὶ τὴν ἐπὶ μῆκος ἐκτείνουσαν (μήκος GH), obviously a gloss on ἐπὶ φάλαγγα ἐκτείνουσαν which means the same thing.
18 μάχονται vGH.
19 μὲν γὰρ R.
20 τρήμματα PGH.
21 RA m2: ἐπ’ ἄλλη F: ἐπ’ ἄλλῃ vGH (ἐπάλλη GH).
22 FC: ἐπεκτείνουσι vGH.
23 αἴρουσι F.
24 Deleted by von Rohden.
25 FCE: ῥερυθμισμένη PGH: ἀρρυθμισμένῃ R.
26 παραψίλαι PGH.
27 εγκατάσσονται corr. to εγκατατάσσονται G.
28 FC: ἀποπληροῦντες vGH.
29 καὶ βελόνας (space for nine letters) εἴη βώλους F: βεβολασμένα παιδία εἴη βόλους GH (παιδία PR and βόλους P).
31 αἴροντας F.
32 βαλεῖν vGH.
33 DEKN: καὶ ταυρείων F: ἐκ ταυρείων vGH. Köchly suggests ταυρείων καὶ τούτοις.
34 χρήσθω vGH.
35 Köchly after Saguntinus: ἢ ὀρθίους βουνοὺς τόπους F: ἢ ὀρθίους βουνοὺς ἢ τόπους vGH.
36 ἐκβάλοντας K: ἐκβαλόντας C: ἐκβάλλοντας vGH.
37 ἢ vGH.
38 μείνοντας PGH: μένοντας EN.
39 ἐκβάλλοντας F.
40 δι’ GH.
41 ἐσθίη καὶ πίνη F.
42 Koraes: ἂν λιτὸν ἢ FGH: ἀντὶ λητὸν ἢ P: ἀντὶ λιτὸν ἢ EN: ἄντε λιτὸν ἢ R: ἄν τε λιτὸν ᾖ C: ἀντιληττὸν ἢ A m2.
43 FGH: οὐδὲν v.
44 ποιεῖ vGH.
45 Added by Köchly.
46 σφίσι Ω.
47 ἀγμητὰ PGH: ἀκμῆτα DEN.
48 σώματι καὶ πνεύματι vPGH.
49 κρημνοῖς EN.
50 συγγυμναζόμενα vGH.
51 ποιουμένοις F: ποιούμενον R.
52 Om. vGH.
53 πραμνοὺς A m2.
54 ἱπτάζεσθαι GH: ὑπτάζεσθαι A m2.
Images with borders lead to more information.
The thicker the border, the more information. (Details here.) |
||||||
ΑΝΩ: |
![]() Onasander |
![]() Ἀρχαία Στρατιωτική Ἱστορία |
![]() Στρατιωτικὴ Ἱστορία |
![]() Εἴσοδος |
||
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13