[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Κυνηγετικόν
τὸ Β´

This webpage reproduces a Book of the
Cynegetica

by
Oppian

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Κυνηγετικόν
τὸ Δ´

 p112  ΟΠΠΙΑΝΟΥ
Κυνηγετικῶν τὸ Γ

Ἀλλ’ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,

ταύρους ἠδ’ ἐλάφους ἠδ’ εὐρυκέρωτας ἀγαυοὺς

καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς

ἄλλα θ’ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,

5 νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον

σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.

[link to English translation] Πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.

Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο

νηπιάχου Κουρῆτες, ὅτ’ ἀρτίγονόν μιν ἐόντα

10 ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο

κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.

Οὐρανίδης δ’ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα

πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς

καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.

15  p114  οἱ δ’ ἄρ’, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν

ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,

δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι

θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα

Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.

[link to English translation] Αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.

τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο,

Τίγρει​1 ἐπ’ εὐρυρέοντι, κυήσατο τοξεύτειρα

Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,

ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.

25 πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην,

ὄμματα δ’ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,

ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δ’ ἄρα δειρῆς

καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.

[link to English translation] Τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,

30 τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι,

δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα

καὶ πυρὸς ἀστράπτουσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί,

ἔξοχα δ’ ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν·

ἀλλ’ ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.

[link to English translation] Πουλὺς δ’ ἐν Λιβύῃ ἐριβώλακι διψάδι γαίῃ

ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων,

οὐκέτι λαχνήεις, ὀλίγη δ’ ἐπιδέδρομεν αἴγλη·​2

σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις

ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·

40 ἀλκὴ δ’ ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων

κοιρανικῶν Λίβυες μέγα κοιρανέουσι λέοντες.

[link to English translation]  p116  Ἐκ δέ ποτ’ Αἰθιόπων Λιβύην ἠμείψατο γαῖαν,

θαῦμα μέγ’ εἰσιδέειν, μελανόχροος ἠΰκομος λῖς,

εὐρὺς ὕπερθε κάρηνα, πόδας δασύς, ὄμμασιν αἶθοψ,

45 μούνοισι ξανθοῖς φοινισσόμενος στομάτεσσιν.

ἔδρακον, οὐ πυθόμην, κεῖνόν ποτε θῆρα δαφοινόν,

κοιρανικοῖς τ’ ἔμολεν διαπόμπιμος ὀφθαλμοῖσιν.

[link to English translation] Φορβῆς οὐ χατέει πάντ’ ἤματα φῦλα λεόντων,

ἀλλὰ τὸ μὲν δόρποισι μέλει, τὸ δέ τ’ αὖτε​3 πόνοισιν·

50 οὐδ’ ὕπνον μυχάτοισιν ἔχει παρὰ τέρμασι πέτρης,

ἀμφαδὸν ὑπνώει δέ, θρασύφρονα θυμὸν ἑλίσσων,

εὕδει δ’ ἔνθα κίχῃσιν ὑπείροχος ἑσπερίη νύξ.

[link to English translation] Ἔκλυον αὖ κἀκεῖνο λεοντοκόμων αἰζηῶν,

δεξιτερὴν ὑπὸ χεῖρα φέρειν αἴθωνα λέοντα

55 νάρκα θοήν, τῇ πάντα λυγοῦν​4 ἄπο γούνατα θηρῶν.

[link to English translation] Πεντάκι θηλυτέρη δὲ τόκων ἀπελύσατο ζώνην·

βάξις δ’ ἀτρεκέως ἀνεμώλιος, ὡς ἕνα τίκτει.

πέντε φέρει πρώτιστον· ἀτὰρ πίσυρας μετέπειτα

ὠδίνει σκύμνους, κατά θ’ ἑξείης ὑπένερθε

60 νηδύος ἐκ τριτάτης τρεῖς ἔκθορον· ἐκ δὲ τετάρτης

ἀμφίδυμοι παῖδες· πύματον δ’ ἕνα γείνατο μήτηρ

γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα.

[link to English translation]  p118  Πορδάλιες δ’ ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι

μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,

65 αἱ δέ τ’ ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους·

εἴδεα δ’ ἀμφοτέρῃσιν ὁμοίϊα δαιδάλλονται,

νόσφι μόνης οὐρῆς, τῇ τ’ ἔμπαλιν εἰσοράαται·

μείοσι μὲν μείζων τελέθει, μεγάλῃσι δὲ μείων.

εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·

70 γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι,

γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται,

αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν

ὠχροί τ’ ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες.

