[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Κυνηγετικόν
τὸ Α´

This webpage reproduces a Book of the
Cynegetica

by
Oppian

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Κυνηγετικόν
τὸ Γ´

 p54  ΟΠΠΙΑΝΟΥ
Κυνηγετικῶν τὸ Β

[link to English translation] Εἰ​1 δ’ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,

παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,

εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ’ ἡρώων

σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.

[link to English translation] Ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα

θηρομιγῆ, μερόπων μὲν ἐπ’ ἰξύας, ἰξυόφιν δὲ

ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.

ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχέν’ ἀμέρσας,​2

Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·

10 ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι

καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν

ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα

ἠδ’ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.

ἱππαλέην δ’ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·

15 καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι

βαλλόμενος, τοὺς δ’ αὖτε· θοοῖς ἵπποισιν ἐλαύνων

θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο.

 p56  πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας

διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·

20 καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας

καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.

ἔξοχα δ’ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν

Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.

ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος

25 Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.

Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη

θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.

νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,

Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.

30 τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.

πολλοὺς δ’ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·

οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς

αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.

οἷος μὲν γλυκὺς ὕπνος ἐπ’ ἄνθεσιν εἴαρος ὥρῃ,

35 οἵη δ’ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,

οἵη δ’ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι

τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ

δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·

ψυχρὸν δ’ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ

40 οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·

οἷα δ’ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν

ἐν γλυκεροῖς ταλάροισι παρ’ αἰπολίοισι νομῆες.

[link to English translation] Ἀλλ’ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην

πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος

45  p58  οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.

εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ’ ἄριστος

βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει·

πέφρικεν δ’ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·

αἱ δ’ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,

50 ὁππότε μυκήσαιτ’, ἄγριοι​3 βόες· ἀλλ’ ὅτ’ ἐπ’ ἄλλῳ

ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,

οἶος ἴῃ,​4 κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,

δὴ τότ’ ἐπ’ ἀμφοτέροισιν ὑπέρβιος ἵστατ’ ἐνυώ.

πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες

55 ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι

καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,

οἷα κονιόμενοι· προκαλίζονται δ’ ἑκάτερθεν,

ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·

αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ’ ὑσμίνην ἀλεγεινήν,

60 ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ’ ἄφαρ κεράεσσι

πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.

οἷα δ’ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης

δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,

στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,

65 ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,

σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν·

ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν

νηῶν τ’ ἀγνυμένων· στένεται δ’ ὅλος οἴδματι Νηρεύς·

 p60  τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,

70 θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,

εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.

αὐτὰρ ὅ γ’ οὔτι φέρει δοῦλον ζυγόν· διδόμενος δὲ

καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·

οἶος δ’ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν

75 φέρβετ’ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,

οἶά τις ἀθλεύων· βριαρὸν δ’ ὅτε κάρτος ἴδηται

καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ’ ὄρεσφιν·

αὐτὰρ ὅγ’ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·

ἀλλ’ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,

80 δή ῥα τότ’ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,

ῥεῖα δ’ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε

τηλόθ’ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.

[link to English translation] Εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.

Αἰγύπτου​5 μὲν ἔασι παρ’ ὄχθαις ἀγλαοκάρποις

85 Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο

χιόνεοι χροιήν, μέγεθος πάντων ὄχ’ ἄριστοι·

 p62  φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα

ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,

ὅττι βροτοὶ δ’ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.6

[link to English translation] Οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,

ξανθοί τε φλογεροί τε· βαθεῖαι δ’ αὐχένι σάρκες·

σφαιρωτὸς δ’ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.

ξείνη δ’ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·

οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,

95 κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσ’ ἑκάτερθε.

[link to English translation] Μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,

ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.

[link to English translation] Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέας εἱλικόμορφον

αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.

[link to English translation] Οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,

αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,

αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,

ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,

μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·

105 ἀλλ’ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,

οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·

ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,

ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·

κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα

110  p64  καρτερόν ἀθλεύοντ’ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,

ὁππότ’ ἐπ’ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ

καὶ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν

οὐχ Ἥρῃ τελέειν οὐδ’ Εὐρυσθῆος ἐνιπαῖς,

Ἀρχίππῳ δ’ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.

