Short URL for this page:
bit.ly/OnasanderGG
| |||||||||||||||||||||
|
1 Ὅτ’ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι2 καὶ φόβος ἢ συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης3 ἢ προτερήματός σφισι4 γεγονότος, ὁ5 στρατηγὸς τότε δὴ6 μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω.7 2 αἱ γὰρ ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς p438 ψυχὰς τῶν ὑποταττομένων,8 καὶ στρατηγοῦ μὲν εὐθυμουμένου9 καὶ ἱλαρὸν βλέποντος10 ἀναθαρρεῖ καὶ τὸ11 στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ,12 κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ προφαινομένου. 3 διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν ἢ τοῖς λόγοις παρηγορεῖν· λόγοις μὲν γὰρ πολλοὶ καὶ13 ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν,14 ὄψιν δὲ θαρσοῦσαν15 ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν· ἀγαθὴ δὲ16 ἡ ἐξ ἀμφοῖν17 ἐπιστήμη τοῦ τε εἰπεῖν, ἃ18 δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.
1 Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις21 ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτ’ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν22 ἀπὸ τῶν πολεμίων23 ὑποσημαίνειν δεῖ24 κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δειλοὺς ἔσται25 ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς· ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς26 προμηθεῖς. p440 2 ἀμφότερα δὲ27 συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν28 ὥστε μηδὲν φυλάττεσθαι· πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, ποτε δεῖ τἀντίπαλα ταπεινὰ29 καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ ποτ’ αὐτὰ30 δεῖνα καὶ φοβερώτερα.
3 Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα32 τὴν κρίσιν τοῦ πολέμου διατετάρακται33 τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους ὁ στρατηγὸς34 ἢ ἀπὸ ἐνέδρας ἢ διακριβολισάμενος35 ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους36 τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας,37 ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς38 καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας39 σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας40 σφῶν41 τῷ φόβῳ42 τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω43 δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος44 τοῖς στρατιώταις, p442 ὡς ἀγεννεῖς45 καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας46 αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν. 4 ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς· ἀεὶ47 γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει48 μεῖζον γενήσεσθαι49 τῆς ἀληθείας,50 ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.
1 Title om. F: in margin H.
2 στρατεύματι Köchly.
3 FENRH: ἀφιγμένοις v.
4 εἴς τι vPH.
5 With this word G resumes.
6 FEN: δεῖ vPH (a lacuna in G but the top of δ and a circumflex accent can be seen).
7 Koraes: φαίνεσθαι vGH: om. F.
8 ὑποτεταγμένων vGH.
9 εὐθύμου vGH.
10 FENGH: βλέποντες Pv.
11 FGH: om. v.
12 ὡς οὐδενὸς ὄντος δεινοῦ om. Camerarius.
13 καὶ πολλοὶ R m2.
14 ἕνεκεν GH Köchly.
15 Ω: θάρσους F: θαρροῦσαν Köchly.
16 δ’ Köchly.
17 ἀμφοῖς A m2.
18 ὅτε vGH: Köchly suggests οἷα.
19 Om. EN.
20 Title om. F: after ὠφέλησεν GHAP (in text GH).
21 ἀναθάρρησις vGH.
22 τῶν F.
23 πολέμων F.
24 Om. R.
25 ἐστὶ GHA m2.
26 FKR: θαρσεῖς vGH.
27 γὰρ vGH.
28 ὥστε μηδὲν ἐθέλειν τολμᾶν καὶ οὕτως καταφρονεῖν om. R.
29 δεῖ τὰ ταπεινὰ vGH (δεῖ τὰ τὰπεινὰ G).
30 Köchly: ποτ’ αὖ F: ποτ’ ἂν τὰ vGH.
31 Title om. F (but a break is indicated) GH (both without any break); probably composed by Koraes, since Rigaltius and Schwebel print merely the Latin caption "Militum animos ex captivorum adspectu excitari posse."
32 ἔχον τὸ στράτευμα vGH.
33 FDGH: διαπέπρακται "omnes codd." (Schwebel, meaning probably EN and the MSS. of Rigaltius [except M]).
34 εἰ δυνηθῇ (δυνηθῆ GH, ‑θεῖ A m2) ἐφόδῳ λαβεῖν ὁ στρατηγὸς αἰχμαλώτους vGH.
35 δι’ ἀκροβολισάμενος F.
36 FRGH: γενναίοις Rigaltius "ceteri codd. ut vid."
37 FGH: κελεύσας φυλάττειν v.
38 ἀγενεῖς PGHv(?).
39 προ////////λήσας G (lacuna).
40 σφίσιν . . . προδουλώσας om. R.
41 προδουλω/////////ῶν G (lacuna).
42 τοῦ φόβου F.
43 προσαγέτω vGH.
44 FGH: δεικνύμενος vGH.
45 ἀγενεῖς PGH.
46 ἄνδρας ἔστιν Rigaltius Schwebel Koraes.
47 εἰ vGHKPA m2.
48 ἐλπίζειν K.
49 Köchly (note): γίγνεσθαι (text): γενέσθαι Koraes: γίνεται vGH: γε F. Perhaps γεγενῆσθαι.
50 Schwebel: ταῖς ἀληθείαις Ω.
Images with borders lead to more information.
The thicker the border, the more information. (Details here.) |
||||||
ΑΝΩ: |
![]() Onasander |
![]() Ἀρχαία Στρατιωτική Ἱστορία |
![]() Στρατιωτικὴ Ἱστορία |
![]() Εἴσοδος |
||
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13