Short URL for this page:
bit.ly/OnasanderGL


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Κεφάλαια
ΛΕ´‑ΛΗ´

This webpage reproduces part of the
The General (Strategikos)

by
Onasander

(Loeb Classical Library edition, 1928)

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]
This site is not affiliated with the US Military Academy.

ΟΝΑΣΑΝΔΡΟΥ
ΣΤΡΑΤΗΓΙΚΟΣ

 p498  [link to English translation] XXXIX. α´. [Περὶ τοῦ τὸν στρατηγὸν ἐν γνώσει εἶναι τῆς τῶν ἄστρων​1 κινήσεως]2

1 Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας​3 νυκτερινὰς καταλήψεις τῶν πόλεων​4 οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν  p500 ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς.​5 2 ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην​6 ἄν τις​7 εὔκαιρον ὥραν νομίζῃ​8 τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων​9 ἢ φρουρᾷ​10 τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν​11 θάτερον συμβέβηκεν, ἤτοι​12 θᾶττον ἢ ἔδει προσπελάσαντα​13 τὸν τῶν πολεμίων στρατὸν​14 κατάφωρον​15 γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα​16 τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων​17 ἁνύσαι. 3 διόπερ χρὴ καὶ​18 τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν​19 ἐξοδεῦσαι δεῖ, καὶ τῶν​20 σταδίων καὶ τῆς ὥρας​21 στοχαζόμενον, ὅσον​22 εἰς τὴν​23a πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα,​24 πόσον​23b τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον,​25 ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα​26 ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν.

 p502  [link to English translation] β´. [Πῶς ἡμέρας αἱρειν χρὴ πόλιν]27

4 Εἰ δ’ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας​28 προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλ’ αἰφνιδίως​29 ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται​30 τοῦ στρατεύματος. 5 ἐπελθόντα δ’ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ​31 κατὰ προδοσίαν μέλλῃ​32 λαμβάνειν, ἀλλ’ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλ’ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα​33 εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δ’ ὅτ’ ἂν ὀλίγον εἶναι δοκῇ​34 τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον· 6 αἱ γὰρ​35 ἀπρόληπτοι​36 τῶν πολεμίων ἐπιφανείαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως,​37 ἄν γε συνθεωρήσωσιν​38 αὑτοὺς​39 καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν· οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερωτέρα τῶν χρονιζομένων εἶναι δοκεῖ. 7 διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν​40 ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.

 p504  [link to English translation] XL. [Περὶ πολιορκίας]41

1 Πολιορκία δὲ στρατιωτῶν​42 ἀνδρίαν​43 ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτ’ ἂν οἶ​44 κακοῦ τυγχάνει γινώσκῃ, τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον·​45 2 ὁ μὲν​46 γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότ’ ἂν αὐτῷ​47 δόξῃ,​48 ὁ δ’ ἐν αὐτῷ τῷ κινδυνεύειν​49 ὑπάρχων ζητεῖ φθάσας​50 δρᾶσαι,​51 ὁπότ’ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον. 3 καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.

[link to English translation] XLI. [Περὶ τοῦ ἔχειν ἐνέδρας τὸν πολιορκοῦντα πρὸ τῶν πυλῶν]52

1 Ἥκιστα δ’ ἂν τοῦτο τολμήσαιεν,​53 εἰ παρὰ πύλαις​54 καὶ πυλίσι μικραῖς λόχους ὁ πολιορκῶν  p506 προκαθίσῃ​55 στρατηγὸς τοὺς τὰς αἰφνιδίους ἐκδρομὰς τῶν πολεμίων​56 ἀποκωλύσοντας, ἐπεὶ κἂν πολλάκις λάθοιεν ἐπιθέμενοι τοῖς ἐκτός. 2 χρήσιμοι δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσβολαί· τοῖς γὰρ ἔνδον οὐ δυναμένοις ὁρᾶν τὰ γιγνόμενα​57 διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλεπωτέραν ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων, ὅθεν ταραχαί τε​58 καὶ θόρυβοι γίγνονται οὐδενὸς​59 δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται​60 λεγόντων, οὔθ’ ὅπῃ​61 προσβαλοῦσιν​62 εἰδέναι δυναμένων, οὔθ’ ὁπόσοι,​63 οὔθ’ ὁποίοις μέρεσι,​64 διαδρομαὶ δὲ δεῦρο κἀκεῖσε καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον.

[link to English translation] XLII. α´. [Περὶ τοῦ ὅτι ὁ​65 φόβος ψευδὴς μάντις​66 ἐστίν]67

1 Ὁ γὰρ φόβος ψευδὴς μάντις, ἃ δέδοικε, ταῦτ’ οἰήσεται καὶ γίγνεσθαι, καὶ πᾶν τὸ ἐν νυκτί, κἂν μικρὸν ᾖ, φοβερώτερον τοῖς πολιορκουμένοις· οὐδεὶς γάρ, ὃ βλέπει, λέγει διὰ τὸ σκότος, ἀλλὰ πᾶς, ὃ ἀκούει· καὶ ἑνός που φανέντος ἢ δυεῖν​68 ἐπὶ τείχους πολεμίων τὸ πᾶν ἤδη στράτευμα τῶν τειχῶν ἐπιβεβηκέναι δόξαντες ἀπετράπησαν,​69 ἐρήμους καταλιπόντες ἐπάλξεις καὶ πύλας.70

 p508  [link to English translation] β´. [Ὅτι αὐτὸν χρὴ παράδειγμα τὸν στρατηγὸν γίγνεσθαι τοῖς στρατιώταις]71

2 Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι σπεύδοι, μὴ ὀκνείτω​72 πρῶτος αὐτὸς ὀφθῆναι ποιῶν· οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ τῶν σεμνοτέρων διατροπαῖς· ἰδὼν γάρ​73 τις τὸν ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν ἔμαθε​74 καὶ μὴ ποιεῖν ᾐδέσθη​75 καὶ ἀπειθεῖν ἐφοβήθη· καὶ οὐκ ἔθ’ ὡς δοῦλον ἐπιταττόμενον διετέθη τὸ πλῆθος, ἀλλ’ ὡς ἐξ ἴσου​76 παρακαλούμενον διετράπη.

