Short URL for this page:
bit.ly/OppianusHal5
mail: Bill Thayer |
English |
Italiano |
Adiutorium |
Ἄνω |
Εἴσοδος |
|||
|
Ἔνθεν ἔπειτ’ ἀΐων τεκμαίρεο, κοίρανε γαίης, ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ μητρὶ καμεῖν, οὐ κόλπον ἀν’ εὐρώεντα θαλάσσης· ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην 5 ἀνθρώπους ἀνέφυσε, χερείονα δ’ ὤπασεν ἀλκήν, εἴτ’ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς, ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ, εἴτ’ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα 10 Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν νόσφι θεῶν· μούνοισι δ’ ὑπείξομεν ἀθανάτοισιν. ὅσσους μὲν κατ’ ὄρεσφι βίην ἄτρεστον ἔχοντας θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα 15 εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδ’ ἐσάωσεν p460 αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δ’ ἔθηκαν 20 οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα. κήτεα δ’ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου. 25 ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τιν’ ἀλκὴν οὐδ’ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει. εἰσὶ δ’ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε. 30 πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι, πολλῷ δ’ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ. 35 p462 τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή, ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις; φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι 40 δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα. ἀλλ’ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δ’ ἁλιήων ὄλλυνται, κήτειον ὅτ’ ἐς μόθον ὁρμήσωνται. τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλ’ ἀΐοιτε 45 εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης. Κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι πλεῖστά τε καὶ περίμετρα· τὰ δ’ οὐκ ἀναδύεται ἅλμης δηθάκις, ἀλλ’ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ 50 αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ, ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ 55 πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι. πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα γείτονος Ὠκεανοῖο λελοιπότ’ ἀθέσφατον ὕδωρ p464 εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα. 60 πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο. Πᾶσι δ’ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα· οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν 65 πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν ἠλιβάτοις, μάλα δ’ ὀψὲ κυλινδόμενοι φορέονται. τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή, ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει 70 σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα. κήτει δ’ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κ’ ἐθέλῃσι ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δ’ αὐτοῦ 75 στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τιν’ ἄγρην ἐστὶν ἑλεῖν, εἴτ’ οὖν τι κορύσσεται ἐγγύθι πῆμα, p466 εἴτ’ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν βέλτερον· αὐδήεσσα δ’ ὅπως ἐνδείκνυται οὐρὴ 80 πάντα μάλ’ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος· κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς θηρὶ πέλει· κείνῳ δ’ ἀΐει, κείνῳ δὲ δέδορκεν, ἡνί’ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν. ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει, 85 φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων, τὸν δ’ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις χεῖρ’ ὀρέγων καί πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων· πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν· 90 ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ. ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ. ὥς οὔτ’ ἠνορίης οὔτ’ εἴδεος ἔπλετ’ ὄνειαρ 95 τόσσον, ὅσον πραπίδων· ἀλκὴ δ’ ἀνεμώλιος ἄφρων· καί τε μέγα βριάοντα κατέσβεσεν ἠδ’ ἐσάωσε βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν. τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα 100 p468 κεῖνον, ὑπ’ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας· οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετ’ ὄλεθρος. οὐ γὰρ ἔτ’ οὔθ’ ἅλμης ἰοειδέος οἶδε κέλευθα ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι, 105 ἀλλ’ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος, πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο. πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε 110 πλαζόμενον· τοίη οἱ ἐπ’ ὄμμασι πέπταται ἀχλύς. δή ῥα τότ’ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης. ὡς δ’ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι 115 λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας, εὕδοντας δ’ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων, Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δ’ ἐδάμασσεν· ἔνθεν ἔπειτ’ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ’ αὐτὴν θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην, 120 δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες· ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος· τοῦ δ’ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται ἄχθος ὅσον μέγεθός τε· τὰ δ’ ἔπλετο σήματα γυίων· 125 εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα· εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος 130 p470 ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι. τοῖσιν