Short URL for this page:
bit.ly/OnasanderGF
| |||||||||||||||||||||
|
7 Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν,2 ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ3 χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας·4 αἱ γὰρ μέγισται συμφοραὶ κἂν τοιοῖσδε5 γίγνονται·6 πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις7 ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι8 τοὺς ἀποχωροῦντας ταῖς ὠφελείας οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτ’9 ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν. 8 εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν,10 οὗτοι κολαζέσθων.11 αὐτός γε μὴν12 ὅτ’ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ,13 τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω14 μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ15 περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται,16 μένοντες δὲ ἐν τάξει παραφυλάξουσι17 τοὺς προνομεύοντας, ἵν’ ᾖ σφισιν ἀσφαλὴς ἡ ἀποχώρησις.18
9 Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ· ἀλλ’, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ20 τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ,21 κτεινάτω22 τούτους, ἂν23 δὲ καὶ ὁπλισμῷ καλῶ κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι24 καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν25 ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας.26 τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων27 ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δ’ ἐλαττώματα θαρρεῖν παρεστήσατο.
10 Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵν’28 ἐν μέρει διελόμενοι29 τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν30 οἱ δὲ γρηγορεῖν31 αἱρῶνται·32 οὔτε γὰρ ἀναγκαστέον οὔθ’ ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν33 νύκτα τοὺς αὐτούς·34 εἰκὸς γάρ35 ποτε36 καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν. 11 ὀρθοὶ δ’ ἑστῶτες φυλαττόντων·37 αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις p418 συνεκλύουσαι38 τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δ’ ἀνάστασις39 καὶ ὁ τόνος τῶν σκελῶν40 ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ. 12 καιόντων δ’ οἱ φύλακες πυρὰ41 πορρωτέρω τῆς στρατοπεδείας· οὕτως γὰρ τοὺς μὲν προσιόντας42 διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δ’ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν.
13 Εἰ δὲ βούλοιτό ποτε44 νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος45 ἢ τοὺς ὄντας φεύγων46 ἢ μηδέπω47 βουλόμενος48 εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω· βλέποντες μὲν49a γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ49b γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες,50 ὡς φεύγουσιν, ἐνέδρας51 τε προεκπέμπουσι καὶ διώκουσιν.
14 Ἐὰν δ’ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν52 πολεμίων στρατηγῷ,53 κοινολογησόμενος, p420 ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος54 τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις55a διαπρεπέσι κοσμήσας ἔχων55b περὶ αὑτὸν56 ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος57 ἠλπίσθη,58 καὶ οὐκ ἐξ ὧν ἥκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλ’ ἐξ ὧν εἶδεν59 ἐφοβήθη.
15 Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι61 καὶ διὰ σκοπῶν62 ἀοράτων τοῖς63 πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω,64 τοῦτο ποιῶν σφισι65 φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους,66 ἐὰν δ’ ἐξαπατήσωσι καὶ ψεύσωνται67 τοῖς σφετέροις ἐγχειρίσαι68 βουλόμενοι τὸ στράτευμα, παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες69 ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ70 ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους.71
16 Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν73 ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ74 κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα,75 δοκείτω τοὺς πολεμίους ὀλίγους76 εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ77 περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἂν78 τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι79 καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι,80 πολὺ πλῆθος ἐλπιζέτω· τῆς81 μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δ’ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων. 17 οἱ δ’ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς82 ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν· πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνά μέρη· τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη83 καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ84 μῆκος εὐλόγως ἐπεκτείνεται.85 18 μήτ’ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν86 καὶ p424 συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ’, ἂν καὶ παραμήκη, καταπληττέσθω.
19 Ταῦτα μέντοι γιγνώσκων87 εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω, καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε88 δεικνύτω89 τοῖς ἀντεστρατοπεδεύκοσι,90 καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ91 ἐξαγέτω· δοκείτω δὲ καὶ δεδιέναι. 20 πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων92 ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ93 στρατηγικῇ τὰ πράγματα κρίνοντες,94 ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες95 παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι, ἢ καὶ τῷ χάρακι περιστάντες96 πολιορκοῦσιν ἀπροσδόκητοι97 τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους· ἡ δ’ ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ98 τὸν καιρὸν ἁρπάσαντα99 κατὰ πολλὰς ἐκδραμόντα100 τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.
