[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Κυνηγετικόν
τὸ Γ´

This webpage reproduces a Book of the
Cynegetica

by
Oppian

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

[image ALT: a blank space]

 p160  ΟΠΠΙΑΝΟΥ
Κυνηγετικῶν τὸ Δ

[link to English translation] Εἴδεα μὲν τόσα θηρσί, τόσαι δ’ ἀνὰ δάσκιον ὕλην

νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται

ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.

τλησιπόνων δ’ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,

5 ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν

κέρδεά τ’ αἰολόβουλα πολυφράστοις τε δόλοισι

φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα

μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ

καὶ φρένας οὐδ’ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.

[link to English translation] Ἤθεα​1 πολλὰ πέλει κλειτῆς πολυαρκέος​2 ἄγρης,

ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,

μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν

εἰπέμεναι κατὰ μοῖραν ὑπ’ εὐκελάδοισιν ἀοιδαῖς;

τίς δ’ ἂν πάντ’ ἐσίδοι; τίς δ’ ἄν τόσον ὠπήσαιτο

15 θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθ’ ὁρόωσιν.

αὐτὰρ ἐγὼν ἐρέω τά τ’ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,

θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,

ὅσσα τ’ ἀπ’ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,

αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,

20 ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ

 p162  ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,

εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,

ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα

θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.

[link to English translation] Θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,

ἀλλὰ δέμας βαιοί· τοὶ δ’ ἔμπαλιν ἀλκήεντες,

βουλὴν δ’ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δ’ ἄρ’ ὁμαρτῇ

καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλουσ’ ἀμενηνοί,

ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,

30 βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.

γιγνώσκουσι δ’ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,

ἔνθ’ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.

οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·

οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·

35 οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·

πόρδαλις οἶδ’ ὀλοὴ παλαμάων λοίγιον ἰόν,

καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου,

καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων.

[link to English translation] Ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖς

40 μουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε,

κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·

ξυνὰ δέ θ’ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.

 p164  ξυνὰ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·

ξυνὰ δέ τ’ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα

45 ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δ’ αὖτε

καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·

ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν

φέρβοντ’, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν

ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,

50 πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.

τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων

ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τ’ ἐλόωσιν

ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.

ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι

55 θῆρας ἀρειοτέρους, τοί τ’ ἀνδράσιν ἶφι μάχονται.

[link to English translation] Ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,

καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.

 p166  οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες

ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,

60 ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι

πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·

ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας

παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,

ὄφρα λινοστατέωσι βοηλατέωσί​3 τε πάντῃ

65 αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν

ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο

ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,

ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται

αὐτοῖς ἄντα βροτοῖσι, πόνον δ’ ἅλιον θέσαν ἄγρης.

70 τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας

θηροφόνοι, στάλικάς τε λινοστασίην τ’ ἐφέποιεν

ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δ’ ἐλάοιεν

ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·

ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·

75 Εὔρου δ’ ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις·

κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν.

[link to English translation] Ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην

ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ.

χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,

80 ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς

ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων·

θηρὸς δ’ αὖ μετέπειτα πελώριον ὠπήσαντο

ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς

λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.

85  p168  ἔνθ’ ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν,

εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ

κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον·

τοῦ δ’ ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες

ἀρνειὸν νεογιλὸν ὑπ’ ἀρτιτόκοιο τεκούσης·

90 ἔκτοθε δ’ αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν

αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν,

ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε·

καί ῥ’ ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ·

τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·

95 μαιόμενος δ’ ἴθυσε, φίλον κεχαρημένος ἦτορ,

ἴχνος ἐπισπέρχων βληχῆς ἠδ’ ἔνθα καὶ ἔνθα

παπταίνων πυρόεν· τάχα δ’ ἤλυθεν ἄγχι δόλοιο,

ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει.

αὐτίκα δ’ αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,

100 δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδ’ ἐνόησεν,

ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·

παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,

ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,

ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.