δ’ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται, ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης οὔτ’ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ· 135 ἄγκιστρον δ’ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν, οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι, τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι. δινωτὴ δ’ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ 140 ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς· δεσμῷ δ’ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται πυκνὰ παρ’ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι φοιταλέας, μηδ’ ἰθὺς ἀπορρήξειε σίδηρον 145 αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν, ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο. δαῖτα δ’ ἐπ’ ἀγκίστρῳ δυστερπέα πορσύνουσι ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο. 150 πολλαὶ δ’ ἀγρευτῆρσιν ὁμόστολοι ὥστ’ ἐς Ἄρηα θήγονται κρατεραί τ’ ἀκίδες στιβαραί τε τρίαιναι, ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται· ἐσσυμένως δ’ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες, 155 σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι, στέλλονται, κώπῃσι δ’ ὑπ’ εὐκήλοισι θάλασσαν ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον, μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο. 160 ἀλλ’ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τ’ ἀέθλῳ, δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ p472 πῆμα δόλου προὔθηκαν· ὁ δ’ ὡς ἴδε δαῖτα βαρεῖαν, ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας· μάρψε δ’ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δ’ εἴσω 165 ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ, ἐν δ’ ἐπάγη γλωχῖσιν· ὁ δ’ ἕλκεϊ θυμὸν ὀρινθεὶς πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει, χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων· ἀλλ’ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα 170 σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης· τῷ δὲ τάχ’ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν ὅσσον τ’ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι 175 βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν ἑλκύσει ποτὶ βυσσόν, ὅθ’ ὁρμήσειε φέρεσθαι. οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ δυομένῳ πέμπουσιν· ὁ δ’ ὀχθίζων ὀδύνῃσι 180 ῥινῶν οὐκ ἀλέγει, κατὰ δ’ ἔσπασεν οὐκ ἐθέλοντας ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ. ἀλλ’ ὁπότ’ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ, στῆ ῥα μέγ’ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος ἱδρῶτ’ ἐξανύσας καματώδεα τέρματος ἄκρου 185 ἀφρῷ ὑφ’ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα, p474 ὣς ὁ μέγ’ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν, αἶψα δ’ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι 190 πνοιῇ ἀειρόμενοι· τῷ δ’ ἵσταται ἄλλος ἄεθλος. ἔνθ’ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα δέρματ’ ἀμύνεσθαι· τὰ δ’ ἀνίπταται οὐδέ ἑ μίμνει, φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα· 195 αὐτὰρ ὅ γ’ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην, πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτ’ ἀνάγκῃ, ἄλλοθ’ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος. ὡς δ’ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τιν’ ἄλλην 200 χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι, ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων τέτραπται μίαν οἶμον, ἐπειγόμενος δ’ ἑκάτερθεν κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί, 205 τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θ’ ἑτέρωθεν. πολλὴν δ’ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ 210 ἀμβολάδην· φαίης κεν ὑπ’ οἴδμασι πᾶσαν ἀϋτμὴν κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι. τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο. 215 p476 οἶον δ’ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ 220 ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις, ὣς τότε κητείοισιν ὑπ’ ἄσθμασι χῶρος ἁπάντῃ ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης. ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης 225 ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε, πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς. τὸν δ’ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δ’ ὀδυνάων θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα, 230 ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης ἀγγέλλων, μέγα δ’ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν. οἶον δ’ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο κήρυκ’ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι, 235 αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκ’ ἀκοῦσαι, ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δ’ ἄλλοι p478 ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης, βριθὺ πέλωρ σύροντες· ὁ δ’ ἕλκεται οὐλόμενος θὴρ 240 οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων. ἔνθα τότ’ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς· πολλὴ δὲ σμαραγή, πολλὴ δ’ ἀνὰ πόντον ἀϋτὴ σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον 245 κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή, τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο. τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων, 250 ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει, στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης εὐπάγλου· τοὺς δ’ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει. 