[link to English translation] γ´. [Περὶ πολιορκητηρίων μηχανημάτων]77

3 Πολλῶν δὲ καὶ ποικίλων ἐκ τῶν μηχανῶν​78 πολιορκητηρίων χρήσεται κατὰ δύναμιν​79 ὁ στρατηγός. οὐ γὰρ ἐπ’ ἐμοὶ τὸ λέγειν,​80 ὅτι δεῖ κριοὺς ἔχειν​81 ἢ​82 ἑλεπόλεις ἢ σαμβύκας ἢ πύργους ὑποτρόχους​83 ἢ χελώνας χωστρίδας ἢ καταπέλτας· τῆς γὰρ τῶν πολεμούντων τύχης καὶ πλούτου καὶ δυνάμεως ἴδια ταῦτα καὶ τῆς​84 τῶν ἑπομένων ἀρχιτεκτόνων​85 ἐπινοίας​86 εἰς τὰς  p510 ὀργανικὰς κατασκευάς.​87 4 στρατηγοῦ δ’ ἰδίας ἀγχινοίας ἔργον τοιόνδε​88 ἂν εἴη, εἰ​89 βούλοιτο προσβάλλειν​90 μηχανάς· καθ’ ἓν μὲν ἀποχρήσθω μέρος τοῖς ἔργοις αὐτοῖς — οὐδὲ γὰρ ἄλλως​91 ἄν τις εὐπορήσειεν ἐν​92 κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι μηχανάς,​93 εἰ μὴ πάνυ μικρὰ πόλις εἴη —, εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ τὰ ἄλλα​94 τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας προσφέρειν· οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι πολλὴν ἐμπίπτουσιν· 5 ἄν τε γὰρ ἀμελήσαντες τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς προσβολὰς​95 τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς αὐτοὺς ἐπιβοηθήσωσι​96 κατὰ μέρη, σφοδροτέρας ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν ὀργάνων οἱ καταλειφθέντες​97 οὐδὲ​98 μάχεσθαι τούτοις τολμήσαντες​99 ἀδυνατήσουσι τὸ ἐπιφερόμενον κακὸν ἀποκρούεσθαι. 6 διόπερ καθάπερ​100 ἀγαθὸν παλαιστὴν​101 προδεικνύειν μὲν καὶ​102 σκιάζειν​103 εἰς πολλὰ μέρη δεῖ περισπῶντα καὶ ἐπισφάλλοντα​104 δεῦρο κἀκεῖσε​105 πρὸς πολλὰ τοὺς ἀντιπάλους, ἑνὸς δὲ ζητεῖν ἐγκρατῶς λαβόμενον ἀνατρέψαι​106 τὸ πᾶν​107 σῶμα τῆς πόλεως.

[link to English translation]  p512  δ´. [Πῶς χρὴ διατελεῖν ἐπείγοντα τὰ τῆς πολιορκίας]108

