Short URL for this page:
bit.ly/OnasanderGJ
| ||||||||||||||||||||
|
1 Τοὺς μὲν2 γὰρ ἢ τὰ ἰδία καθαιροῦντας3 ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων,4 ἵν’ ἢ μένοντες νικῶσιν ἢ βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω. πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον5 τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον6 ἢ τῇ κρίσει. 2 ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις7 ἐσφάλθαι, πῶς ἐνταῦθ’ ἄν τις ἢ8 φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ9 ἡττᾶσθαι μαρτυρήσειεν; 3 ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως10 κινδυνεύειν ἐπιτρεπτέον11 εἶναι νομίζω — καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν —, στρατεύματι δὲ παντὶ p476 τὴν ἄδηλον ἐκκυβεύειν τύχην12 οὐ δοκιμάζω. 4 μάλιστα δ’ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν,13 οἵ τινες ἐν μὲν τῷ14 νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῶν ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν.
5 Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος15 εἴη, κἂν μὴ16 παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότ’17 οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων·18 ἄμεινον γὰρ ἐν τῶν τολμᾶν ἐπ’ ἀδήλῳ τῷ19a τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν.20 6 ὑποδεικνύτω21 μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατ’ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ19b ὄλεθρος, ὡς ἂν ἤδη μετ’ ἐξουσίας ἐπικειμένων22 τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν23 ὃ βούλονται24 διαθεῖναι25 τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν26 ἄδηλος ὁ θάνατος ἀμυνομένοις. 7 οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν,27 ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δ’ εὐκλεῶς τεθνήξονται, καὶ χεῖρον’ p478 ἀεὶ28 προσδοκῶσιν ἐκ τοῦ καταλιπεὶν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται. 8 διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πεῖσαι29 στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ’30 ὡς πλείστους· ἢ γὰρ παντελεῖς περιεποιήσατο31 νίκας ἢ μικροῖς ἐλαττώμασι32 περιέπεσε.33
9 Τῶν δ’ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς34 αἱ παρ’ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπινοίαι νίκης καὶ ἀντιστρατηγήσεις35 ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι36 γίγνονται37 τοῖς38 τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι39 λόγῳ ἢ40 προβουλεῦσαι. 10 ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι41 τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δ’ ἐμπέσῃ χειμών, οὐχ ὁ βούλονται ποιοῦσιν, ἀλλ’ ὁ ἀναγκάζονται, πολλὰ καὶ42 πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα43 κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι44 μνήμην, ἀλλὰ45 τὴν ἐκ τῶν καιρῶν βοήθειαν· οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν46 ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δ’ ὁ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων47 καὶ
p480 ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων48 ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ49 ἡ μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.
1 Μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ51 τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ52 τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· καὶ γὰρ εἰ κατὰ53 τοὺς ἀγῶνας ἀνυπέρβλητον54 ἀνδρίαν εἰσενέγκαιτο,55 τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στράτευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι· στρατηγοῦ γὰρ ἡ56a γνώμη πλέον ἰσχύει τῆς56b ῥώμης· σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι57 μετὰ καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βουλεῦσαί τι κρεῖττον58 οὐκ ἄλλος. 2 ὅνπερ δ’ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας59 ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς60 ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων61 ἀκυβέρνητος ἀμελεία τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν. 3 ὅμοιον δὴ κρίνω τὸν62 στρατηγὸν ἐμπαραβαλέσθαι63 τῇ ἑαυτοῦ ψυχῇ64 p482 τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν· εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται65 πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δ’66 ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον. 4 ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίας, ὅστις δ’ οὕτως ἀπειρόκαλός ἐστιν, ὥστ’ ἄν,67 εἰ μὴ διὰ μάχης εἰ χεῖρας ἔλθοι τοῖς πολεμίοις,68 οὐδὲν αὐτὸν ἄξιον εἰργᾶσθαι69 νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ ἄλογος70 καὶ τολμηρός ἐστιν.71a 5 ὅθεν ἐπιφαίνειν72 μὲν δεῖ73 τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται74 τῶν στρατιωτῶν, ἀγωνίζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ’ αὑτὸν75 αἱρούμενον ζῆν, σωζομένου δὲ76 καὶ77 τὴν ἰδίαν φυλάττειν ψυχήν· ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων78 ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν· οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δ’ εὐτυχοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες.71b 6 στρατηγοῦ δ’ ἔστι τὸ παριππάζεσθαι ταῖς τάξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ79 ἐλλεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς p484 κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον.