21 Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ
p426 παθεῖν· αἱ γὰρ ἰδίαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται.
22 Προάγειν δ’ εἰ δέοι102 νύκτωρ ἢ μέθ’ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἡ φρούριον103 ἢ πόλιν ἢ ἄκρα104 ἢ παρόδους καταληψόμενον105 ἤ τι τῶν ἄλλων106 δράσοντα,107 ἃ108 διὰ τάχους λαθόντα109 τοὺς πολεμίους, ἄλλως δ’ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτ’ ἐπὶ τί μήτε τί ποιήσων ἄγει110 τὴν στρατιάν, εἰ μή111 τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν. 23 γενόμενος δ’ ἐπ’ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρ’ ὃν δρᾶσαί τι δεῖ καιροῦ112 διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω· ταχὺ δὲ τοῦτο ἔστω113 καὶ δι’ ὀλίγης ὥρας· ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις114 ἴσασιν. 24 ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ115 τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρ’ οὓς ἐροῦντές τι καὶ116 μηνύσοντες οἴονται τιμῆς καὶ δωρεὰς τεύξεσθαι117 παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δ’ ἀφ’ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς118 ἀνάγκη παρέχεσθαι πόλεμον.
25 Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ120 στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλ’ ἀκολουθούντων αὐτῷ121 θύται122 καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά·123 ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ124 σύμβουλον ἀγαθὸν γενέσθαι. 26 γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἵνα θεασάμενοι τοῖς ὑποταττομένοις125 θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες,126 ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθάρρουσιν αἱ δυνάμεις, ὅτ’ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται127 κατ’ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δ’ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας128 ἀνέρρωσεν. 27 ἐὰν δ’ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται,129 μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον — οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον —, ὡς, ἄν γέ τι κρεῖττον130 ἔσεσθαι μέλλῃ τῶν παρόντων,131 ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν132 ἢ ὑστερήσαντας.133 28 καί μοι134 δοκεῖ τὰς κατ’ οὐρανὸν p430 ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις135 τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις136 ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ137 ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
1 Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων139 ἡγοῦμαι περὶ140 τούτου φράσαι. 2 τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις141 ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν142 αὐτῶν ἐμπειρίαν ἔχουσι143 χώρας ἄνθρωποι,144 τὴν δ’ ἀλλοτρίαν οὐκ ἴσασι.145 3 πολλάκις δ’ εἰ146 στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις,147 τῶν δ’ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων,148 ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ149 ταὐτὸ150 τοῦτο ποιούντων, ἕως151 ἔλθωσιν εἰς δυσχωρίας καὶ p432 περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν152 εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς,153 ᾗ154 τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν155 διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ156 τινὶ συνεπέδησαν μὲν157 τοὺς πολεμίους,158 ὁ δὲ παριὼν159 μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς160 προσελθὼν161 οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε162 πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι163 βούλονται διαθεῖναι. 4 δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ164 περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δι’ ὧν ἄγει χωρίων165 ὁρᾶν, ἐπιλογίζεσθαι166 δ’ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι167 μηδ’ εἰσβάλλειν, ἀλλ’ ἀποτρέπεσθαι δεῖ, καὶ ἤτοι168 μηδ’ εἰσβάλλειν, ἀλλ’ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς169 τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν170 τοὺς παραφυλάττοντας, ἵν’ ἀσφαλής171 σφισιν ἡ ἀνακομιδὴ p434 γίγνηται. 5 ταῦτα δ’ εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα172 καὶ τοῦ173 μὴ καταστρατηγεῖσθαι·174a καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι.175
6 Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι177 ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μέθ’ ἡμέραν καὶ ἐν178 πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς·179 οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντας ἀνακόπτειν180 κελεύοντες πολλῶν καὶ μεγάλων181 εἰκότως διαμαρτάνουσι πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται· πολλάκις γὰρ ἐν ὄξει τὸ δυνάμενον καιρῷ φθασθῆναι182 πάρεισίν τινες μηνύοντες.