7 Εἰ δ’ ἐν τάχει σπεύδοι​109 τις ἐξελεῖν φρούριον ἢ πόλιν ἢ χάρακα καὶ αὐτῷ κάμνοι ἡ δύναμις​110 μηδὲ μίαν ὥραν ἀποστῆναι βουλομένῳ τῶν ἐρυμάτων, εἰς τάγματα διελὼν τὸ στράτευμα, ὅσ’​111 ἂν ἱκανὰ εἶναί οἱ​112 δοκῇ κατὰ τὴν ἀναλογίαν τοῦ​113 πλήθους καὶ κατὰ τὸ μέγεθος τῆς πολιορκουμένης πόλεως, νυκτὸς ἀρξάμενος εὐθὺς τῷ μὲν πρώτῳ προσβαλλέτω​114 τάγματι τῷ δευτέρῳ κελεύσας​115 ἐφεδρεύειν καὶ ἑτοίμῳ​116 εἶναι, τῷ δὲ τρίτῳ καὶ τετάρτῳ, καὶ εἰ τύχοι πέμπτον ὄν, παραγγελλέτω​117 τρέπεσθαι κατὰ κοῖτον· 8 εἶτα, ὅταν τῷ πρώτῳ καταπειράσῃ​118 τινα χρόνον, τούτους μὲν ἀνακαλεσάμενος ἀποπεμπέτω κοιμησομένους, σημαινέτω δὲ τῷ δευτέρῳ προϊέναι τοῦ χάρακος, ὁ δὲ τρίτος ταγματάρχης ἀναστήσας ἐν τούτῳ καθοπλιζέτω τὸ ὑφ’ ἑαυτὸν τάγμα· 9 καὶ μετὰ​119 τοὺς δευτέρους τὴν ἴσην ὥραν τοῖς πρώτοις ἀγωνίζεσθαι​120 ἄξει​121 τὸ τρίτον, κοιμάσθω​122 δὲ τὸ δεύτερον τάγμα,​123 μετὰ τοῦτο δ’ αὖ τὸ​124 τέταρτον, εἶθ’ ἑξῆς τὸ πέμπτον, ἐν μέρει τῶν στρατιωτῶν ἀναπαυομένων. 10 ὁμοίως δ’ ἐπισυναπτούσης τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες​125 ἕωθεν πάλιν πρῶτοι​126 προσαγόντων· εἶθ’ ὥρας,​127 εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες, εἰ δὲ πέντε, δυσὶν​128 ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ  p514 τέτταρα,​129 τρεῖς, εἰ δὲ τρία,​130 τέτταρας,​131 ἀπιόντες ἀριστοποιείσθων,​132 ἑξῆς δ’ οἱ μετ’ αὐτοὺς καὶ πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε κύκλον​133 τινὰ περιάγεσθαι. 11 τούτου γὰρ συμβαίνοντος ἀμφότερα ἂν γίγνοιτο. καὶ αἱ​134 προσβολαὶ καὶ νύκτωρ καὶ μέθ’ ἡμέραν ἀδιάλειπτοι προσαχθήσονται, καὶ οἱ προσβάλλοντες ἀκμῆτες καὶ νεαροὶ τὰς ἀναπαύσεις ἐν μέρει ποιούμενοι μαχοῦνται. 12 τοὺς μέντοι πολιορκουμένους, μηδ’ ἂν πάνυ πολλοὶ τυγχάνωσιν,​135 οἰέσθω τις τὸ αὐτὸ στρατήγημα ἀντεισοίσεσθαι·​136 τὸ γὰρ κινδυνεῦον, οὐδ’ ἂν ἐπιτρέπῃ τις, ὕπνῳ χαρίζεσθαι​137 βούλεται· φόβῳ γὰρ τῷ δεινοῦ, παρ’ ὃν ἀναπαύεται χρόνον, ὡς​138 ἁλωσομένης τῆς​139 πόλεως ἐγρήγορε· καὶ τὸ πολιορκούμενον, κἂν​140 ὀλίγον ᾖ τὸ πολιορκοῦν αὐτό, πασσυδὶ​141 προσαμύνει, καὶ πᾶν ὅσον ἐντειχίδιόν ἐστι κεκίνηται, ὅτι καὶ τὸ μέλλον φοβερώτερον, ὡς, εἰ​142 παρὰ μικρὸν ἀμελήσαιεν, ἀπολούμενοι πάντες. 13 ὅθεν δὴ​143 πᾶσα ἀνάγκη τρυχομένους αὐτοὺς καὶ μηδὲ μίαν ὥραν ἀνάπαυλαν ἴσχοντας, ἀλλὰ καὶ​144 ἀγρυπνίαις​145 καὶ πόνοις κάμνοντας, εἶτα καὶ πρὸς τὰ​146 μέλλοντα τεταλαιπωρηκότας​147 ἀσθενέστερον τοῖς σφετέροις προσαμύνειν ἢ τοὺς δεησομένους καὶ παραδώσοντας τὴν πόλιν ἐκπέμπειν.

 p516  [link to English translation] ε´. [Πῶς χρὴ τὸν στρατηγὸν ἀναπαύεσθαι]148

14 Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις,​149 ἐξ ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος ἑστὼς​150 ἐπὶ τοῖς αὐτοῖς ἔργοις;​151 οὐ δῆτα· ἀλλὰ παρ’ ὃν ἀναπαύεται χρόνον — οὕτος​152 δ’ ὀλίγος​153 ἔστω καὶ σύντομος —,​154 ἕνα τῶν​155 ἐν δόξῃ πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα​156 τῶν καὶ τὰ δευτέρα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων ἐπιστησάτω τοῖς ἔργοις.157

[link to English translation] ϛ´. [Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα εἶναι πολλάκις εὐάλωτα γίγνεται]158

15 Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως​159 εἶναι κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα​160 τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν​161 ἔδωκε τοῖς πολιορκοῦσιν ἀφορμὰς μείζονας​162 εἰς τὸ νικᾶν· εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα​163 τῶν πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι στρατιωτῶν.​164 16 ἔνθα στρατηγὸς ἀγαθὸς ἐνόησεν ὃ δεῖ​165 ποιῆσαι, καί τινας τῶν εὐτολμοτάτων​166 παρακαλέσας ἐπαγγελίαις καὶ τιμαῖς ὀλίγους,​167 οἷς  p518 ῥᾷον ἀναβαίνειν​168 εἴτε δι’ αὐτῆς τῆς δυσχωρίας,​169 εἴτε διὰ κλιμάκων, ἐκράτησε τῆς πράξεως​170 ὑποκαταβάντες​171 γὰρ ἐντὸς τείχους​172 ἢ πυλίδα διέκοψαν ἢ πύλην ἀνέῳξαν.

[link to English translation] ζ´. [Περὶ τῆς ἀπὸ τῶν σαλπίγγων ὠφελείας]173

17 Μέγα δ’ ἂν ὀνήσειε καί τι​174 τοιόνδε συνεπινοηθέν, εἰ καὶ σαλπιγκτὰς οἱ φθάσαντες ἐπιβῆναι τοῦ τείχους ἀνιμήσαιεν·​175 ἀκουσθεῖσα γὰρ πολεμία σάλπιγξ ἀπὸ τειχῶν ἐν νυκτὶ πολλὴν ἔκπληξιν ἐπιφέρει τοῖς πολιορκουμένοις ὡς ἤδη κατὰ κράτος ἑαλωκόσιν, ὥστε τὰς πύλας καὶ τὰς ἐπάλξεις ἀπολιπόντας φεύγειν· ὅθεν δήπου συμβαίνει γίγνεσθαι τοῖς ἔξω στρατιώτας ῥᾳδίαν τήν τε τῶν πυλῶν ἐκκοπὴν καὶ τὴν ἐπὶ τὰ τείχη διὰ τῶν κλιμάκων ἀνάβασιν, οὐδενὸς ἔτι τῶν πολεμίων ἀπείργοντος· οὕτως που δυνατὸν ἑνὶ καὶ ἀνόπλῳ σαλπιγκτῇ​176 πόλιν ἁλῶναι.