ῥινὸς δαιδαλέος, χροιῇ τ’ ἐπὶ παμφανοώσῃ

75 ἠερόεις, πυκινῇσι μελαινομένῃσιν ὀπωπαῖς.

ὠκύτατον θείει, καί τ’ ἄλκιμον ἰθὺς ὀρούει·

φαίης, ὁππότ’ ἴδοιο, διηερίην φορέεσθαι.

ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ

πρόσθ’ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·

80 τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι,

δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.

τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας

ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.

[link to English translation] Ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,

85  p120  λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι

τυτθαί, βαιοτέροισί τ’ ἐφωπλίσσαντο λαγωοῖς·

ταὶ δ’ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα

εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις​5 ὀρύγεσσι.

μορφὴν δ’ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·

90 ἶσαι μὲν βλεφάροισιν ὕπ’​6 ὀφθαλμῶν ἀμαρυγαὶ

ἱμερόεν στράπτουσι· προσώπατα δ’ ἀμφοτέρῃσι

φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·

μούνη δ’ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·

μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,

95 μείζοσι δὲ κροκόεν τε θεείῳ τ’ εἴκελον ἄνθος.

ἔξοχα δ’ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην

εὔγληνοι λύγγες τε πυρίγληνοί​7 τε λέοντες

πορδάλιές τ’ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.

τῶν δ’ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι

100 λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,

αἱ δ’ ἄρ’ ἔπειτ’ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν

ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,

μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δ’ ἄρα τηλοῦ

κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης

105 περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ

πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.

ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης

φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδ’ ἄρα μούνοις

 p122  ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,

110 ἀλλὰ καὶ ἑρπηστῆρσι​8 καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς

θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν

οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.

οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς

αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.

115 πῶς δ’ ἄρ’ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν

ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι

αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.

πῶς δ’ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,

ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,

120 κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα

ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,

αὐχένα δ’ ὑψόσ’ ἄειρεν ἐς ἠέρα γυρώσασα

καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις

καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δ’ ἄρα δειλοὶ

125 τεῖχος ὑπ’ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·

ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,

εἰρυμένη φίλα τέκνα, τά τ’ εἰσέτι νήπια φέρβει,

ἄπτερα λυσιτόκων​9 θαλάμων​10 ἀπολύμενα δεσμοῦ.

ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι

130 πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωντοι

παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται

καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,

ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·

 p124  οὐδέ ποτ’ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης

135 οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,

οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,

οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,

σπεύδουσιν δ’ ἢ πρόσθε θανεῖν ἦ τέκνα σαῶσαι.

[link to English translation] Ἅρκτοι δ’ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,

140 λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,

μορφὴν δ’ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·

κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,

ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,

χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,

145 σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,

καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·

ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος

αὐταὶ θηλύτεραι μάλ’ ἐπ’ ἄρσεσιν ὁρμαίνουσι,

παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,

150 τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.

οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,

ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον,

νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν.

ἄρκτος δ’ ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον

155 χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι·

πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ,

νηδὺν ἐξέθλιψε, βιάσσατο τ’ Εἰλειθυίας.

τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.

τίκτει δ’ ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,

160  p126  σάρκα δ’ ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι,

ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν·

ἀρτιτόκος δ’ ἔτ’ ἐοῦσα μετ’ ἄρσενος εὐθὺς ἰαύει.

λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι

λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι

165 τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς·

οὐδ’ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·

θυμὸν δ’ ἑσπομένοιο συνιαίνουσι νομῆος.

ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,

εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.

[link to English translation] Ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν

καὶ λασίη περ ἐοῦσα· χιὼν δ’ ὅτε πάντα παλύνει,

ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,

κεύθετ’ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ,

καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,

175 οἷά τ’ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν.

τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης

πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,

χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν

 p128  κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·

180 αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν,

ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,

καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.

[link to English translation] Ἐξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,

κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·

185 ὄσσε​11 πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι,

ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·

ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,

χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι.

χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,

190 ἀλλ’ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί.

φῦλα δ’ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων

πολλαῖσίν τ’ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·

θηλύτεραι δ’ ἕσπονθ’, ὅθι τοι πόσις ἡγεμονεύει·

πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,

195 πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα

πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι.