1 Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ184 χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας185 ἀμελείτω·174b ἐὰν μὲν γὰρ ἐφ’ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ186 p436 ἡνίκα187 ἂν ἐθέλῃ,188 παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι· ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστ’ ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ189 ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι. 2 καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ190 θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν· ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι191 τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν· πολλάκις καὶ192 παρὰ τοῦθ’ ἡττήθη στρατόπεδα τῆς193 ἰσχύος ἐλλειπούσης194 διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν195 ὄξει καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δι’ ἡμέρας ὅλης λαμβάνῃ196 τὸ τέλος.
1 Title om. FGH: τῶν προνομῶν A.
2 F puts the break here.
3 εἰσβάλλῃ GHK (εἰσβάλλη GH).
4 ὠφελείας GH Köchly (v?).
5 τοῖς τοιοῖσδε vGH Köchly: om. C.
6 γίγνωνται F.
7 σεσοβημαίνους GH.
8 διὰ τὸ ἀσύντακτον . . . εἶναι om. R.
9 δυναμένοις οὔτε vGH.
10 προνομεύειν ἐπιχειρήσωσιν vGH: ἐπιχειρήσουσιν Koraes.
11 κολαζέσθωσαν vGH.
13 πέμπῃ vGH (πέμπη GH).
14 FKRGH: ενταττέτω v.
15 οἱ F.
16 ἀσχολήσωνται Jos. Scaliger reports from an old MS.
17 παραφυλάξωσι v.
18 ὑποχώρησις Koraes.
20 τὰ ἴδια ἤπερ om. F: εἴ ENP: ἥπερ GH.
21 ἴσως παραχρῆμα after νομίζῃ A m2 in margin.
22 κτεινέτω R.
23 ἐὰν v (ἐαν GH) ἀν F.
24 ἐντελέσεϊ G: ἐν τελέσϊ H.
25 Schwebel: στρατείαν Ω.
26 ἀποπέμψαι F.
27 ἀντιπάλων vGH.
28 FEN: ἢ PGH: ἣν R.
29 διελλόμενοι GH.
30 ὕπνον vGH.
31 ἐγρήγορσιν vGH.
32 αἱροῦνται"quidam libri MSS." (Schwebel).
33 ἀγρυπνῆσαι vGH.
34 τούτοις for τοὺς αὐτοὺς F.
35 γὰρ ἂν vGH.
36 Om. R.
37 τῶν φυλασσόντων vPGH.
38 συλλύουσαι vGH: συλλύονται A m2.
39 δ’ ἀνάτασις FG: δὲ ἀνάστασις H.
40 FGH: τῶν σκελῶν καὶ ὁ τόνος v.
41 FC (δὲ C): δὲ τῶν φυλάκων πυρὰ (πρὰ P) vPGH.
42 Schwebel: ἰόντας C: ὄντας Ω.
44 παρὰ R.
45 προαιρουμένους R.
46 φ (space for five letters) P and "veteres membranae" (V? Rigaltius).
47 μὴ δέ πω F: μηδὲ vGH: μὴ καὶ RA m2.
48 FEN: βουλομένοις PGH (v?).
50 λαβόντες vGH.
51 ἐνέδρας . . . διώκουσιν om. R.
52 N: om. τῷ F: om. τῶν Ω.
53 στρατηγῶν F.
54 Om. H.
55a 55b Köchly suggests καὶ before ὅπλοις and καὶ οὕτως before ἔχων.
56 Köchly: αὐτὸν FEMN: αὐτῶν PGH and "quidam MSS." (Schwebel).
57 Köchly: ὀφθὲν Ω.
58 ἐλπισθὲν F.
59 ἴδεν F.
60 Title om. FGH.
61 ἢ ὤραν . . . καθηγήσασθαι om. R.
