[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Εἴσοδος
[A blank space]

This webpage reproduces a Book of the
Cynegetica

by
Oppian

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Κυνηγετικόν
τὸ Β´

 p2  ΟΠΠΙΑΝΟΥ
Κυνηγετικῶν τὸ Α

[link to English translation] Σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,

φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,

Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·

τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,

5 ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,

νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,

Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,

οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·

(εὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.)

10 τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι​1

δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.

σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,

καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·

 p4  σοὶ δέ τε πάντα νάουσιν ἀπ’ Ὠκεανοῖο ῥέεθρα,

15 φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.

[link to English translation] Τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνε’ ἀεῖσαι.

τοῦτό με Καλλιόπη κέλεται, τοῦτ’ Ἄρτεμις αὐτή.

ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,

καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδ’ ἔνισπεν·

20 Α. Ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,

τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.

Ο. Ἵλαθι, πότνια δῖα, τὰ δ’ ἐν φρεσὶ σῇσι μενοινᾷς,

ἄμμες ὑφ’ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ.

Α. Οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,

25 οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.

Ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια​2 νύκτερα θύσθλα·

δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.

Α. Μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,

μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.

30 Ο. Οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·

ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.

 p6  Α. Ἀμφὶ πόθοις​3 ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·

ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.

Ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.

35 Α. Μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·

μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,

βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·

ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν

καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης

40 καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.

[link to English translation] Τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.

ἔκλυον, ἀείδω· βάλλοιμι δ’ ἐπίσκοπον ἠχήν.

ἄλλὰ σύ γ’, ἀντολίηθεν ἐπ’ Ὠκεανὸν βασιλεύων,

εὔδιον ἀμβροσίῃσιν ὑπ’ ὀφρύσι σῇσι γεγηθώς,

45 δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν

γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.

[link to English translation] Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,

ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·

ἀλλ’ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,

50 ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,

καὶ ταναοὺς ὄρνιθας ἀπ’ ἠέρος εἰρύσασθαι,

ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;

οὐ μὲν ἄρ’ οὐδ’ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι

 p8  ἄγρη νόσφι πόνοιο· πόνῳ δ’ ἅμα τέρψις ὀπηδεῖ

55 μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.

ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι

γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς

ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·​4

τερπωλὴ δ’ , ὅτε χαλκοῦ​5 ὑπαὶ γενύεσσι τορήσας

60 ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα

εἰνάλιον φορέῃσι δι’ ἠέρος ὀρχηστῆρα.

ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπ’ ἄγρην

οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,

ἀλλ’ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος

65 καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς

οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.

τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;

ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;

ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι,

70 ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,

 p10  ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντ’ ἐλέφαντι;

θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,

ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,

ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,

75 τίγριν δ’ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,

κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.

ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,

ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·

δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·

80 δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομ’ ἀείσων.

[link to English translation] Πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·

ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον

χρειὼ ἀναγκαίη, χρειὼ δ’ ἄρα τάφρον ἁλέσθαι.

δηθάκι δ’ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,

85 ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.

τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,

μηδ’ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι

θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.

τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,

90 ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.

καὶ δ’ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας

ἀμφιδύμους ταναούς, δρεπάνην δ’ ἐπὶ μεσσόθι ζώνης·

 p12  καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,

καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.

95 λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ

ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.

εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας

ἑλκέσθω, σφίγγοιτο δ’ ἐπημοιβοῖς τελαμῶσιν.

αὐχένος αὖθ’ ἑκάτερθε παρήορον ἐκ παλαμάων

100 εἷμα περιστέλλοιτ’ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,

ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν

κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,

ὄφρα κε μὴ θήρεσσιν ἀπ’ ὄμματος ὕπνον ἕλοιτο

ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.

105 μηδ’ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα

πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου

θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.

ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·

τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.

[link to English translation] Ἄλλοτε δ’ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,

ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,

καὶ μεσάτου, ποτὲ δ’ ἑσπερίου· ποτὲ δ’ αὖτε καὶ ὄρφνῃ

θῆρας ὑπ’ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.

Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι

115 πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν

εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·

 p14  ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι

καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι

εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,

120 ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,

ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·

ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·

ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·

ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,

125 ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,

καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει

καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,

σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.

χείματι δ’ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,

130 εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,

κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,

ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.

ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν

ἄζαν τ’ ἠελίου· κέλομαι δ’ ἐπ’ ἄεθλον ἱκάνειν

135  p16  πρώτῃ ὑπ’ ἀμφιλύκῃ, ὅθ’ ἑωθινὸν ἀγροιῶται

ἱστοβοῆος ἔνερθεν ὑπ’ εὐποίητον ἐχέτλην

γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·

ἢ πάλιν ἑσπερίῃσιν ὅτ’ ἠέλιος ζυγὰ κλίνει,

ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,

140 εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς

βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·

οἱ δ’ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων

πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,

ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,

145 αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,

μηκάδας αὖτ’ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.

[link to English translation] Καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε

ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,

ἔντεά τ’ εὐθήροιο μέγα πνείοντα φόνοιο,

150 ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον

δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,

αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,

ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,

 p18  φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,

155 ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,

σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,

ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.

[link to English translation] Ἵππους δ’ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων

ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι

160 θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,

ἀλλ’ ὅτ’ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ

ἵππων ὠκυπόδων, ἀπὸ δ’ ἱππάδα τηλόσ’ ἐρύκειν,

ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,

καί τ’ ἀΐοντες ἄδην​6 κρυερὴν φύζανδε νέωνται

165 νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.

ἵππων δ’ αἰόλα φῦλα, τόσ’ ἔθνεα μυρία φωτῶν,

ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·

ἀλλ’ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ

ὅσσοι θ’ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·

170  p20  Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες,​7 Ἀχαιοί,

Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,

Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.

ἵππον δ’ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο

ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,

175 εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·

βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον

ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·

ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·  p22 

εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δ’ ἄρα κόρσης

180 ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·

ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·

εὐρεῖαι ῥῖνες, στόμα δ’ ἄρκιον, οὔατα βαιά·

γυραλέη δειρή τελέθοι λασιαύχενος ἵππου,

ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·

185 πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,

καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·​8

 p24  ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·

μηροὶ δ’ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν

ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ

190 καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,

οἷα τανυκραίροισιν ἀελλοπόδεσσ’ ἐλάφοισι·

καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ

ὕψι μάλ’ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.

τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ

195 θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.

Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ

Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε​9 νέμονται.

θαῦμα δὲ Καππαδόκεσσι μέγ’ ἔδρακον ὠκυπόδεσσι·

εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα

200 καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσ’ ἀμενηνοί·

κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.

κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο

αἴθωνάς τ’ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες

ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,

205  p26  θηρσί τ’ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.

πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος

ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;

ἤ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν​10 ὀπωπαῖς

αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,

210 καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,

καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δ’ αὖτις ὀρούειν,

καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;

πολλάκι καὶ δῆριν​11 ἀνδρῶν ἐπελάσσατο πύργοις

ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν

215 ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδ’ ἐρείδει,

ὁππότ’ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,

καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,

δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δ’ αἴγλη

χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δ’ ὀπίσσω

220 κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.

ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα

ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·

αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα

καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα

225 καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.

ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς

καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν

 p28  ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.

ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος

230 Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.

ἵππος ἐπ’ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,

ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.

ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,

καὶ χρεμέθων ποτὲ πῶλος ὑφ’ ἡνιόχοιο δόλοισι

235 θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.

ἔξοχα δ’ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον

ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν

ἄχραντοι μυσέων,​12 καθαρῆς τ’ ἐράουσι Κυθείρης.

ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων

240 καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·

τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους

ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην

καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.

αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ

245 μητέρα παιδὸς ἑοῖο παρ’ ἀγκοίνῃσι βαλέσθαι.

τοὺς δ’ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα

καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκ’ ἔπειτα

αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,

ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.

250 ἄμφω μέν πρώτιστα καλύψατο βυσσοδομεύων

ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ

πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γάρ δὴ

ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·

 p30  καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο

255 ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,

οἶος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε

Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.

οἱ δ’ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,

λοξῇσίν τ’ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς

260 ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γ’ αἶψα

αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,

ὕψι μάλ’ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,

δεσμά τ’ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,

οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,

265 ἀράς τ’ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·

ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,

ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες,

ὀστὰ συνηλοίησαν, ἐὸν δ’ ἀπὸ φέγγος ἄμερσαν

αὐτοφόνοι, κλίναντες ἐπ’ ἀλλήλοισι κάρηνα.

270 ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγ’ ἀείδει.

ἵππων δ’ ὅσσα γένεθλ’ ἀτιτήλατο μυρίος αἶα,

ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται

καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο

πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ

275 Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.

κραιπνότεροι Σικελῶν δὲ παρ’ Εὐφρήταο ῥέεθρα

Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.

ἀλλ’ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,

ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.

280 κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι

 p32  αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,

ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν,

ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.

τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·

285 ἀλλ’ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,

καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·

εἴδεα δ’ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,

ὁπλὴν δ’ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.

Μαύρων δ’ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων

290 ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.

καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,

ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.