105 οἱ δ’ ἄρ’ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες

ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δ’ ἱμᾶσι

δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,

ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·

αὐτὰρ ὅ γ’ ἐκ βόθροιο δοκεύμενος αὐτίκ’ ἀλύξειν

110 ἔνθορε καγχαλόων· παρὰ δ’ οὐκέτι νόστος ἕτοιμος·

ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.

[link to English translation] Αὐτὰρ ἐϋρρείταο παρ’ ὄχθαις Εὐφρήταο

ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται

 p170  θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι

115 κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι

καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·

οἱ δ’ ἄλλοι τρείουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,

δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,

ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.

120 πεζοὶ δ’ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος,

ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·

τόσσον δ’ αὖθ’ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,

ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.

τρισσοὶ δ’ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,

125 εἷς μέσατος, δοιοὶ δ’ ἄρ’ ἐπ’ ἀκροτάτοισι κορύμβοις,

ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν

εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.

οἱ δ’ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,

φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·

130 ἀνδρῶν δ’ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ,

(ἀσπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·)

δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·

ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,

οὐδ’ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.

135 οἱ δ’ ὁπότ’ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ,

πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ

ἕσπονται παταγεῦντες, ἀϋτὴ δ’ αἰθέρ’ ἱκάνει.

θῆρες δ’ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται

θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.

140 ὡς δ’ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες

πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες

 p172  λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες

ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·

ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.

145 καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν

αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.

[link to English translation] Ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων

ἀκάματος, μέγα θαῦμα· τὸ δ’ ἀνέρες ἀλκήεντες

Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.​4

150 πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι

καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας

ἀζαλέας τανύουσιν ἐπ’ ἀσπίσιν ὀμφαλοέσσαις

ἄλκαρ ἔμεν τ’ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·

αὐτοὶ δ’ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,

155 σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·

καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δ’ ἀθρήσαις

χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.

ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες,​5 εὐκελάδοισι

μάστιξιν θαμινῇσι δι’ ἠέρος αἰθύσσοντες·

160 αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος

βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,

δερκόμενος χαροποῖσιν ὑπ’ ὄμμασιν αἰθόμενον πῦρ,

θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.

οὐ τοῖον Γάγγαο ῥόος πρόσθ’ ἠελίοιο

165 Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα​6 λαὸν ἀμείβων

μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν

ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·

ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τ’ εἴκοσιν ἄλλοις

κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·

170 οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι

 p174  βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δ’ ὅλος αἰθήρ.

καί ῥ’ ὁ μὲν αὐτίκ’ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,

λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν

ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.

175 αὐτὰρ ὅ γ’ ἔν τ’ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν

ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.

τὸν δ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν

κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.

αἶψα δ’ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς

180 ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος

δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·

ἄλλοι δ’ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι

ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,

τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,

185 οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.

αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,

τὸν μὲν καλλείπων, τὸν δ’ αἰρόμενος χθονὸς αἶψα

αὖ ἐρύων, τῷ δ’ αὖτις ἀάσχετος ἰθὺς ὀρούων.

ὡς δ’ ὁπότ’ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν

190 δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,

αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα

ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,

ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,

πάντες ὁμοῦ βρίσαντες· ὁ δ’ ὀκλάζει κατὰ γαίης,

195 βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·

ὣς ὅ γ’ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν

ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·

ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·

 p176  εἴκελος αἰδομένῳ δὲ ποτὶ χθόνα κανθὸν ἐρείδει.

200 ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι

πυγμαχίης ἐν ἀγῶσιν, ὑπ’ ἀνέρος ἀλκήεντος

ἄντην ἀσσυτέρῃσιν ὑπ’ ὠτειλῇσι δαμασθείς,

ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ,

οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·

205 αὐτὰρ ἔπειτ’ ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη·

ὣς ὅ γ’ ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν.

οἱ δὲ τότ’ ἐγκονέουσι πολὺ πλέον, αἶψα δ’ ὕπερθε

πάντες ἐρεισάμενοι κρατεροῖσι δέουσ’ ὑπὸ δεσμοῖς

οὐδὲν ἀλευόμενον, μάλα δ’ ἤρεμον ἀτρεμέοντα.

210 ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν,

αἰνόν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν.