62 διασκοπῶν F: διὰ σκόπων R: ἴσως τόπων C margin: στίβων or στενῶν conj. Koraes.
63 Om. R.
64 ἀγέτωι GH.
65 FC: om. vGH.
66 FC: κατ’ ἀξίαν v. (καταξίαν GH). F indicates a break at this point.
67 ψεύσονται GH.
68 An old MS. reported by Scaliger: ἐγχειρῆσαι Ω.
69 Om. vGH.
70 Köchly: αὐτοῦ F: ἑαυτοῦ vGH.
71 FC: ἡγουμένους vGH.
72 Title om. FGH.
73 CEMN: om. FPGH.
74 ἤδη R.
75 κειμένην τάχα ἐν περιμέτρῳ καὶ συνεσταλμένῳ χάρακι vGH.
76 ἐλάττους vGH: om. πολεμίους R.
77 τὸν ἑαυτῶ F.
78 Added by Koraes: om. Ω: τις πάντως R may retain a suggestion of it.
79 ἐκτείνουσι F.
80 καὶ ὀξυγώνιοι om. vGH.
81 ῆς F.
82 συνφυεῖς H.
83 Om. vGH.
84 τοῦτο τὸ vGH: του R: τοῦ A m2.
85 ἐπεκτείνουσι vGH.
86 ἐπειδἂν ἴδῃ βραχὺν F: ἐπεὶ δἂν ἴδη βραχὺ GH: βραχὺ vP.
87 γινώνσκων F.
88 εἴτε F: μηδὲ Koraes.
89 Om. P "alii codices" (Schwebel).
ἀντεσττο
ἀντεστρατοπεδεύκοσι F: ἀντιστρατοπεδεύκοσι v.
91 καὶ vGH.
92 FENRGH: ὀλίγον P "alii codd."
93 οὐκεμπειρία F: ἐκπειρία H.
94 κρίναντες K Koraes.
95 προϊόντας R.
96 FC: om. vGH.
97 ἀπροσδόκητον F.
98 δὴ F.
99 ἁρπάσαντας vPGH.
100 FPGH: ἐκδραμόντας v.
101 Title om. FGH.
102 δὲ ἤδη vGH: δὲ K.
103 φρουρίων F.
104 ἄκραν vGH.
105 καταλειψόμενον H.
106 ὅλων D.
107 δράσαντα FPGH (corr. A?)
108 Added by Koraes.
109 λαθεῖν vGH.
110 FC: ἄγειν VPGH.
111 εἰ δὲ μὴ F.
112 Koraes: ὄντων τὸ παρὸν δρᾶσαι τί δεῖ καιροῦ Ω: ὄντων, παρ’ ὃν δρᾶσαί τι δεῖ καιρὸν Schwebel after Scaliger.
113 Koraes: ἔσται Ω.
114 F: τούτους οἱ ὑποτεταγμένοι PR: τούτοις οἱ ὑ. v: οἱ ὑ. τούτους GH.
115 AB Köchly: παρὰ Ω.
116 καιροὺς·º αἱροῦνται ἔτι καὶ F.
117 τεύξασθαι EN "alii codd." GH.
118 Om. vGH.
119 Title and break om. FGH.
120 Om. F.
121 αὐτῶν R.
122 θῦσαι R.
123 F indicates a break here.
124 Köchly: αὐτῷ Ω (αὐτῶ GH): αὐτον αὐτῶ F.
125 τοὺς ὑποταττομένους vGH: τοὺς ὑποτεταγμένους D.
126 ἀπαγέλον . . R.
127 ὅτι τεύξονται KA m2 GH and all Schwebel's MSS.
128 δυσφημοῦντας vGH (‑μούντας H).
129 γίνηται GH: γίγνηται vA m2.
130 From κρεῖτ. to στρατηγὸς XIII.1 is missing in G.
131 τῶν παρόντων μέλλῃ vH.
132 ἑαυτῆς ἓν F.
133 στερήσαντας R.
134 ὑστερήσαντάς μοι F.
135 ἐκκλίσεις R: ἐκλίσεις A m2.