1 Ἀνακαλεσάμενος δ’ ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς,81 αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι82 πάρεστι, τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην ἐπαγγελλόμενος83 ἀποδώσειν· ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς φανέντας κολαζέτω.84 2 τιμαὶ δ’ ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ85 πάτρια καὶ κατὰ86 τὰ παρ’ ἑκάστοις νόμιμα· στρατηγικαὶ87 δὲ αὗται· πανοπλίαι,88 κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι, λοχαγίαι, τάξεων89 ἀφηγήσεις, καὶ αἱ90 ἄλλαι αἱ91 κατὰ νόμους παρ’ ἑκάστοις ἡγεμονίαι· τῶν92 μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν93 αἱ μείζους ἡγεμονίαι· αὗται γὰρ ἀμοιβαί τε94 μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν. p486 3 ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δ’ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον· οἱ95 μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν. 4 ἔνθα96 μέντοι χρὴ καὶ νικῶντα μὴ κατ’ ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν,97 ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν98 ἀποδιδόναι· τὰ γὰρ99 τῶν πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν,100 εἰ101 χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ102 δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς χρηστότερον βουλεύειν. 5 οὕτως γὰρ ἂν καὶ μάλιστα103 μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι104 πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων105 καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων106 εἰς προτροπὴν107 οὐ μάλα δή τι108 συμφέρον ἀποδιδόναι.
1 Title om. FAENPR Saguntinus Camerarius: in margin GH: no break indicated FGH.
2 Om. GH.
3 μὲν ἄρηται δια καθαιροῦντας F.
4 φίλων vGH.
5 Added by Köchly.
6 πλέον vGH.
7 ὅπλοις R.
8 Köchly: πῶς ἐνταῦθά τις ἢ F: πῶς ἐνταῦθα τῇ σῇ (τῆ σῆ GH) vGH: πῶς ἂν ἐνταῦθά τις ἢ Koraes: πῶς ἐνταῦθα τῷ νικᾶν τῇ φρονήσει K.
9 τοῦ F.
10 φιλοτίμως vGH.
11 ἐπιτραπτέον Rigaltius "ceteri codd. ut vid." A m2 GH.
12 τυχεῖν H.
13 Köchly: μάλιστα δ’ ἂν οὗτοί μοι δοκοῦσιν F: μάλιστα δ’ ἂν οὗτοί (οὕτοί G, οὗτοι H) μοι δοκοῦσιν ἁμαρτάνειν vGH.
14 τὸ F.
15 Köchly: σφισιν ὄλεθρος FC: σφισιν (σφίσιν G, σφῖσιν H) εἴη PGH Rigaltius "ceteri codd. ut vid."
16 ἄν μοι R.
17 ἀπώλειά ποτ’ F.
18 φίλων vGH.
20 ἢ ἐπὶ . . . ἡσυχάζειν om. R Camerarius.
21 ὑποδείκνυτο R.
22 επικνειμένων R.
23 ἅπαν vGH.
24 FGH: βούλεται P Rigaltius "ceteri codd. ut vid."
25 διαθῆναι FH.
26 φεύγουσιν R.
27 πράξεσιν vGH.
28 Köchly: χείρονα ἀεὶ vGH: χεῖρον εἰ F.
29 πεῖσαι F: πείσει vGH.
30 Köchly (after Camerarius): ἐπεὶ τοῖς γ’ F: ἐπεί τοί γε (τοι γε G) vGH: εἰ δὲ μή, τούς γε πλείστους Koraes.
31 περιεποιήσαντο F (corr. by a later hand) vGH.
32 περιεποιήσαντο . . . ἐλαττώμασι om. R.
33 περιέπεσον vGH: περιέπεσεν Köchly: ἢ γὰρ . . . περιέπεσε om. Camerarius.
34 τοῖς στρατηγοῖς vGH.
35 Köchly: ἐπίνοια νῖκαι κἀντιστρατηγήσεις F: ἐπινοίαι καὶ ἀντιστρατηγήσεις vGH.
36 θαυμασιώτεροι vGH.
37 γίγνωνται GH.
38 τοῖς εὖ vGH.
39 ἐπισημᾶναι v: ἐπισημάναι GHA m2: ἐπισημῆνα (?) C.
40 Om. F which also marks a break after προβουλεῦσαι.
41 ἐξηρτήμενοι P: ἐξηρτημένοι GH Rigaltius "ceteri codd. ut vid."