[link to English translation] Ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι

θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα

πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·

215 κίονα δ’ οὐχὶ λίθοιο, δρυὸς δ’ ἐτάμοντο κεραίην·

οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν,

ἀλλὰ κυνός· τοῦ δ’ αὖτ’ ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις

λεπταλέαις· ὁ δ’ ἄρ’ ὦκα περισπερχὴς ὀδύνῃσιν

ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·

220 ἡ δὲ μάλ’ ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει.

ὡς δ’ ὁπότ’ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,

πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι

πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·

ὀδμὴ δ’ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον

225  p178  ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται

αὖτις ὑπεκδῦναι, δεινοῦ δ’ ἤντησαν ὀλέθρου·

ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα,

ἔδραμε καὶ θόρεν, οὔτιν’ ὀϊσσαμένη δόλον εἶναι,

γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.

[link to English translation] Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν,

θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων,

οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου.

πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν

οὐ θῆρες βλοσυραί, χαροπαὶ δ’ ἐπέλοντο γυναῖκες,

235 οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι,

Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι.

νηπίαχον γὰρ Βάκχον7 Ἀγηνορὶς ἔτραφεν Ἰνώ,

μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός·

σὺν δ’ ἄρ’ ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·

240 ἀλλ’ οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,

οὔρεϊ δ’ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.

 p180  Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι

καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι

εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,

245 νεβρίσι δ’ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις

ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·

τύμπανα δ’ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,

παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δ’ ἔφαινον

ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δ’ ἄρα τῇσιν

250 Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες·

ἐκ δ’ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν​8

ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·

μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα

γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.

255 χηλὸν δ’ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι

στεψάμεναι νώτοιστν ἐπεστήριξαν ὄνοιο·

Εὐρίπου δ’ ἵκανον ἐπ’ ᾐόνας, ἔνθα κίχανον

πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι

γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·

260 αὐτὰρ ὅ γ’ αἰδεσθεὶς ἱεράς ὑπέδεκτο γυναῖκας.

 p182  καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ,

πρύμνην δ’ ὡραίη ἕλινος​9 καὶ κισσὸς ἔρεπτον·

καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες

δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν

265 ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες

ἠδ’ ἐπ’ Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι,

ὅσθ’ ὕπατον μὲν ἔναιεν ὄρος​10 Καρύῃσιν​11 ὑπ’ ἄντρῳ,​12

μυρία δ’ ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν·

πρῶτος ποιμένιον​13 ἱδρύσατο, πρῶτος ἐκεῖνος

270 καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης,

καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους

ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας.

 p184  ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπ’ ἄντρῳ

Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,

275 σὺν Δρυάσιν δ’ ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις

Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν.

ἤδη κουρίζων δ’ ἑτέραις μετὰ παισὶν ἄθυρε·

νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας,

αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.

280 ἄλλοτε δ’ ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι

καὶ μελεϊστὶ τάμεν νέκυας δ’ ἔρριψεν ἔραζε,

αὖτις δ’ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,

οἱ δ’ ἄφαρ ἔζωον χλοεροῦ θ’ ἅπτοντο νομοῖο.

ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν

285 γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου.

πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·

ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι

πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος

Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,

290 καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι,

οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,

οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·

σύρειν δ’ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,

σύρειν τε κλείειν τε, χορόν τ’ ἐλάασκε γυναικῶν.

295 οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες

δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι

ἄλλοι Καδμεῖοί τε· θεοῦ δ’ οὐχ ἅπτετο δεσμά·

παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δ’ ἔραζε

ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·

300  p186  πάσαις δ’ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί·

αἶψα δ’ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,

ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δ’ ἐλέλιξον

γαῖαν, ἀταρτηροῦ δ’ ὄπασον τίσιν ὦκα τυράννου·

θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,

305 ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας

ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,

ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.

ὣς φάσαν εὐχόμεναι· τάχα δ’ ἔκλυε Νύσιος ἀρῆς.

Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,

310 αὐχένα τ’ ᾐώρησε, κέρας τ’ ἀνέτειλε μετώπου·

ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,

καὶ γένυας θώρηξε, κατέγραψεν δ’ ἐπὶ νώτου

ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.

αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν

315 πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο.

τοιάδ’ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·

ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,

ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,

μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.

[link to English translation] Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις

θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.

πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,

ἥ τ’ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον

ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,

325 οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλ’ αἰνῶς

βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·

ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετ’ ἠὼ

πιόμενον· τοὶ δ’ αἶψα κατὰ κνέφας ὁρμηθέντες

ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας

330  p188  οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι

θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·

ὕδατι δ’ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες

πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,

προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν

335 ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται

εὑρέμεν οὔτε λίθων οὔτ’ ἠϋκόμων ἀπὸ δένδρων·

πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.

τὰς δ’ ἄρα σειριόεντος ὑπ’ ἠελίοιο τυπείσας

ἀμφότερον δίψη τε φίλη τ’ ἐκάλεσσεν ἀϋτμή·

340 πίδακι δ’ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν

λάπτουσιν Διόνυσον, ἐπ’ ἀλλήλῃσι δὲ πᾶσαι

σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,

εἶτα δέμας βαρύθουσι, προσώπατα δ’ ἐς χθόνα δῖαν

ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας

345 κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην.

ὡς δ’ ὁπότ’ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων

ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,

λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον

ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,

350 ὀψὲ δ’ ἐλώφησαν· τοὺς δ’ ἔρριφεν ἄλλον ἐπ’ ἄλλῳ

καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·

ὣς κεῖναι μάλα θῆρες ἐπ’ ἀλλήλῃσι χυθεῖσαι

νόσφι πόνου κρατεροῖσιν​14 ὑπ’ ἀγρευτῆρσι γένοντο.

[link to English translation] Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην

355 Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον.

πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,

ἴδριες αὐτολύτοις​15 σὺν ἐϋρίνεσσι κύνεσσιν,

 p190  ἴχνια μαστεύσοντ’​16 ὀλοῶν πουλύπλανα​17 θηρῶν.

ἀλλ’ ὁπότ’ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,

360 ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ,

ῥῖνας μὲν ταναὰς σχεδόθεν χέρσοιο τιθέντες·

εἰσοπίσω δ’ εἴπέρ τι νεώτερον ἀθρήσειαν

ἴχνος, ἐπειγόμενοι θόρον αὐτίκα καγχαλόωντες

ληθόμενοι τοῦ πρόσθεν· ἐπὴν δ’ εἰς ἄκρον ἵκωνται

365 εὐπλανέος στιβίης θηρός τε παναίολον εὐνήν,

αὐτίχ’ ὁ μὲν θρώσκει παλάμης ἄπο θηρητῆρος,

οἰκτρὰ μάλ’ ὑλακόων, κεχαρημένος ἔξοχα θυμόν.

ὡς δ’ ὅτε παρθενικὴ γλαγόεντος ἐν εἴαρος ὥρῃ

ἀβλαύτοισι πόδεσσιν ἀν’ οὔρεα πάντ’ ἀλάληται,

370 ἄνθεα διζομένη· τὸ δέ οἱ μάλα τηλόθ’ ἐούσῃ

νηδύμιον προπάροιθεν ἴον μήνυσεν ἀϋτμή·

τῇ δὲ μάλ’ ἰάνθη μείδησέ τε θυμὸς ἐλαφρός,

ἀμᾶται δ’ ἀκόρητος, ἀναψαμένη δὲ κάρηνον

εἶσιν ἐς ἀγραύλων δόμον ἀείδουσα τοκήων·

375 ὣς κυνὸς ἰάνθη θυμὸς θρασύς· αὐτὰρ ἐπακτὴρ

καὶ μάλα μιν θύνοντα βιησάμενος τελαμῶσι

καγχαλόων παλίνορσος ἔβη μεθ’ ὅμιλον ἑταίρων.

τοῖσι δὲ καὶ δρυμὸν διεπέθραδε, θῆρά τε πικρὴν

αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.