ζῆλον δ’ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει

υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·

ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον​12 Εἰλειθυίης,

200  p130  ἄγχι μάλ’ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει·

καί ῥ’ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν,

εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδ’ ἑκάτερθε

γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·

ἄρσενα δ’ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει

205 λευγαλέῳ ζήλῳ μητέρι μαινόμενος θήρ·

ἐκ δ’ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι

μήδεα, μὴ μετόπισθε νέον γένος​13 ἡβήσειεν.

ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι

παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.

210 ὡς δ’ ὁπότ’ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην

νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,

αὐτήν τ’ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν

υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,

δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν

215 αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι·

ὣς καὶ θῆλυς ὄναγρος ἐφ’ υἱέϊ πάμπαν ἔοικεν

οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ.

φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,

μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·

220 ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται,

ὄμματα φοινίχθη δέ, τά τ’ ἦν πάρος αἰγλήεντα;

οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης,

οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης,

οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.

225 παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι,

παῖδα τεὸν γενύεσσι τεῇς οὐκ ἄρσενα θήσεις;

ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας;

 p132  παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.

δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,

230 καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος.

δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,

καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,

ἀλλ’ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος.

τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα

235 μυθεῖσθαι φαίη· τὸν δ’ οὐκ ἀλέγοντα δαφοινοῖς

δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.

Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.

κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι

θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,

240 δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ.

οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,

οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,

ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.

κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν

245 αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,

Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,

Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην

 p134  Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.

ἀλλ’ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν

250 θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.

[link to English translation] Ἔστι δ’ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων

ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι

δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,

χηλὴν δ’ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·

255 χαίτη δ’ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα

οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην

δουλοσύνην ἔτλη ποθ’ ὑπερφίαλον γένος αἰνόν·

ἀλλ’ εἰ καί ποθ’ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν

ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,

260 οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι

οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.

[link to English translation] Φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,

μηλοφόνον τε λύκον δυσδερκέα τ’ αὖθις ὕαιναν,

 p136  τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,

265 τὴν δ’ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·

τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν

ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,

τὴν δ’ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν

οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετ’ ἠῶ.

270 εἴδεα δ’ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·

τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο

μείζοσι ποιμενικοῖς, λασίη δ’ ἐπιέσπεται οὐρή·

ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ

λαχνήεσσα κυρεῖ, κατὰ δ’ ἔγραπται δέμας αἰνὸν

275 κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι·

στεινὴ τ’ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·

ῥινὸν δ’ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ

ῥιγεδανόν· τῆς​14 μέν τε διατμήξας περὶ ποσσὶν

εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,

280 καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις

ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.

εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο

τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,

μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν

285 καὶ μοῦνον παταγεῖ, τὰ δ’ ἐΰθροα πρόσθεν ἐόντα

τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.

 p138  καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.

θαῦμα δὲ καὶ τόδ’ ἄκουσα περὶ στικτῇσιν ὑαίναις,

ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,

290 καί ῥ’ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,

νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δ’ αὖθις ὁρᾶσθαι

θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.

[link to English translation] Ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,

εἴδεα δ’ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο

295 φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.

πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·

ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα

καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·

γαστέρα δ’ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·

300 σμερδαλέον δ’ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,

αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.

[link to English translation] Ἅλλος δ’ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δ’ αὖτε

μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·

τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.

305 πολλῷ σὺν ῥοίζῳ δὲ μάλ’ ὄρθριος εἶσιν ἐπ’ ἄγρην

πρώτῃ ὑπ’ ἀμφιλύκῃ· ῥέα γάρ τ’ ἐπιδεύετ’ ἐδωδῆς·

χροιὴ δ’ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,

ναίει δ’ οὔρεα μακρά· τὰ δ’ ὁππότε χείματος ὥρῃ

ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,

310 δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων,

πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκ’ ἐδωδῆς,

λάθρη τ’ ἐμπελάει μάλα τ’ ἤρεμος, εἰσόκεν ἄγρῃ

ἐγχρίμψῃ· τὴν δ’ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.

[link to English translation]  p140  Ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας

315 ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ,

καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι

χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,

οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,

χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.

320 πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν

ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.

καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·

αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης

ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης

325 ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ.

[link to English translation] Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,

εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς

καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.

τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ

330 παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν·

ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.

αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται,

μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.

θηρεύει δ’ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·

335 πᾶσαί τ’ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι.

[link to English translation] Δηθάκι δ’ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς

εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,

θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,

μητέρα μὲν ῥινοῖσι, προσώποις δ’ αὖ γενετῆρα.

[link to English translation]  p142  Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν,

τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα

ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.