42 πολλάκις C.
43 ἐπείγονται Rigaltius.
44 ἐπιφερόμενοι vGH.
45 ἀλλὰ καὶ vGH.
46 οἱ μὲν στρατηγοὶ τὴν δύναμιν F.
47 παραλάττων GH.
48 FC: ἀπομαινόντων GH: ἀπομενόντων P.
49 Om. ἡ F.
50 Title om. F: in margin GH.
51 ἢ μὴ vGH.
52 Om. R.
53 εἰ καὶ κατὰ vGH.
54 FGH: ὑπέρβλητον P Rigaltius "ceteri codd. ut vid."
55 εἰσηνέγκατο vGH.
57 ἀνδρία ἀνδρᾶσαι τί F (ἀνδρείαι δρᾶσαι τὶ GH).
58 κρείττων Koraes.
59 FC: ταῖς ναύταις PGH Rigaltius "plerique codd." (Schwebel): om. ποιεῖν GH.
60 τοῦτο ποιεῖ στρατηγὸς·º εἰ vGH.
61 Köchly: ἢ τῶν ἀμεινόνων F: γὰρ τῶν ἀμεινόνων vGH: perhaps ἡ τῶν ἀμεινόνων can stand.
62 τὸ τὸν Koraes.
63 ἐκπαραβάλλεσθαι K: ἐκπαραβαλλέσθαι GH.
64 ψυχῇ (ψυχὴ corr. by marg. gloss misplaced at συμπάσης to ψυχῆ GH) τὸ τῆς vGH: ψυχῇ τοῦτο τῷ τῆς Köchly.
65 τοῦ σύμπαντος . . . τεθνήξεται om. ENPRV Camerarius.
66 Om. vGH.
67 ὥστε vGH.
68 FC: τῶν πολεμίων P Rigaltius Schwebel's MSS. GH.
69 εἴργασται P Rigaltius Schwebel's MSS.: ἥργασται GH: ἤργασται R.
70 Added by Köchly: καὶ del. Koraes.
71a 71b F indicates a break here.
72 ὑποφαίνειν vGH.
73 δὴ F.
74 ἐκκαλεῖται P Rigaltius "cet. codd. ut vid." GH.
75 Köchly: μηδὲ αὐτὸν (?) v: μηδεαυτὸν GH: μηδὲ αὐτὸν R: μηδ’ αὐτὸν F.
76 αἱ, ζεῖν σώζομεν οὐδὲ R.
77 FGH Saguntinus Camerarius: om. v.
78 φίλων vGH.
79 μέλλοντας ἀναπληροῦν τι RM (conjecture) Camerarius.
80 τὸν ἀνδραγαυθοῦντα GH. Title om. F without indication of break: at τῶν μὲν ἰδιωτῶν § 2 (or a little above GH) Ω: in margin GH.
81 πομπαῖς F.
82 C: χρηστὰ Ω.
83 ἐπαγγειλάμενος vGH.
84 F indicates a break here.
85 GEN: om. FvPH.
86 Köchly: καὶ τὰ παρ’ F: καὶ παρ’ Ω.
87 FENR: στρατηγικαῖς P Rigaltius GH"ceteri codd. ut vid."
88 ENR: πανοπλίας F: πανοπλίαις P Rigaltius GH "ceteri codd. ut vid."
89 λοχαγίαι τάξεων F: τάξεως vGH.
90 Om. vGH.
91 Del. von Rohden.
92 v indicates a break at this point (but not FGH).
93 FCEN: ἀριστεύουσι P: ‑σιν GH Rigaltius.
94 αἱ ἀμοιβαί τε καὶ vGH.
95 At this point GH indicate a break.
96 At this point F indicates a break: ἐνταῦθα vGH.
97 ἐκτείνειν vGH.
98 FGH: ἐπικαρδίαν P: ἐπὶ καρδίαν ENRV.
99 Om. vGH, reading ἐπιτρεπέτω δὲ.
100 ἁρπάζειν A m2.
101 ἢ F.
102 Köchly: ὅτε GH: ὅτι P Rigaltius "alii codd.": ἔτι DERN.
103 βουλεύειν . . . μάλιστα om. F.
104 Koraes: συνοίσει Ω.
105 θηρίου vGH.
106 ἡττωμένων F.
107 προνομὴν vGH.
108 Om. vGH.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
![]() Onasander |
![]() Ἀρχαία Στρατιωτική Ἱστορία |
![]() Στρατιωτικὴ Ἱστορία |
![]() Εἴσοδος |
||
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13