[link to English translation] η´. [Τί χρὴ ποιεῖν τὸν στρατηγὸν μετὰ τὸ ἑλεῖν τὴν πόλιν]177

18 Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι​178 πλήθει τε καὶ δυνάμει πόλιν ἐρρωμένως​179 ἑλὼν εἰς φόβον ἢ ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ  p520 συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται​180 τοὺς​181 ἐπεισπίπτοντας​182 ἢ τὰ μετέωρα καταλαμβανόμενοι​183 καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν​184 ἐπὶ πολὺ κακώσοντες​185 τοὺς πολεμίους, κηρυττέτω τοὺς ἀνόπλους μὴ κτεῖναι. 19 ἕως​186 γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι​187 καὶ δρᾶν, πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ μὴ​188 δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν,​189 ἔνθεν αὖθις εἰς πόνον​190 καὶ ταλαιπωρίαν κατέστησαν​191 τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν . . .​192 ἢ καὶ πολυχρονιωτέραν, ἔστιν δ’ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν. 20 εἰ δὲ διαβοηθείη τόδε​193 τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι· τῶν τε γὰρ βουλομένων δι’ ὀργῆς​194 ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ​195 ταῦτα​196 φρονῇ,​197 ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται​198 τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ,​199 σπεύδειν ἀποτιθέμενον200  p522 — οἱ γὰρ ὀξεῖς​201 καιροὶ τὴν​202a κοινὴν​203 γνώμην φανερὰν οὐκ ἔωσι​204 γίγνεσθαι —, οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ​205 μὴ γνώμῃ, ἀλλ’​206 ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ​207 λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν. 21 οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει·​208 στρατιωτῶν δὲ θάνατος ἐν μὲν​202b μάχαις εὐπαραμύθητος​209 — δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνης τε​210 μᾶλλον​211 ἢ ἀνδρίας​212 μαρτύριον·​213 22 εἰ μέντοι​214 μνησικάκως ἔχοι​215 τοῖς ἡττημένοις​216 στρατηγός, μὴ παρὰ τούτοις​217 οἰέσθω τι​218 φέρεσθαι βλάβος,​219 ὅτι τοὺς​220 ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι·​221 σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον​222 ἔχων, τί​223 χρὴ διαθεῖναι​224 τοὺς ἑαλωκότας.

 p524  [link to English translation] θ´. [Τὸν λιμῷ μέλλοντα πόλιν αἱρήσειν τοὺς κατὰ τὴν χώραν ἀσθενεῖς εἰς αὐτὴν χρὴ πέμπειν]225

23 Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ πιέσας​226 τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς χώρας ἔτι​227 καταλάβῃ σώματα, τούτων τὰ μὲν ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ,​228 διαθέσθω, γύναια δὲ καὶ παιδάρια​229 καὶ ἀσθενεῖς ἀνθρώπους καὶ γεγηρακότας ἑκὼν​230 εἰς τὴν πόλιν ἀποπεμπέτω· ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται,​231 τὰς δὲ παρεσκευασμένας​232 τοῖς​233 ἔνδον τροφὰς​234 θᾶττον συναναλώσει,​235 καὶ πολεμίων μᾶλλον ἢ φιλίων ἐφέξει​236 τρόπον.237

[link to English translation] ι´. [Ὁποῖον εἶναι χρὴ τὸν στρατηγὸν μετὰ τὴν νίκην]238

24 Εἰ δέ τῷ​239 πάντα κατὰ δαίμονα καὶ νοῦν χωρήσειεν, ὥστε τοῖς ὅλοις ἐπιθεῖναι τοῦ πολέμου πράγμασι τέλος, ἔστω μὴ βαρὺς ἐπὶ ταῖς εὐπραγίαις, ἀλλ’ εὔφορτος,​240 μηδὲ τῦφον ἀπήνη περιφέρων, ἀλλ’ εὐμένειαν προσφιλῆ ἔχων· ὁ​241 μὲν242  p526 γὰρ φθόνον ἐγέννησε,​243 αὕτη​244 δὲ ζῆλον ἐπεσπάσατο.​245 25 φθόνος μὲν οὖν ἐστιν ὀδύνη τῶν πρὸς τοὺς​246 πέλας ἀγαθῶν, ζῆλος δὲ μίμησις τῶν παρ’ ἄλλοις​247 καλῶν, τοσοῦτόν τε​248 διενήνοχεν ἀλλήλων, ὥστε τὸ μὲν φθονεῖν​249 εὐχὴν εἶναι τοῦ καὶ παρ’ ἄλλῳ τι καλὸν μὴ εἶναι, τὸ δὲ ζηλοῦν ἐπιθυμίαν τῆς τῶν ἴσων κτήσεως. 26 ἀνὴρ οὖν ἀγαθὸς οὐ μόνον πατρίδος τε καὶ στρατιωτικοῦ πλήθους ἄριστος ἡγεμών, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν εἰς αἰεὶ​250 εὐδοξίας ἀκινδύνου​251 οὐκ ἀνόητος στρατηγός.252


The Loeb Editor's Notes:

1 τῆς ἀστρώου P: τοῦ ἄστρου Schwebel.

[decorative delimiter]

2 Title om. FENR: in margin but mostly ilgv in photographs GH.

[decorative delimiter]

3 FENRGH: προδοσία P: προδοσίᾳ Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

4 Schwebel following Camerarius: τῶν πολέμων F: τῶν πολεμίων PGH "ceteri codd. ut vid." Saguntinus.

[decorative delimiter]

5 ἐπιβουλὰς GH "libri scripti tantum non omnes" (Schwebel).