115 ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο

πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης

ἵετ’ ἐπειγόμενος, χαροποῦ δ’ ἐπελήθετο πόντου,

δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·

δήθυνεν δὲ πάγοισι, κάλυπτε δ’ ἐρίσπορον αἶαν

120 οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.

οὔρεσί τ’ ἀμφότερωθε περίδρομος ἐστεφάνωτο

τειναμένοις ἑκάτερθεν ἐπ’ ἀλλήλοισι κάρηνα·

ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,

ἐκ δ’ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,

125 αὐτὸς δ’ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,

αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,

χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.

τοὔνεκεν αὐτίκ’ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι

 p66  νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,

130 ὕδατα δ’ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι

εὐπλοκάμου λίμνης ἠδ’ εὐτροχάλου ποταμοῖο.

ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν

ἀμφιβόλων ὀρέων, λῦσεν δ’ ἄπο λάϊνα δεσμά,

καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,

135 ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,

ἴθυνεν δ’ ἐπὶ θῖνας· ὁ δ’ ἔβραχεν ἠπύτα πόντος

καὶ Συρίου κονάβησε μέλαν δέμας αἰγιαλοῖο.

οὐ τοίω γ’ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης

ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·

140 ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ

ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,

συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν​7 ἄκραις·

τῇ δ’ αὖτ’ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο

ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.

145 ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης

σμερδαλέον μύκημα· πελώρια δ’ ἴαχον ἀκταὶ

δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·

γαῖα δ’ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,

κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.

150 πάντῃ δ’ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,

πάντῃ δ’ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς

Μεμνόνιον περὶ νηόν, ὅθ’ Ἀσσύριοι ναετῆρες

Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,

ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα

155 θαρσαλέος πόσις ὦκα δαμάσσατο​8 Δηϊδαμείης.

 p68  ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη

πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·

νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.

[link to English translation] Ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,

160 τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι

Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·

φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν

αὐχέσι πιαλέοισι καὶ ἀμφ’ ἀταλοῖσι γενείοις·

οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι

165 ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·

ὀξεῖαι κεράων δὲ πυριγλώχινες​9 ἀκωκαὶ

χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·

ἀλλ’, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι

νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,​10

170 ὕπτια δ’ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.

τοὔνεκεν, ὁππότε δή τιν’ ἐπιχρίμψωσι κιχόντες

ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.

γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,

οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·

175 γλώσσῃ δ’ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.

[link to English translation] Ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα

 p70  εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,

στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,

πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·

180 οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·

τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·

ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,

καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·

οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,

185 οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,

οὐδ’ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.

[link to English translation]  p72  Τρηχὺς δ’ αὖτ’ ἐλάφοισιν ἔρως πολλή τ’ Ἀφροδίτη

καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,

οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς

190 πᾶσίν τ’ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.

κεύθουσιν λαγόνεσσι δ’ ὑπ’ αὐτὴν ἔνδοθι νηδὺν

ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,

αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ’ ἀπέρευσε καρήνων

ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.

195 οὐ μὲν ἄρ’ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ

τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·

οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,

οὔτ’ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ’ ἄνθεσι ποίης

θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,

200 ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·

φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·

ἀλλ’ οὐδ’ ὣς παρέπεισε· φέρουσα πόσιν δ’ ἐπὶ νώτου

ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·

αὐτὰρ ὅ γ’ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν

205 οὐ μεθίησι πόθον, γαμίους δ’ ἐτελέσσατο θεσμούς.

ἀλλ’ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις

 p74  θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,

οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.

[link to English translation] Ἔξοχα δ’ ἐν θήρεσσιν ἐπ’ ἀγλαΐῃ κομόωσιν

210 ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·

ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,

βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,

ὄφρα κε μή τις ἕλῃσιν ἐπ’ αὔλακος ἀντιβολήσας·

κεύθονται δ’ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,

215 αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,

γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.