380 οἱ δ’ ἄρ’ ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς

δίκτυά τ’ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·

ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις

ἀνέρας ἀκρολίνους ὑπὸ​18 μειλινέοισι πάγοισιν.​19

ἐκ δ’ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν

385  p192  λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι

μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,

ὅσσον ἐπ’ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·

τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα

ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,

390 ἐκ δ’ ἄρ’ ἀπήρτηται πτίλα μυρία παμφανόωντα,

οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ

γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.

δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν​20 ἐστήσαντο,

ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,

395 τυτθὸν ἀπ’ ἀλλήλων, πίσυρας δ’ ἐκάλυψαν ἑκάστῳ

ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.

αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,

σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης

ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·

400 αἰζηοὶ δ’ ἐπόρουσαν ἀολλέες, ἐκ δ’ ἑκάτερθεν

ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.

 p194  ἡ δ’ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,

γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα

ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν

405 κλαγγηδὸν παταγοῦσιν, ἐπ’ ὀφρύα μηρίνθοιο

σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τ’ ἀνιγρὴ

ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·

πάντα δ’ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,

δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω

410 ταινίαι τ’ ἐφύπερθε διηέριαι κραδάουσι

κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.

τοὔνεκα παπταίνουσα κατ’ ἄρκυος ἀντίον ἕρπει,

ἐν δ’ ἔπεσεν λινέοισι λόχοις· τοὶ δ’ ἐγγὺς ἐόντες

ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε

415 σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δ’ ἐπ’ ἄλλῳ

νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν

ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·

δηθάκι δ’ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας

δίκτυά τ’ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.

420 ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν

ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,

δῆσέ τ’ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,

καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,

πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.

[link to English translation]  p196  Χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο

σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,

πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·

αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες

πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,

430 ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.

τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,

ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.

ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν

καὶ πάτον, ἐν δ’ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·

435 κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ

ῥεῖά τ’ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δ’ ἐνὶ γαίῃ

καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ

ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.

[link to English translation] Ἤν ποτ’ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν

440 ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο

τυτθὸν ὑποσταίη, λαγόνων δ’ ἀπὸ μήδεα χεύῃ·

δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι

κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπ’ ὄμβροις

βριθόμενοι λαγόνας, ποτὶ δ’ ἰσχίον ὀκλάζουσιν·

445 ἢν δ’ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,

πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,

γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.

[link to English translation] Κερδὼ δ’ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν

 p198  οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,

450 δεινὴ δ’ αὖτε κάλωα ταμεῖν, ὑπὸ δ’ ἅμματα λῦσαι,

καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.

ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδ’ ἄρ’ ἐκεῖνοι

καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.


Critical Notes:

1 εἴδεα Brunck.

2 πολυάρκυος or πολυερκέος Brodaeus.

3 v.l. βροχηλατέωσι.

4 τελέθουσι MSS.

5 ἀολλέες: vv.ll. ἅμ’ ὁρμαῖς, ἅμα ῥώμαις.

6 v.l. βαρυανθέα.

7 Ἴακχον G.

8 ἀγερμ. MSS.: corr. Brodaeus.

9 σέλινος (‑ον GIMSS.: corr. Brodaeus.

10 ὄρος Editor: ὄρει MSS.

11 Καρύῃσιν Editor: καὶ ῥύησιν CDEF: καὶ ῥοιῆσιν AB: καὶ ῥοῃσιν GLM: κεράεσσιν Turnebus.

12 ἄντρῳ: ἄντρου MSS.

13 ποιμένιον Schneider: ποιμενίων MSS.

14 κρατεροῖο MSS.: corr. G. Hermann.

15 αὐτολύτοις Schneider: αὐτολύγοις MSS. vulg.: αὖτ’ ὀλίγοι Tüselmann coll. Paraphr. p42.30 βραχεῖς δὲ αὐτῶν: αὖτ’ ὀλίγοις A2KLM.

16 μαστεύσοντ’] dual for plural.

17 πολυπλανέα MSS.: corr. Schneider.

18 ἐπὶ in lit. BK.

19 πάγαισι B. de Ballu.

20 ῥωπάσιν A3, in lit. M.


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 Apr 11