εἴδεα δ’ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε

μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,

295 ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι

τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι

πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,

ἐσθλοὶ δ’ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν

καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.

300 ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα

ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.

Μαύρων δ’ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι​13

καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,

καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.

305 ἦ γάρ τοι θήρεσσιν ἐπ’ ἄλλοις ἄλλα γένεθλα

ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.

στικτοπόδεσσ’ ἐλάφοις κυανώπεας ὁπλίζοιο,

 p34  ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,

αἴθωνας δ’ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,

310 αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.

κάλλεϊ δ’ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος

Νησαῖος,​14 τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·

καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·

βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,

315 κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.

[link to English translation] Ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο

στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,

ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,

ἢ ὅτι πάγχυ θέλουσ’ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.

320 δοιὰ δ’ ἐπ’ ὠρύγγων τελέθει πολυανθέα κάλλη·

τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τ’ εὐρέα νῶτα

γεγράφαται δολιχῇσιν ἐπήτριμα ταινίῃσι,

τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη·

τοὶ δ’ ἄρ’ ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται

325 σφραγῖσιν πυκινῇσιν ὁμοίϊα πορδαλίεσσι·

τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες

αἰθομένῳ χαλκῷ ταναὴν τρίχα πυρσεύοντες.

δηθάκι δ’ ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,

πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.

330  p36  ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν.

ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέος ἵππους,

μητρὸς ἔτι γλαγερῇσι περισχομένους λαγόνεσσιν.

ὁππότε θηλυτέρην γὰρ ἕλῃ φιλοτήσιος ὁρμὴ

ἵππον τ’ ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνῃ,

335 δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντῃ

πᾶν δέμας εὐστίκτοισι περὶ χροιῇσι γράφουσι,

καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπ’ ἀγλαΐῃ κομόωντα.

ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν

εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι

340 στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο,

ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·

ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,

πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,

δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·

345 ὀψέ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·

ἡ δ’ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,

νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,

δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.

τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,

350 μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,

ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·

εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,

μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,

δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,

355 ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ

εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι

θυμὸν ἰαινόμεναι τίκτουσ’ ἁλιπόρφυρα τέκνα.

 p38  ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο

αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·

360 γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,

τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,

Νιρέα καί Νάρκισσον ἐϋμμελίην θ’ Ὑάκινθον,

Κάστορά τ’ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,

ἠϊθέους τε νέους, τοί τ’ ἐν μακάρεσσιν ἀγητοί,

365 Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·

αἱ δ’ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,

τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.

[link to English translation] Τόσσα μὲν ἀμφ’ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,

οἶμον ἐπὶ σκυλάκων· τόσσοι δ’ ἐπὶ πᾶσι κύνεσσιν

370 ἔξοχ’ ἀρίζηλοι, μάλα τ’ ἀγρευτῆρσι μέλονται,

Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,

Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,

Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,

 p40  ὅσσοι τ’ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπ’ ὄχθαις

375 βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.

[link to English translation] Εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,

εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·

εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα

θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν

380 ἠερίοις τ’ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.

εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ

ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·

εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ

καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·

385 εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,

ἵπποι δ’ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,

ταῦροι δ’ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,

καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,

καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,

390 καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις·

καὶ δ’ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·

εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.

[link to English translation] Ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω

ἄρμενά τ’ ἀλλήλοισιν ἐοικότα τ’ ἔξοχα φῦλα.

395 Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,

Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,

Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.

ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων

 p42  φῦλα μένειν μονόφυλα, τὰ δ’ ἔξοχα τεκμήραντο

400 ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,

τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.

μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον

κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·

κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δ’ ὕπερθεν

405 οὔατα λεπταλέοισι περιστέλλοιθ’ ὑμένεσσι·

δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,

εὐρέα· τὼ πρόσθεν δέ τ’ ὀλιζοτέρω πόδες ἔστων·

ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·

εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·

410 ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε

στρυφνή τ’ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.

τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι

δόρκοις ἠδ’ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ.

[link to English translation] Θοῦροι δ’ αὖθ’ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,

415 ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις

καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·

ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,

 p44  ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·

σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δ’ ὕπερθε

420 νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες

ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·

ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·

κραιπνοὶ δ’ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,

καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.

425 ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα

αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.

χροιαὶ δ’ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·

οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται

οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.

430 κεῖνοι δ’ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,

τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,

μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις

ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν

ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι

435 σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.

[link to English translation] Εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,

μήποτ’ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ

αἰγῶν ἢ προβάτων, μηδ’ οἰκιδίῃσι κύνεσσιν·

ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·

440 ἀλλ’ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης

ἤ που δορκαλίδων ἤ νυκτιπόροιο λυκαίνης·

ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,

εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.