[decorative delimiter]

6 ὁποστὴν F (corr. ABGH: ὅπως τὴν Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

7 Om. K Koraes.

[decorative delimiter]

8 νομίζει GH.

[decorative delimiter]

9 FGH: ἀντιπαραταττόντων Rigaltius Am2 "ceteri codd. ut vid."

[decorative delimiter]

10 φρουρὰ R.

[decorative delimiter]

11 FCKGH (κἀπὶ v: καπι δυεῖν GH): κἄπειτα δυοῖν Koraes: κἀπιδυεῖν Rigaltius: κἀπιδυοῖν EN: κἀπὶ δυοῖν R Schwebel.

[decorative delimiter]

12 εἴτε V (εἶτε GH).

[decorative delimiter]

13 προσπερὰς R: πρὸς πύλας suggested by Köchly.

[decorative delimiter]

14 τῷ . . . στρατηγῷ vGH.

[decorative delimiter]

15 κατάφορον F m1 corr. m2.

[decorative delimiter]

16 FR: ὑστερήσαντας GH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

17 προειρημένων R.

[decorative delimiter]

18 FGR: om. v.

[decorative delimiter]

19 ὅσον vGH: ὅσων K Koraes.

[decorative delimiter]

20 καὶ τῶν added by Köchly.

[decorative delimiter]

21 τὴν ὤραν vGH.

[decorative delimiter]

22 ὅσην vGH.

[decorative delimiter]

23a 23b Om. vGH.

[decorative delimiter]

24 ὁρῶν F.

[decorative delimiter]

25 FC: συλλογισάμενος PGH Αm2 Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

26 Köchly: προσιόντας Ω.

[decorative delimiter]

27 Koraes without MS. authority: Saguntinus alone indicates a heading with the words "De urbe interdiu occupanda."

[decorative delimiter]

28 Om. R.

[decorative delimiter]

29 αἰφνιδίοις F: Köchly suggests αἰφνίδιος.

[decorative delimiter]

30 γίγνηται vGH.

[decorative delimiter]

31 κἂν μὴ om. F.

[decorative delimiter]

32 μέλλει GH.

[decorative delimiter]

33 προβάλλειν τα F: προβάλλοντα P.

[decorative delimiter]

34 δοκεῖ GHR.

[decorative delimiter]

35 αἵ γε F.

[decorative delimiter]

36 ἀπρόσληπτοι vGH.

[decorative delimiter]

37 ὡς vGH.

[decorative delimiter]

38 συνθεωρήσουσιν PGH.

[decorative delimiter]

39 Köchly: αὐτοὺς Ω.

[decorative delimiter]

40 ὑπέταξεν PGH.

[decorative delimiter]

41 Om. F without indication of break ENRM (G imperfect here) Camerarius: in margin H (margin of G patched) without indication of break.

[decorative delimiter]

42 Köchly: στρατηγῶν Ω.

[decorative delimiter]

43 ἀνδρείαν GH.

[decorative delimiter]

44 FGH: εἰ EN: ὅ, τι R.

[decorative delimiter]

45 ἐπιβουλευόμενον DPGH Am2 Rigaltius "ceteri codd. ut vid.": ἐπιβουλεῦον G m2.

[decorative delimiter]

46 ὁ μὲν om. DPGH Am2 Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

47 αὐτὸ R.

[decorative delimiter]

48 δόξει PGH.

[decorative delimiter]

49 τὸ κινδυνεῦον R.

[decorative delimiter]

50 Köchly: φθάσαι Ω.

[decorative delimiter]

51 FPGH (δρᾶσαι GH): καί τι δρᾶσαι v: ἢ δρᾶσαι K: δρᾶσαί τι Köchly.

[decorative delimiter]

52 Title om. F: without indication of break AENR Saguntinus Camerarius: in margin without break GH.

[decorative delimiter]

53 τολμήσειν R (τολμήσειεν Am2.

[decorative delimiter]

54 ταῖς πύλαις vGH.

[decorative delimiter]

55 προκαθίσας F.

[decorative delimiter]

56 F: πόλεων PGH — nothing known about other MSS.

[decorative delimiter]

57 γινόμενα GH.

[decorative delimiter]

58 Om. vGH.

[decorative delimiter]

59 μηδενὸς von Rohden.

[decorative delimiter]

60 γίνεσθαι (om. ὡςv: γίγνεσθαι (om. ὡςGH Koraes.

[decorative delimiter]

61 GH (οὔθ’ ὅπη): οὐ τὸ πῆ F: οὔθ’ ὁτη P: οὔθ’ ὅτι Rigaltius "alii codd. ut vid."

[decorative delimiter]

62 προσβάλλουσιν P Rigaltius "alii codd. ut vid.": πρὸς βάλλουσιν GH.

[decorative delimiter]

63 ὡς . . . ὁπόσοι om. R Camerarius: οὔθ’ ὁπόσοι vGH.

[decorative delimiter]

64 Köchly: κλίμασι Fv: κλίμασιν GH: κλήμασι EKN: κλίμαξι Saguntinus.

[decorative delimiter]

65 Om. Köchly.

[decorative delimiter]

66 μάντης A.

[decorative delimiter]

67 Title om. FPVGH: without indication of even a break FGH.

[decorative delimiter]

68 δυοῖν v: δοιεῖν GH.

[decorative delimiter]

69 ἀνετράπησαν vGH.

[decorative delimiter]

70 FC: πόλεις vG: πόλις H.

[decorative delimiter]

71 Koraes apparently without MS. authority: FGH do not indicate even a break (the same holds for all the sub-titles in Ch. xlii): "Imperator suo exemplo milites provocat" Rigaltius Schwebel.