[link to English translation] Ἀμφίβιοι δ’ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι

καὶ πόντον περόωσιν,​11 ὁμόστολον ἀλλήλοισι

ναυτιλίην πλώοντες, ὅτ’ ἐξανύουσι θάλασσαν·

220 πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,

οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·

 p76  τῷ δ’ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε

δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·

ἄλλος δ’ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.

225 ἀλλ’ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι,​12

στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,

παύσατο δ’ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·

ἄλλος δ’ αὖτ’ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·

πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,

230 ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,

ὕψι δ’ ἀνίσχονται κεράων πολυήρατον εἶδος,

οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.

[link to English translation] Ἔχθος δ’ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι

πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δ’ ἐρεείνει

235 οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.

ἀλλ’ ὅτ’ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν

ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει

ἆσσον φωλειοῦ, ῥῖνας δ’ ἐπεθήκατο χειῇ,

πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν

240 ἑρπετὸν οὐλόμενον· τὸν δ’ οὐκ ἐθέλοντα μάχεσθαι

ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·

αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ’ ὑψόσ’ ἀείρει

λευγαλέην δειρήν· λευκοὺς δ’ ὑπέσηρεν ὀδόντας,

ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον

245 πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.

αὐτίκα δ’ αὖτ’ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,

δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,

καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν

ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται

250 λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι.

 p78  καί κε τάχ’ οἰκτείρειας ἀπηνέα περ μάλ’ ἐόντα

ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.

[link to English translation] Ἱπποβότου Λιβύης δ’ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται

ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·

255 ἀλλ’ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις

οἶος ἔῃ, τῷδ’ αὐτίκ’ ἐπέσσυτο πάντοθεν ἐχθρὸς

ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες

ἰοτόκοι· ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,

ἅψεα πάντ’ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·

260 οἱ μὲν γάρ τ’, ἐφύπερθεν ἐπιστρέψαντε​13 κάρηνον,

ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,

οἱ δ’ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε

καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,

ἄλλοι δ’ αὖθ’ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,

265 μηροὺς δ’ αὖθ’ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,

ἄλλος δ’ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.

αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι

πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,

ἀλλ’ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος

270 αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.

δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ’ ἀνάγκης,

δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα

βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δ’ ἑκάτερθεν

οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.

275 κεῖνοι δ’ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,

ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο·

καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεοσι

καὶ χηλῇσιν ὄλεσσε, ῥέει δ’ ἐπὶ γαῖαν ἀτέρμων

 p80  ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν

280 ἅψεά θ’ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·

ἄλλα δ’ ἐνὶ πλευρῇς θλίβει πάλιν ἡμιδάϊκτα·

καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,

ῥινῷ δ’ ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.

αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,

285 πάντῃ μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον·

κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας

φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης·

αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν

ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,

290 ὠτειλαὶ δ’ ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.

[link to English translation] Ζώει δ’ αὖτ’ ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲ

ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.

[link to English translation] Ἄλλους δ’ αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας·

πάντ’ ἔλαφοι τελέθουσι, φύσιν κεράων δ’ ἐφύπερθεν,

295 οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι.

[link to English translation]  p82  Τοὺς δ’ ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους·

κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ’ ἐπὶ νώτῳ

στικτὸν ἅπαντα φέρουσι παναίολον, οἶά τε θηρῶν

πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.

[link to English translation] Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,

μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ’ ἀρείων·

ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·

καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν

ἀκρέμονες προτενεῖς, ὑψοῦ δ’ αὖθις ποτὶ νῶτον

305 ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.

ἔξοχα δ’ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει

ἠθαλέας τ’ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·

εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν

ἀγρευτῆρες ἄγοιεν ἐπ’ ἄλλους αὐτίκα χώρους,

310 τηλόθι δ’ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν,

ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,

οὐδ’ ἔτλη ξεῖνός τις ἐπ’ ἀλλοδαποῖσιν ἀλᾶσθαι.

οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,

καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.

[link to English translation] Ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα

μορφήν τ’ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.

 p84  πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,

δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,

ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,

320 εὐνάς τ’ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.

ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς

καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες

κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,

πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,

325 ἔμπαλι δ’ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.

[link to English translation] Αἰγῶν δ’ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα

οὐ πολλὸν τούτων​14 ὀΐων λασίων τε χιμαιρῶν

μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,

στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.

330 κάρτος δ’ αὖτ’ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·

πολλάκι δ’ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν

καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.

ἔστι δ’ ὅτ’ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες

μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·

335 οὐδέ τ’ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,

νίκην δ’ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη

ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.

[link to English translation] Αἰγάγροις δέ τίς ἐστι δι’ αὐτῶν αὐλὸς ὀδόντων

λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα

340  p86  αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·

εἰ δέ τις αἰγάγρου κηρόν κέρασιν περιχεύοι,

ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.

[link to English translation] Ἔξοχα δ’ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας

οὓς παῖδας κομέει· γήρᾳ δ’ ἔνι μητέρα παῖδες.

345 ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι

γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,

ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,

ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,

τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·

350 ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας

γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ·

βρώμην μέν τ’ ὀρέγουσιν ἐΰδροσον ἀνθεμόεσσαν,

δρεψάμενοι στομάτεσσι· ποτὸν δ’ ἄρα χείλεσιν ἄκροις

ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·

355 γλώσσῃ δ’ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.

εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,

αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·

τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,

λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·

360 φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,

μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.

τοῖα φάμεν δοκέοις· τοὺς δ’ ἑσταότας προπάροιθε

πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ,

αὐτὰρ ἔπειτ’ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,

365 ῥηξαμένους βληχήν, στομάτων τ’ ἄπο τοῖον ἀϋτεῖν,

φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·

πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,

λύσεο μητέρα μοι φιλίην, τά δ’ ἄποινα δέδεξο,

 p88  ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,

370 ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ

αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,

εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.

τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.

ἀλλ’ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,

375 αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,

αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.

[link to English translation] Εἰσὶ δ’ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,

ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες·

λάχνη πορφυρόεσσα δ’ ἐπὶ χροὸς ἐστεφάνωται

380 πολλή τ’ οὐκ ἁπαλή τε· τάχ’ αἰγὸς ἂν​15 ἀντιφερίζοι

τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.

[link to English translation] Τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι

χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,

οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,

385 ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.

ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·

ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,

δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων

ἰχθυόεις ἕπεται, κατὰ δ’ ἅψεα λιχμάζονται,

390 τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.

ἔξοχα δ’ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι

 p90  καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.

θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας

ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.

395 οὐ γὰρ ἐπ’ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης

θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ’ ὅσον αὐτῶν

φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.

θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα

ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι

400 καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,

οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε

ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ’ ὑπεδέξατο θυμῷ·

ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.

οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι

405 ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις

 p92  περδίκων· πῶς δ’ αὖτε θοοῖς χαίρουσιν ἐφ’ ἵπποις

ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·

ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·

αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.

410 ὄβριμ’ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,

πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεις!

γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·

ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·

ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε​16 μακρὸς Ὄλυμπος·

415 δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε

γαίης ὅσσα τ’ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,

οἳ Λήθης μέν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ

καὶ φύγον ἄλγεα πάντα, σὲ δ’ εἰσέτι πεφρίκασι.

σῷ δὲ μένει καὶ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει

420 ἠέλιος φαέθων· σῷ δ’ αὖ πυρὶ καὶ φάος εἴκει

δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.

τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,

πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,

τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς

425 θῆρας ἀνεπτοίησας ἐπ’ ἀζεύκτοισι πόθοισι.

θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες

 p94  ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες

ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες

ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν

430 καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·

ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου

ὠτίς ὀλισθαίνουσα δι’ ἠέρος ἱμερόεσσα,

σαργοὶ δ’ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳ

φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,

435 ἕσπονται δ’ ἅμα πάντες, ὅτ’ ἄγρια κύματα τέμνει,

στείνονταί θ’ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος

ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν·

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,

εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς

440 δαινύμενος· τοὶ δ’ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,

οὐδ’ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.

σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε

πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον

καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.

[link to English translation] Ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,

ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·

 p96  τοῦ δ’ ἤτοι χροιὴ μὲν ἅτ’ εἰαρινοῖο γάλακτος,

μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·

διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·

450 ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν

αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,

καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο

πέτρου τ’ ὀκριόεντος ἀρειότεραι πεφύασιν·

ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.

455 θυμὸς δ’ αὖτ’ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·

οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,

οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,

οὐδέ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,

πορδαλίων δ’ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,

460 οὐδ’ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,

οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο·

πολλάκι δ’ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ

θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.

ὁππότε δ’ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,

465 ἢ σῦν χαυλιόδοντ’ ἢ καρχαρόδοντα λέοντα

ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ’ ἄρ’ αἴῃ

νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει

τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα

ἐσσύμενον μίμνει, τὸν δ’ ὤλεσε πρῶτος ἐναίρων.

470 δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,

τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, κατὰ δ’ ἄσχετον ἰθὺς ὀρούει,

ὀξέσι πεφρικώς συνερειδόμενος σκολόπεσσιν.

ὡς δ’ ὅτ’ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,

475 Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,

αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,

εὖ διαβὰς μίμνῃ, τὸν δ’ ἄγρια θυμαίνοντα

 p98  δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·

ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,

480 αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας·

ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·

πολλόν δ’ αἷμα κελαινὸν ἀπ’ ὠτειλῶν ἑκάτερθεν

ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·

οὐδὲ μὲν ἐκφυγέειν οὐδ’ ἱεμένοισι πάρεστιν·

485 ἀλλήλους δ’ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.

καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,

ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,

ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.

[link to English translation] Ἐξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα

490 ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·

κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,

εἴκελα χαυλιόδουσιν ἐπ’ οὐρανὸν ἀντέλλοντα,

ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας

πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι

495 εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.

σήματα δ’ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·

θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν

ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·

εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.

500 κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι

ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν

 p100  ἐκ μεγάλου μεγάλαι, φηρῶν ἅτε· νέρθε δ’ ἔπειτα

κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν

ἐς γένυν ὠθεῦνται· γενύων δ’ ἀπογυμνωθεῖσαι

505 ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.

ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·

πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,

οὐδέ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·

τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἤν ἐθέλῃσιν

510 εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,

ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων

τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·

ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,

γνάμπτειν εὐρύνειν τ’ ἐλεφαντοτόμοις ὑποείκει.

[link to English translation] Θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης

ἄλλος θὴρ φορέει· φαίης κεν ἰδών ἐλέφαντα

ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν

χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.

ἴφθιμον δὲ κάρηνον ἐπ’ οὔασι βαιοτέροισι,

520 κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι

μείονες ἢ κατ’ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.

τῶν δ’ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,

λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.

κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι

525 ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·

ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.

ῥινὸς δ’ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,

ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ’ οὐδὲ κραταιὸς

 p102  θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.

530 θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην

ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ’ ἐνηής.

ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις

καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα

φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,

535 ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·

ὁππότε δ’ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,

λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·

ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ

καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.

[link to English translation] Φήμη δ’ ὡς ἐλέφαντες ἐπ’ ἀλλήλοις λαλέουσι,

φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·

ἀλλ’ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,

κεῖνοι​17 δ’ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.

θαῦμα δὲ καὶ τόδ’ ἄκουσα, κραταιοτάτους ἐλέφαντας

545 μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ

γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.

οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι

κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,

ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν

550 φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.

[link to English translation] Ῥινοκέρως δ’ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος

οὐ πολλὸν μείζων, ὀλίγον δ’ ὑπὲρ ἄκρια ῥινὸς

ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·

κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,

555 οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.

 p104  κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι

πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.

ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις

καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.

560 πάντες δ’ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·

καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ’ οὖν​18 ὡς δεδάηκα,

εἴτ’ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,

εἴτ’ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,

εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται

565 νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.

ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης

βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,

ὄστρεά​19 τ’​20 ἠπεδαναί τ’ ἀφύαι κόχλων τε γένεθλα

ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.

[link to English translation] Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·

οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,

πάνθηρας χαροποὺς ἠδ’ αἰλούρους κακοεργούς,

 p106  τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,

καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·

575 τοὶ δ’ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες

χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·

δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·

φωλειοῖσι δ’ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,

ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.

580 αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,

ἄνθεά τ’ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,

νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,

φάεά τ’ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,

καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,

585 αὖθις δὲ ζωοί τε πάλιν τ’​21 ἐγένοντο μυωξοί.

[link to English translation] Λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,

ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις

οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·

οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον

590 γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·

τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις

 p108  τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,

οὐδ’ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,

οὐδ’ ὁπόσα πτερύγεσσιν ἐπ’ ἠέρα πουλὺν ὁδεύει,

595 οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ’ ἄγρια κύματα τέμνει·

τοῖον ἐπ’ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει

χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.

[link to English translation] Οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου

μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν

600 ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·

οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,

τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·

οἱ δ’ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ’ ἑκάτερθεν

ὀξέα πεφρίκασιν ἀρειστέρῃσιν ἀκωκαῖς.

[link to English translation] Λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·

τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,

ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;

κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες

οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,

610  p110  ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ’ ἐχθαίρουσι χόλοισιν·​22

αὐταῖς δ’ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε​23 τοκήων.

[link to English translation] Οὐ μὲν θὴν οὐδ’ ἀσπαλάκων αὐτόχθονα φῦλα

ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,

εἰ καὶ βάξις ἄπιστος ἐπ’ ἀνθρώπους ἐπέρησεν

615 ἀσπάλακας βασιλῆος ἀφ’ αἵματος εὐχετάασθαι

Φινέος, ὅν ῥ’ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·

Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,

μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,

καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ’ ἔπεμψεν

620 ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.

ἀλλ’ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον

Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες

παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,

οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,

625 καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.

ἀλλ’ οὐδ’ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα

ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·

τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.


Critical Notes:

1 εἰ] νῦν CFGI.

2 v.l. αὐχένα κόψας.

3 ἄγριον GI.

4 ἴῃ Turnebus: ἔη MSS.

5 Αἰγύπτιοι Brunck.

6 ἐνηέες ἐξανέχονται Editor: νεηνίαι εἰσανέχονται most MSS.: ἐνηῆες εἰσανέχονται M: ἐνηῆες ἀνέχονται K, Schn. Lehrs. Boudr.

7 ὑδατοπήγεσιν MSS.: corr. Guietus.

8 v.l. παρέδραμε.

9 v.l. περιγλώχινες.

10 αἰχμαί Boudr.: αἰχμήν MSS.

11 πατέουσι . . περόωσιν IK: other MSS. περόωσι . . πατέουσι.

12 v.l. ἔχῃσι.

13 v.l. ἐπιτρέψαντε.

14 τούτων, cf. Schol. τούτων· ἤγουν τῶν ἡμέρων: τιθασῶν Koechly.

15 ἂν αἰγὸς MSS.: corr. Turnebus.

16 So C2K: most MSS. ἤλυθες εἰς αἰθῆρ’, οἶδεν δέ σε.

17 κείνης Brodaeus.

18 οὐχ most MSS.: corr. Brunck.

19 ὄστρεον BCDE: ὀστρέων FHM.

20 τ’ after ὄστρεα Schneider, om. MSS.

21 πάλιν τ’ Turnebus: πάλιν MSS.

22 λόχοιο A2 in ras. BGH: πόθοισι CDE.

23 τέθνηκε Pauw: ἔθανε I: ἔκτεινε.


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 Apr 11