Short URL for this page:
bit.ly/OnasanderGProem
| |||||||||||||||||||||
|
1 Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν2 ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι3 καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖς4 τε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις5 διά τε παιδείαν, ἧς οὐκ ἐπ’ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν. 2 ἀνέθηκα δὲ πρώτοις σφίσι6 τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις7 στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ8 τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ9 παρ’ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν. 3 ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρ’ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην p370 ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τ’ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δι’ ἔργων πέπρακται,10 ταῦτ’ ἐγὼ λόγῳ περιλαβεῖν11 ἱκανὸς εἶναι παρὰ12 τοιούτοις ἀνδράσι δοκιμασθείην.
4 Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρ’ ἦν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν13 εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλ’ οὐδ’ εἰς ἴσον ἤλασεν,14 ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν. 5 οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὄρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν. 6 ἀλλ’ ἀνόητοι15 οἱ καὶ τὰ σφάλματα16 τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι,17 οὐ τῆς τῶν στρατηγούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης,18 οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων· οὔτε γὰρ ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν19 τὸν πταίοντα τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν p372 κατορθοῦντα περιορᾶν, ἐφ’ ὅσον ἁπάντων ἀνατιθέναι τῇ τύχῃ τὴν χάριν.
7 Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δι’ ἐμπειρίας συντετάχθαι δοκοῦσι, κἂν ἀσθενῶς ἀπαγγέλληται,20 τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν, τοῖς δὲ ἀπείροις,21 κἂν ᾖ δυνατὰ22 πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων ἠθροισμένων τοσοῦτο23 προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων ἅπαν τὸ γένει καὶ ἀρετῇ24 μέχρι τοῦ δεῦρο πρωτεῦον. 8 οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχωρηκότα μάλιστα μὲν25 Ῥωμαίοις· ἅ τε γὰρ ποιήσαντες26 ἐφυλάξαντο27 παθεῖν καὶ δι’ ὧν ἐμηχανήσαντο28 δρᾶσαι, πάντα μοι συνείλεκται. 9 καίτοι οὐκ29 ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο30 πάνθ’ ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων, ἢ ἀπὸ31 τῆς ἀλλοτρίας ἐπινοίας· ἐγὼ δὲ οὐ παρὰ τοῦτ’ ἐλαττοῦσθαι δοκῶ. 10 καθάπερ γάρ,32 εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος33 συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο ἥττονος ἠξιοῦντο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς p374 ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων, ἀλλὰ καὶ τὰ δι’ ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐδ’ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαινῶν οἴσεσθαι παρὰ τοῦθ’, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ συνέσεως εἶναι,34 τοὐναντίον δὲ προείληφα τόν τ’ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.
1 F (subscr.): Ὀνησάνδρου D: Ὀνοσάνδρου Ω. See Introd.
2 πρέπει GH.
3 λελογχῶσιν GH.
4 Koraes: τοῖς vH (G illeg.).
5 Corrected from ‑νης P.
6 ENR: φησὶ GHP.
7 ἀπείρης P.
8 EN: ἢ GHP.
9 Added by Köchly (G illeg.).
10 Köchly: πρᾶξαι Ω (πρα///// G: πράξαι H).
11 GH: περιβαλεῖν ν.
12 Köchly: εἶναι δόξαιμι· εἰ δὴ παρὰ Ω.
13 ἐγέρθεσαν P: ἠέρθησαν Köchly.
14 ἤλασαν P.
15 ἀλ’ λὰ νόητοι (the breathing over the second α changed to an accent) H: ἀνόητος von Rohden.
16 σφάλμαται G: σφάλμα ται H.
17 ποιουμένας von Rohden.
18 With this word F (and its copies A and B) begins.
19 ἀπολείπειν v.
20 ἀπαγγέληται GH.
21 ἀπειράτοις GH Koraes.
22 εἰ δύναται GHv.
23 τοσοῦτον GHv.
24 τῷ γένει καὶ ἀρετὴν v: τῷ γένει· καὶ ἀρετὴν GH.
25 Om. vGH Köchly.
26 πολεμήσαντες Köchly.
27 ἐφύλαξαν τὸ P.
28 ἐμαχήσαντο GH: δίκαιον ἐμαχήσαντο EF(sic)N "aliique codd." (Schwebel) A m2.
29 γ´ von Rohden.
30 εἵλατο GHA m2.
31 Köchly: ἀπὸ τῶν πιστευσάντων ἢ τῆς F: ἀπὸ τ. π. ἢ ἀπὸ τῆς vGH.
32 Om. v.
33 αὐτοστρατευσάμενος vGH.
34 Om. vGH.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Onasander |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jul 13