[decorative delimiter]

72 FC: μὴ om. vGH: κινείτω vGH: κινεῖτο Am2.

[decorative delimiter]

73 δέ vGH.

[decorative delimiter]

74 ἔμασθαι Am2.

[decorative delimiter]

75 ἠδέσθαι R Am2.

[decorative delimiter]

76 ἐπίσου vGH: ἐπίσον Am2.

[decorative delimiter]

77 Koraes (see on sub-title to § 2): "De machinis ad oppugnationem" Rigaltius Schwebel.

[decorative delimiter]

78 ὄντων μηχανημάτων vGH.

[decorative delimiter]

79 τοῖς κατὰ δύναμιν vGH.

[decorative delimiter]

80 Om. R.

[decorative delimiter]

81 C: om. FvPGH.

[decorative delimiter]

82 καὶ vGH.

[decorative delimiter]

83 ἢ ὑποτρόχους GHENP "alii codd. ut vid."

[decorative delimiter]

84 FGH: τοῖς Rigaltius "et alii codd. ut vid."

[decorative delimiter]

85 ἀρχιτεκτονιῶν PGH: ἀρχιτεκτονικῶν v.

[decorative delimiter]

86 ἐπινοίαθ’ F.

[decorative delimiter]

87 F indicates a break here.

[decorative delimiter]

88 τοιόνδ’ Köchly.

[decorative delimiter]

89 εἴγε vGH.

[decorative delimiter]

90 προβάλλειν GH Am2 Rigaltius and MSS. "tantum non omnes" (Schwebel).

[decorative delimiter]

91 FR: ἄλλος PGH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

92 Köchly: εὐπορήσει ἐν F: εὐπορήσειεν GH: εὐπορήσειε v: ἀπορήσειε R.

[decorative delimiter]

93 περιστῆναι μηχαναῖς GHP "alii codd. ut vid.": περιθεῖναι μηχαναῖς Am2: περιθῆναι μηχαναῖς DENR.

[decorative delimiter]

94 Köchly (except that he read τἄλλα): καὶ κατὰ τὰ ἄλλα FC: καὶ τὰ ἄλλα PGH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

95 προβολὰς FGHR.

[decorative delimiter]

96 ἐπί τι βοηθήσωσι vGH.

[decorative delimiter]

97 καταληφθέντας F.

[decorative delimiter]

98 ὧδε vGH.

[decorative delimiter]

99 Supplied by Köchly, who suggests also θαρροῦντες.

[decorative delimiter]

100 ὡς v: om. PGH.

[decorative delimiter]

101 παλαιστεῖν H.

[decorative delimiter]

102 Om. P.

[decorative delimiter]

103 FCDGH: σκευάζειν v: σκεδάζειν Koraes.

[decorative delimiter]

104 περισφάλλοντα Koraes.

[decorative delimiter]

105 κακεῖσαι GH.

[decorative delimiter]

106 FD: ἀναστρέψαι PGH Rigaltius Schwebel "ceteri codd. ut vid."

[decorative delimiter]

107 FGH: om. v: πᾶν τὸ Koraes.

[decorative delimiter]

108 See note on title before § 2: "Quomodo oppugnatio acriter urgendo continuari possit" Rigaltius Schwebel.

[decorative delimiter]

109 FGH: σπεύδει v.

[decorative delimiter]

110 ἡ δύναμις αὐτῷ κάμνοι von Rohden.

[decorative delimiter]

111 Koraes, comparing Leo, Tactica, XV.16: ὅτ’ Ω.

[decorative delimiter]

112 ϊκανὰ εἶ | ναίοι F corr. B: om. οἱ vGH.

[decorative delimiter]

113 αὐτοῦ Am2.

[decorative delimiter]

114 προβαλλέτω vGH Rigaltius Am2 "ceteri codd. ut vid."

[decorative delimiter]

115 κελεῦσαι F.

[decorative delimiter]

116 τὸ δεύτερον . . . ἕτοιμον von Rohden.

[decorative delimiter]

117 παραγγελέτω GH.

[decorative delimiter]

118 κατὰ πείρας ἦ F.

[decorative delimiter]

119 μετὰ τὸ vGH.

[decorative delimiter]

120 ἀγωνίσασθαι Koraes.

[decorative delimiter]

121 ἕξει F: τάξει von Rohden.

[decorative delimiter]

122 κοιμᾶσθαι vGH.

[decorative delimiter]

123 Om. FGH.

[decorative delimiter]

124 δ’ αὐτὸ F: δὲ αὖ τὸ vGH.

[decorative delimiter]

125 προσβάλλοντες vGH.

[decorative delimiter]

126 πρῶτοι πάλιν vGH (πρώτοι GH): τῇ νυκτὶ . . . πρῶτοι om. R Camerarius.

[decorative delimiter]

127 ὁρᾷς F.

[decorative delimiter]

128 δυοῖν v: δοιεῖν GH.

[decorative delimiter]

129 τέτρα GH.

[decorative delimiter]

130 FGH: τρεῖς v.

[decorative delimiter]

131 τέτταρες R.

[decorative delimiter]

132 ἀριστοποιείσθωσαν vGH.

[decorative delimiter]

133 FCR: κύκλῳ vGH (κύκλω GH): κύκλῳ τινὶ Schwebel Koraes.

[decorative delimiter]

134 FGH: om. v.

[decorative delimiter]

135 τυγχάνουσι P: σιν GH.

[decorative delimiter]

136 τῷ αὐτῷ στρατηγήματι ἀντιτάσσεσθαι vGH Am2.