[link to English translation]  p46  Αὐτὰρ νηπιάχοισιν ἐπ’ οὐνόματα σκυλάκεσσι

445 βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ.

ἵπποισι κρατεροῖσι δ’ ὁμήθεες ἀγρευτῆρσιν

ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν

ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.

μηδ’ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι

450 σιγὴ τέθμιός ἐστι, πανέξοχα δ’ ἰχνευτῆρσιν.

[link to English translation] Εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,

ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρ’ αἰολόβουλοι

ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·

μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.

455 ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη

χειμερίη, στείβουσί τ’ ἀμοχθήτοισιν ὀπωπαῖς,

οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθ’ ἅμ’ ὁρᾶται

καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.​15

ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·

460 εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα

ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ

εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,

καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν

ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·

465 αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ

 p48  ποῖαι καὶ βοτάναι καί τ’ ἄνθεα γηράσκουσι,

γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.

[link to English translation] Ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,

βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμεν’ ἀοιδῆς·

470 τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·

αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.

τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι

λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,

γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,

475 ἀλλ’ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι

καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·

ῥίνεσι δ’ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς

καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων

ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν

480 ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.

[link to English translation] Καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων

ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων

ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·

ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,

485 πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,

λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·

 p50  ἀλλ’ ὅτε δὴ μάλα πολλὸν ἀπ’ ἄστεος ἠδὲ πυλάων

ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·

νοστήσας δ’ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκ’ ἀγινεῖ

490 ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγ’ αἶψα

ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπ’ ἀϋτμῆς·

ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλ’ εὑρεῖν

ἱμείρων δύναται· μάλα δ’ ἀσχαλόων ἀλάληται.

ὡς δ’ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης

495 πρωτοτόκος λοχίῃσιν ὑπ’ ὠδίνεσσι τυπεῖσα

λύσατο μὲν πλοκάμους, λῦσεν δ’ ἀπὸ δαίδαλα μαζῶν,

ἠδ’ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα

στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα

ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δ’ αὖτε

500 ἐς λέχος ἰθύει, ποτὲ δ’ ἐν κονίῃσι ῥιφεῖσα

κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·

ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,

τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει

πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν

505 δένδρεά θ’ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.

ἀλλ’ ὁπότ’ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,

καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ

σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·

ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ

510 εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·

οὐδ’ ἀπό μιν πλάγξαις, οὐδ’ εἰ μάλα τηλόθ’ ἐλαύνοις,

ἰθύει δ’ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,

εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.

εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,

515 λάθρη μὲν πελάει, κατὰ δ’ ἴχνιον ἴχνος ἐρείδει,

βαιὸς ὑφ’ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,

οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα

ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.

 p52  ἀλλ’ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,

520 ῥίμφ’ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι

συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα

ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.

ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,

ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι

525 καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·​16

ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.

οἵη δ’ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο

βριθομένη πυρῷ τε μετ’ αὔλιον εἶσιν ἀπήνη,

τὴν δ’ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,

530 πρόπροθι δ’ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,

ἄλλος ὑπερτερίην, ὁ δ’ ἄρ’ ἄξονα βουσὶν ἀρήγων·

εἰς αὖλιν δὲ μολόντες ἐλύσανθ’ ἱστοβοῆα,

ταῦροι δ’ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,

θυμὸς δ’ ἠπεδανοῦ μέγ’ ἐχήρατο βουπελάταο·

535 ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.

αὐτὰρ ὅ γ’ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,

ἄμφω δ’ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,

κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.


Critical Notes:

1 v.l. κρατερῇσι.

2 τὰ σὰ βάζειν MSS.

3 πόθοις Koechly: μόθοις.

4 l. 58 is omitted in Aldine (Editio princeps), Venice, 1517.

5 χαλκὸν MSS.

6 v.l. αὐδὴν.

7 v.l. Μάζηκες.

8 leg. πειραίνουσα?

9 πρόπαρ οἵ τε Koechly: προπάροιθε MSS.

10 vv.ll. ἀσκαρδαμύκτοισιν, ἀσκαρδαμύτοισιν, ἀκαρδαμύκτοισιν.

11 δηΐων most MSS.

12 μυσῶν MSS.

13 Πάρθοι Brodaeus (cf. IV.112 ff.): θυμόν MSS. Gesner supposed that a line has been lost after v. 302 which mentioned the Πάρθοι.

14 v.l. Νισ(σ)αῖος.

15 τετυπομένα δείκελα ταρσῶν Brunck.

16 ἀντία σεῖο Lobeck.


[Valid HTML 4.01.]

Page updated: 25 Apr 11

Προσιτότητα