τόσσον δ’ ἐν θήρεσσι μέγ’ ἔξοχος ἔπλετο τίγρις,

ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.

345 πάντα μιν ἀθρήσειας ὀρέσβιον οἶα λέαιναν,

νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,

δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.

τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ

μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,

350 καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή·

τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε

νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.

ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·

αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·

355 οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο,

θῆρες ὅτι δμηθεῖεν ὑπ’ ἠέρι νυμφευτῆρι;

ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον

θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·

δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·

360 ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑά τέκνα

ἐμμενέως φεύγει, θηρήτορας εὖτ’ ἂν ἴδηται·

ἡ δ’ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,

χάρμα μέγ’ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.

[link to English translation] Κάπρος ἐνυαλίοις δὲ μέγ’ ἔξοχος ἐν θήρεσσιν

365  p144  εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,

ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.

θηλυτέρῃ δ’ ἀλίαστος ἐφορμαίνων ἀλάληται

καὶ μάλ’ ἐρωμανέων σφριγᾷ· κατὰ δ’ αὐχένος ὀρθαὶ

φρίσσουσι τρίχες, οἶα περισσολόφων πηλήκων,

370 ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων

ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ·

καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.

θηλυτέρη δ’ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν,

ἔσβεσε πάντα χόλον, κατὰ δ’ εὔνασε θηρὸς ἐρωήν·

375 εἰ δέ κ’ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν,

αὐτίκ’ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι

ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας,

ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας.

ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα

380 λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.

σῆμα δ’ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·

ὁππότε γὰρ πολύς ὄχλος ἐπήτριμος ἀγρευτήρων

σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,

αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,

385 δὴ τότ’ ἀπ’ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν

θηρὸς ἔτ’ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,

αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.

καὶ δ’ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν,

ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,

390 ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται.

[link to English translation] Ὑστρίγγων δ’ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην

ῥίγιον εἰσιδέειν οὔτ’ ἀργαλεώτερον ἄλλο·

 p146  τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,

βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς

395 τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις,

ὁπποίαις θωρήξατ’ ἐχίνων αἰόλα φῦλα.

ἀλλ’ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,

δὴ τότ’ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας

καί τ’ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν

400 ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ

φεύγει τ’ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.

δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης

αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.

τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,

405 οὔτι κύνας μεθιᾶσι, δόλον δ’ ἐπετεκτήναντο,

τὸν μετέπειτ’ ἐρέω, θηρῶν φόνον ὁππότ’ ἀείδω.

[link to English translation] Ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως

μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς

ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.

410 ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα,

ἑρπηστῆρας​15 ὄφεις καὶ ἀργαλέους κροκοδείλους,

κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις

θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας

 p148  χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,

415 δή ῥα τότ’ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων

λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,

εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·

αἶψα δ’ ἄρ’ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς

ῥίμφ’ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο

420 τολμηρῇ κραδίῃ, διὰ δ’ εὐρέος ἤλυθε λαιμοῦ.

αὐτὰρ ὅ γ’ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,

καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,

πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,

ἄλλοτε μὲν ποτὶ τέρματ’ ἰὼν μυχάτου ποταμοῖο,

425 ἄλλοτε δ’ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον,

ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφ’ ὀδύνῃσιν.

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, γλυκερῇ δ’ ἐπιτέρπετ’ ἐδωδῇ·

ἥπατι δ’ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·

ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.

430 ἰχνεῦμον μέγα θαῦμα,​16 μεγασθενές, αἰολόβουλε,

ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,

ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.

[link to English translation] Ἀσπίδα δ’ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.

πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,

435 νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων·

οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,

ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,

 p150  ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.

τὴν δ’ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,

440 ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν.

ἀσπὶς δ’ ἰοφόρον πέλας ἀντήειρε κάρηνον,

στήθεά τ’ εὔρυνε, στυφελόν θ’ ὑπέσηρεν ὀδόντα,

μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέῃσιν.

ἀλλ’ οὐκ ἰχνεύμων τότ’ ἀρήϊος ἐν ψαμάθοισι

445 δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν,

δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε,

καὶ νέκυν αὐτίκ’ ἔθηκ’ ἀποφώλιον ἐκπτύουσαν

πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν.

[link to English translation] Ναὶ μὴν αἰολόβουλος ἐπ’ ἀγραύλοισι μάλιστα

450 θηρσὶ πέλει κερδώ, μάλ’ ἀρήϊος ἐν πραπίδεσσι·

καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν,

ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς

τηλόθ’ ἀπ’ ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες

ἀμφὶ θύρῃ λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·

455 ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι

θηρσί τ’ ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν.

εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει,

γυμναὶ δ’ ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται,

δὴ τότε καὶ θηρᾶν​17 πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,

460 οἰωνούς τε δόλοισιν ἑλεῖν καί τέκνα λαγωῶν.

[link to English translation]  p152  Ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,

μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,

πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.

Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσ’ εἴδεα νῶϊ φύτευσας,

465 ὅσσα βροτῖσιν ὄπασσας, ὅσ’ εἰναλίοις νεπόδεσσιν.

ὅς τόδ’ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,

ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι

φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.

δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,

470 ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,

κώλων δ’ οὐκ ἴσα μέτρα, πόδες τ’ οὐ πάμπαν ὁμοῖοι,

ἀλλ’ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ

πολλὸν ὀλιζότεροι, κατά τ’ ὀκλάζουσιν ὁμοῖοι.

ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,

475 οὔ τι κέρας κερόεν, παρὰ δ’ οὔατα μεσσόθι κόρσης

ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·

ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε

ἐντὸς ἐρηρέδαται γαλακόχροες​18 ἀμφὶς ὀδόντες·

αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.

480 οὐρὴ δ’ αὖτ’ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,

ἄκραισιν μετόπισθε μελαινομένῃσιν ἐθείραις.

[link to English translation]  p154  Ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν

ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον·

τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι

485 καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί,

οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης.

οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός,

οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν.

ἀλλ’ ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.

490 τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε

νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον·

καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις,

ὁπποῖον θαμινῇσιν ἀρηράμενοι φολίδεσσι

σκληρῇς ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δ’ ἀείρει

495 βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν

κυανέην· κείνῃσι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν​19

ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις,

ἀλλ’ ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι

αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.

500 οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,

Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα·

 p156  τίκτει δ’ ἄπλετον ᾠόν, ὅσον χαδέειν τόσον ὄρνιν,

κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι.

[link to English translation] Πτῶκας ἀείδωμεν, θήρης ἐρίδωπον ὀπώρην.

505 σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας,

βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα·

χροιὴν δ’ ἀμφιέσαντ’ ἀνομοίϊον· οἱ μὲν ἔασι

κυάνεοι δνοφεροί τε μελάμβωλον κατ’ ἄρουραν,

ξανθοὶ δ’ αὖθ’ ἕτεροι πεδίων ἐπὶ μιλτοπαρῄων·

510 αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ

κανθὸν ἀγρυπνίῃ κεκορυθμένον· οὔποτε γὰρ δὴ

ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο,

δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·

νυκτὶ δέ τ’ ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·

515  p158  νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δ’ ἔγκυοι οὖσαι​20

οὔποτ’ ἀναίνονται πόσιος πολύθουρον ἐρωήν,

οὐδ’ ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν·

ἔξοχα γὰρ τόδε φῦλον, ὅσ’ ἄπλετος ἔτραφεν αἶα,

πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς

520 ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δ’ ἔσωθεν

νόσφι τριχὸς φορέει, τὸ δ’ ἄρ’ ἡμιτέλεστον ἀέξει,

ἄλλο δ’ ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι·

ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς

λήθετο μαχλοσύνης· τελέει δ’ ὅσα θυμὸς ἀνώγει,

525 οὐδ’ αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.


Critical Notes:

1 ἴστρω (ἴστρουMSS.: corr. Brodaeus.

2 ἐπιδέδρομε λάχνη F.

3 τότε δ’ αὖτε most MSS.

4 λυγοῦν Editor: λυγρῶν MSS.

5 ὀξυκέροις G.

6 ὕπ’ Editor: ἀπ’.

7 περίγληνοι L.

8 ἑρπυστῆρσι K: ἑρπηστῆσι E.

9 vv.ll. λυσικόμων, λυσιτόμων.

10 πτερύγων suprascr. G.

11 ὄσσε B. de Ballu: ὅστε MSS.

12 κόπον Jacobs: τόκον MSS.

13 γένος Schneider: γέ μεν MSS.

14 τοῦ Brodaeus.

15 ἑρπυστῆρας KM.

16 v.l. μεγάθυμε.

17 θήραν or θήρην or θῆρα MSS.

18 γαλακόχροες Editor coll. Callim. Hec. I.4.3: γαλακτόχροες (γαλοκτ‑ DEMSS.

19 After 496 all MSS. insert C. IV.74‑76.

20 ἐγγὺς ἐοῦσαι MSS.: corr. Turnebus.


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 Apr 11