[decorative delimiter]

137 Om. τὸ γὰρ . . . χαρίζεσθαι H.

[decorative delimiter]

138 Om. F.

[decorative delimiter]

139 Om. vGH.

[decorative delimiter]

140 καὶ P Am2.

[decorative delimiter]

141 πάσῃ σπουδῇ v (πάση σπουδῆ GH).

[decorative delimiter]

142 ὡσεί R.

[decorative delimiter]

143 δεῖ PGH Rigaltius "alii codd. ut vid."

[decorative delimiter]

144 καὶ γ’ F.

[decorative delimiter]

145 ἀγρυπνοίαις GH.

[decorative delimiter]

146 Köchly: εἰ καὶ τὰ πρὸς τὰ F: ἢ καὶ πρὸς τὰ vGH (εἶτα πρὸς τὰ B).

[decorative delimiter]

147 τεταλεπωρηκότας G: κοτάς H.

[decorative delimiter]

148 See note on title before § 2: "Quo pacto imperator quiescere a laboribus aliquando possit" Rigaltius Schwebel.

[decorative delimiter]

149 τίς corr. τινὲς (?) G.

[decorative delimiter]

150 ἔστω vGH.

[decorative delimiter]

151 καὶ μόνος ἄγρυπνος ἔσται ἐπὶ τοσούτοις ἔργοις Koraes.

[decorative delimiter]

152 οὕτως F.

[decorative delimiter]

153 ὁ λόγος R Am2.

[decorative delimiter]

154 οὐ . . . σύντομος om. Camerarius.

[decorative delimiter]

155 ἐν αὐτῶ· F: ἕνα τῶν αὐτῷ Köchly suggests.

[decorative delimiter]

156 ἡγεμόνων vGH.

[decorative delimiter]

157 τοῖς ἔργοις ἐνίοτε δὲ κτλ. F.

[decorative delimiter]

158 See note on title before § 2: "Loca quae obsessi inaccessa existimant obsidentibus saepenumero prodesse," Rigaltius Schwebel.

[decorative delimiter]

159 τῆς πόλεως vGH.

[decorative delimiter]

160 ὀχυρώτερα vGH (ὁχ GH).

[decorative delimiter]

161 F indicates a break here.

[decorative delimiter]

162 μείζους vGH Köchly.

[decorative delimiter]

163 FC: ποιοῦντα ENPGH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

164 παραγνυπνεῖσθαι στρατειωτῶν H.

[decorative delimiter]

165 FENR: δὴ GH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

166 εὐτολμωτάτων GH.

[decorative delimiter]

167 FGH (ὁλ GH): ὀλίγαις ENR Am2 Camerarius.

[decorative delimiter]

168 FC: ἅμα βαίνειν ENPGH Rigaltius Am2.

[decorative delimiter]

169 F Leo, Tactica, XV.20: διά τινος βιαίας ἀναβάσεως (but a little later Leo uses the expression διὰ τῆς δυσχερείας ἐκείνης): δυσχερείας vGH: δυσχερίας Am2.

[decorative delimiter]

170 Köchly suggests πάσης πόλεως.

[decorative delimiter]

171 FGH: ὑποβάντες v.

[decorative delimiter]

172 FGH: τοῦ τείχους v.

[decorative delimiter]

173 See note on title before § 2: "Quid valeat tubicinis opera in expugnatione" Rigaltius Schwebel.

[decorative delimiter]

174 FGH: καί τοι v.

[decorative delimiter]

175 ἀνιμήσαιεν corr. to καθιμήσαιεν (?) by early, perhaps contemporary, hand in F.

[decorative delimiter]

176 σαλπικτῆ GH.

[decorative delimiter]

177 See note on title before § 2: "Quid debeat agere imperator in urbem expugnatam invadendo" Rigaltius Schwebel. A break here is indicated in GH.

[decorative delimiter]

178 ἐπὶ v (ἔπι GH).

[decorative delimiter]

179 ἐρρωμένην F.

[decorative delimiter]

180 ἀμύνοιντο vGH: ἀμύνοιτο Am2.

[decorative delimiter]

181 τὰς GH: τοῖς Am2.

[decorative delimiter]

182 ἐπιπίπτοντας vGH.

[decorative delimiter]

183 καταλαβόμενοι Koraes.

[decorative delimiter]

184 CGH (B): ἀντ’ ἐπίοιεν F: ἀντεπίνοιεν P Rigaltius "alii codd. ut vid.": ἀντεπιτείνοιεν R.

[decorative delimiter]

185 κακώσαντες v (κακῶσαντες GH).

[decorative delimiter]

186 Köchly: ὡς F:  ENGH Rigaltius "alii codd. ut vid.":  Schwebel Koraes.

[decorative delimiter]

187 ἀλλό τι G: ἄλλό τι H Am2: ἄλλοτι Rigaltius "ceteri codd. ut vid.": ἄλλο τι Koraes.

[decorative delimiter]

188 Köchly: ἢ μὴ vGH: καὶ μὴ (om. F.

[decorative delimiter]

189 FC: κατηλείθησαν GH: κατηυλίσθησαν ENR: κατηλίσθησαν P Rigaltius "alii codd. ut vid."

[decorative delimiter]

190 πόσον Am2.

[decorative delimiter]

191 Koraes: κατεστήσαντο Ω.

[decorative delimiter]

192 Schwebel noted the lacuna here: καὶ om. K. Koraes suggested that ἢ καὶ be deleted, Köchly suggests οὐχ ἥττονα.

[decorative delimiter]

193 Om. vGH.

[decorative delimiter]

194 εἷς R Am2 for δι ὀργῆς.

[decorative delimiter]

195 αὑτῷ v: αὐτῷ GH (ἑαυτῶ F).

[decorative delimiter]

196 ταῦτα Fv: ταυτὰ C: τ’ αὐτὰ GH.