136 ἀποθεώσεις K: ἀποθέσεις Koraes.
137 δ’ Köchly.
138 Title om. FP: in margin in HAPRM (and therefore in G) after the first line of § 4.
139 ἀναγκαίων vH.
140 Koraes suggested καὶ before περὶ.
141 τοίοις v: ποίοις H.
142 σαφῶς Rigaltius and "alii codd. ut vid."
143 ἔχουσιν H.
144 οἱ ἄνθρωποι A m2.
145 ἴσασιν HA m2 (v?), but F writes ἴσασι πολλάκις without a stop.
146 δ’ ἢ F: corr. A: δὲ v: δὴ H.
147 FC: ἀναστήσας . . . πολεμίοις om. vH Saguntinus Camerarius.
148 κενόντων R.
149 δὴ F.
150 ταυτὸ F: αὐτὸ vH.
151 Koraes conj. ἕως ἂν.
152 βαλὼν F.
153 Köchly: ταῖς εἰσβολαῖς Ω.
154 (v?) Köchly: ἢ FH.
155 ειστούμπροσθεν F: εἰς τοὔνομα πρόσθεν R.
156 NRE (margin) Saguntinus: ζωγρωτινὶ F: ζυγώρῳ P (in marg. ζωγροῦ): ζυγώγρῳ H (in marg. ζωγροῦ ? very faint): ζωγραφείῳ E (text). Rigaltius also quotes ζωγροῦ from the margin of "veteris membr." (= V?).
157 Om. vH.
158 F leaves after this word space for three or four letters.
159 Köchly: παρὼν Ω (παρῶν H): πρότερον Koraes.
160 FCD: ὡς R: ὃς EKN: οἳ H Rigaltius.
161 FCD: προελθὼν v: προἐλθῶν H.
162 τά τε om. vH.
163 Schwebel: τουτὶ F: τοὺς ὅτι v: τοὺς ὅ τι HR: ές ὅτι EN.
164 ἔχεσθαι (om. καὶ) vH.
165 FCH: χῶρον Pv: χώρον A m2: δι’ ὃν ἄγει χῶρον R.
166 ὑπολογίζεσθαι vH.
167 τε Koraes.
168 εἴτε vH.
169 ἢ εἰσβάλλοντα προορᾶν and εἰς om. F: εἰσβάλλοντο A m2.
170 ἀπολιπεῖν PH.
171 ἀσφαλεῖς H.
172 F: ἕνεκα vH.
173 FH: περὶ τοῦ v: καὶ περὶ τοῦ καταστρατηγεῖν τούτων ἕνεκα K.
174a 174b F indicates a break here.
175 λειφθεῖναι F.
176 Koraes apparently added the title, for it does not appear in FH, and even Rigaltius and Schwebel have merely "De nuntiis admittendis."
177 τὸ HRA m2.
178 Om. vH.
179 ἐπιστροφῆς F.
180 FH Leo, Tactica, XVI.21: ἀνακάπτειν RA m2: ἀνακάμπτειν DEKN.
181 μεγάλων καὶ vH.
182 FH: φασθῆναι v: φρασθῆναι DR Koraes: πραχθῆναι conj. Koraes.
183 Title om. FH.
184 πολεμίω F: πολεμίων vH Köchly.
185 ἀριστοποσίας F.
186 Del. Koraes.
187 ἡνίκ’ Köchly.
188 θέλῃ v (θέλη H).
189 Om. vH.
190 FH: σμικρῷ v.
191 F: ἐνφορτίσαι H: ἐμφορτίσαι v: ἐνφορτῶσαι R.
192 γὰρ καὶ vH.
193 τὴν R.
194 ελλιπούσης (Schwebel) Koraes.
195 FC: om. vH.
196 λαμβάνει vH.
Images with borders lead to more information.
The thicker the border, the more information. (Details here.) |
||||||
ΑΝΩ: |
![]() Onasander |
![]() Ἀρχαία Στρατιωτική Ἱστορία |
![]() Στρατιωτικὴ Ἱστορία |
![]() Εἴσοδος |
||
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13