[decorative delimiter]

197 Schwebel: φρονεῖ FP "omnes codd. ut vid." (φρονεὶ GH).

[decorative delimiter]

198 βούλονται GH.

[decorative delimiter]

199 ληφθῆ F: λειφθείη vGH.

[decorative delimiter]

200 Köchly von Rohden: σπευδειν ἀποτιθέμενοι F: σπεύδειν ἀποτίθεσθαι vGH.

[decorative delimiter]

201 "οἱ γὰρ ὀξεῖς etc.] desunt in LR" Rigaltius. He means probably οἱ . . . σώζεσθαι, words which he brackets in the text.

[decorative delimiter]

202a 202b Om. vGH.

[decorative delimiter]

203 καινὴν vGH: καὶ τὴν Koraes.

[decorative delimiter]

204 οὐκ ἐῶσι (ἐῶσιν GH) φανερὰν vGH.

[decorative delimiter]

205 κἂν v: κὰν GH for εἰ καὶ.

[decorative delimiter]

206 Added by Köchly.

[decorative delimiter]

207 FGH: om. v.

[decorative delimiter]

208 Köchly: τοὺς ῥίπτειν αὐτὰ βουλομένους φυλάττειν ἀναγκάζει F: τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν παρασκευάζει vGH (except βουλομένοις GH).

[decorative delimiter]

209 ἀπαραμύθητος vGH.

[decorative delimiter]

210 Om. KR Koraes.

[decorative delimiter]

211 μάλιστ’ R.

[decorative delimiter]

212 ἀνδρείας GH.

[decorative delimiter]

213 Koraes: μαρτυρεῖ F: μαρτυρεῖν vGH.

[decorative delimiter]

214 μέν τοι F: γάρ πως v: γάρ τοι GH.

[decorative delimiter]

215 ἔχει vGH.

[decorative delimiter]

216 ἡττωμένοις R.

[decorative delimiter]

217 τοῦτο vGH.

[decorative delimiter]

218 τὶ F.

[decorative delimiter]

219 βλάβως GH.

[decorative delimiter]

220 τοὺς μὴ F.

[decorative delimiter]

221 κτενοῦσιν Köchly: κτείνουσιν vGH.

[decorative delimiter]

222

ι

ἄμυν αν⏑ανταγωνιστον F (the correction is probably by the first hand, in Rostagno's opinion): ἄμυναν ἀνανταγώνιστον CP: ἄμυναν ἀνταγώνιστον GH Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

223 ἔχοντι vP Am2 GH: ἔχων τὶ F.

[decorative delimiter]

224 διαθῆναι H: διαθῆναι (?) corr. to διαθεῖναι G.

[decorative delimiter]

225 See note on title before § 2: "Imbelles captivos remittendos, si fame urbs premenda sit" Rigaltius Schwebel.

[decorative delimiter]

226 Köchly: λιμῶ πιέσαι F: om. πιέσας vGH.

[decorative delimiter]

227 Om. vGH.

[decorative delimiter]

228 δόξει GH.

[decorative delimiter]

229 καὶ παιδάρια FPGH: om. v.

[decorative delimiter]

230 ἑλὼν Koraes.

[decorative delimiter]

231 Added by Köchly.

[decorative delimiter]

232 εἰς δὲ τὰς παρασκευὰς μόνας F: τὰς παρασκευασμένας: τὰς παρεσκευασμένας GH Koraes.

[decorative delimiter]

233 τοῖς δὲ vGH.

[decorative delimiter]

234 τὰς τροφὰς GH: στροφὰς P Rigaltius "alii codd. ut vid."

[decorative delimiter]

235 συναναλώσει θᾶττον vGH.

[decorative delimiter]

236 φίλων ἕξει vGH (ἔξει GH).

[decorative delimiter]

237 τόπον Scaliger.

[decorative delimiter]

238 See note on title before § 2: "Qualis esse debeat imperator parta victoria" Rigaltius Schwebel.

[decorative delimiter]

239 αὐτῷ Scaliger.

[decorative delimiter]

240 Köchly: ἀλλἄφορτος F: ἀλ’ λἄφυρτος G: ἄλλἄφυρτος H: ἀλλ’ ἄφυρτος v: ἀλλ’ ἄφορτος Koraes.

[decorative delimiter]

241 προσφιλῆ· ἐκεῖνος von Rohden.

[decorative delimiter]

242 Köchly: ἔχων· ἃμὲν F: ἐκεῖνα (ἐκείνα GH) μὲν vGH.

[decorative delimiter]

243 ἐγέννησαν v: ἐγένησαν PGH: ἐγέννησεν Köchly von Rohden.

[decorative delimiter]

244 Köchly (without a note): ταῦτα FGH Rigaltius Schwebel Koraes v (apparently).

[decorative delimiter]

245 ἐνεσπάσατο G Rigaltius "alii codd. ut vid.": ἐνεσπάστατο H: ἐσπάσατο R Am2: ἐσπάσαντο K: ἐπεσπάσαντο Koraes.

[decorative delimiter]

246 παρὰ τοῖς Koraes.

[decorative delimiter]

247 FGH: ἀλλήλοις P Rigaltius "ceteri codd. ut vid."

[decorative delimiter]

248 τοσοῦτον δέ τε vGH: τοσοῦτον δέ τοι R Am2.

[decorative delimiter]

249 φθονὴν P.

[decorative delimiter]

250 ἀεὶ GH Köchly.

[decorative delimiter]

251 Deleted by von Rohden.

[decorative delimiter]

252 Subscription ὀνασάνδρου στρατηγικός F (see Introd.).


[image ALT: Valid HTML 4.01.]

Page updated: 27 Jul 13