255 ἔνθ’ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν πάλλει, ὁ δ’ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα 260 βάλλουσ’, οὐτάζουσι, καταΐγδην ἐλόωντες. αὐτὰρ ὅ γ’ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται, οὐδ’ ἔτ’ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν νῆας ἐπεσσυμένας, πτερύγων δ’ ὑπεραχθέϊ ῥιπῇ ἄκρῃ τ’ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων 265 ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δ’ ἐρετμῶν ἀνδρῶν τ’ ἠνορέην γνάμπτει πάλιν, ἠΰτ’ ἀήτης ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων· τῶν δ’ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι, κῦμα δ’ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο 270 p480 ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ αἵματι κητείῳ, γλαυκὴ δ’ ἐρυθαίνεται ἃλμη. ὡς δ’ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ, 275 κιρναμένη δίνῃσιν· ἑκὰς δ’ ἐρυθαίνεται ὕδωρ ξανθῆς ἐκ κονίης, λύθρος δ’ ἔχει ὥστε θάλασσαν, ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν. ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου 280 πευκεδανὸν στάζουσ’· ἡ δ’ ἕλκεσι μισγομένη ἃλς ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον. ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα ῥιπή, τὴν δ’ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει 285 μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα, ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ. ἀλλ’ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο 290 μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον γηθόσυνοι σύρουσιν· ὁ δ’ ἕλκεται οὐκ ἐθέλων περ, πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις, νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων· οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες, 295 εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες. ὡς δ’ ὁπότ’ εἰναλίοιο διακρινθέντος Ἄρηος νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι 300 p482 γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι ναυμάχον εἰρεσίης1 παιήονα· τοὶ δ’ ἀέκοντες ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται, ὣς οἵ γ’ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης γηθόσυνοι κατάγουσιν ἐπ’ ᾐόνας· ἀλλ’ ὅτε χέρσῳ 305 ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν σμερδαλέαις πτερύγεσσιν, ἅτ’ εὐτύκτῳ περὶ βωμῷ ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ, δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθ’ ἱκέσθαι, 310 ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων, φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο 315 ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν· ὣς οἵ γ’ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι· πλῆσεν δ’ ᾐόνα πᾶσαν ὑπ’ ἀπλάτοις μελέεσσι κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι. τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο 320 εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ ταρβεῖ τ’ οὐκέτ’ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας. ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται, θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος. 325 ἔνθ’ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο, δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτ’ ἄκοντας p484 τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς· ἄλλοι δ’ ὠτειλὰς πολυδηρίτοιο πελώρου χαλκοτόρους ἀφόωσιν· ὁ δ’ ὀξύπρωρον ἄκανθαν 330 θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν· ἄλλοι δ’ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο. καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι 335 δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι· Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδ’ ἐκόμισσας φορβῇ χερσαίῃ· κόλποις δ’ ἐνὶ σεῖο θάνοιμι, ἦμαρ ὅτ’ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι· 340 μηδέ μ’ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποί, μηδ’ ἀνέμους νεφέλας τε κατ’ ἠέρα παπταίνοιμι· οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδ’ ἀλεγεινῆς ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν, αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις, 345 οὐδ’ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλ’ ἔτι τοίους δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες· p486 δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα, χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δ’ ἐμοὶ ἤπιος εἴης. 350 Κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου. ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη βαιοτέρη, θήρεσσι δ’ ἐοικότα τεύχε’ ἔασι, μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο, 355 φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι. Λάμνης δὲ σκύμνοισιν ὅτ’ ἀντήσωσ’ ἁλιῆες, πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ, 360 p488 λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δ’ ἐσιδοῦσα ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ ἐνσχόμενοι μίμνουσιν ἅτ’ ἐν δεσμοῖσιν ὀδόντες ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου. 365 Ἔξοχα δ’ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα· ἔξοχα δ’ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες· 370 πολλάκι δ’ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες κύρτοις τ’ ἐμπελάσαντες ἐδηλήσανθ’ ἁλιεῦσιν ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες. τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς, πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης, 375 ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας. Φώκῃ δ’ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος· ἀλλ’ ὅτ’ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται 380 φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες, δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα, ῥηϊδίως δὲ βίῃ τ’ ὀνύχων θ’ ὑπ’ ἀκωκαῖς 385 ῥήξει τ’ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ εἰλομένοις, μέγα δ’ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων. ἀλλ’ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης, ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες 390 p490 ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι. Ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο. τάων δ’ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων 395 ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι· εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν ὕπτιον ἀνστρέψειεν ἐπ’ ὄστρακον, οὐκέτι κείνη πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν· ὕψι δ’ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα 400 ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δ’ ἔχει ἀγρευτῆρας. τὴν δ’ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν, ἄλλοτε δ’ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν. ὡς δ’ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δ’ ἐπὶ νῶτα 405 κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι, ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ πυκνὸν ἐπασπαίρουσα, γέλως δ’ ἔχει ὅς κεν ἴδηται, ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ ἐμφέρεται λωβητὸν ὑπ’ ἀνδράσιν ἰχθυβόλοισι. 410 Πολλάκι δ’ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων p492 ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα ἐς πόντον φορέει, τὴν δ’ οὐκέτι καὶ μεμαυῖαν κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει ὕψι μάλ’ ἱεμένην νεάτης ἁλός· οἱ δ’ ἐσιδόντες 415 ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν. Δελφίνων δ’ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι κεῖνος ἔτ’ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει, ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον. 420 ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων· ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης κέχρηνται, μέγα δ’ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν. 425 ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην ἄγρην εὐθήρητον ἐπ’ ἰχθύσιν ὡπλίσσαντο νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν· εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν p494 ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν, 430 ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δ’ ἐφέπονται δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον. ἔνθ’ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται ἰχθύες, οἱ δ’ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν 435 τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι, πυκνὸν ἐπιθρώσκοντες, ἅτ’ ἀνδράσι θηρητῆρσι θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι. τοὺς δ’ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ. 440 τοῖσι δ’ ἄφυκτα κέλευθα, διορχεῦνται δ’ ἐνὶ πόντῳ, καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν. ἀλλ’ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται, p496 δὴ τότ’ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν· 445 οἱ δ’ οὐκ ἠνήναντο, πόρον δ’ εὐαγρέα μοῖραν ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται, οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπ’ ἄγρην. Καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ 450 κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ, ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων Ταιναρίῃ τ’ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων. καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων, τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα 455 δελφίς, σὺν δ’ ἤθυρε παρ’ ᾐόσι, καὶ κελαδεινῇ τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τ’ ἀφικέσθαι. p498 ἀλλ’ οὐδ’ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται Αἰολίς· οὔτι παλαιόν, ἐφ’ ἡμετέρῃ δὲ γενέθλῃ· 460 δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο· νήσῳ δ’ ἐνναίεσκεν, ἀεὶ δ’ ἔχε ναύλοχον ὅρμον, ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ, ἀλλ’ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ, σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς 465 σύντροφος· ἀλλ’ ὅθ’ ἵκοντο τέλος γυιαλκέος ἥβης, καί ῥ’ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν, δή ῥα τότ’ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδ’ ἐπίελπτον θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι· 470 πολλοὺς δ’ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας, ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους· πολλαὶ δ’ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπ’ ἦμαρ ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι. ἔνθ’ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν 475 ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομ’ ἀΰσας κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης· δελφὶς δ’ ἠΰτ’ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν, κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε, σαίνων τ’ οὐραίῃ κεφαλήν τ’ ἀνὰ γαῦρος ἀείρων, 480 παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον ἀμφαγαπαζόμενος, τοῦ δ’ ἵετο θυμὸς ἱκέσθαι p500 αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλ’ ὅτ’ ἐς ἅλμην κοῦφα κυβιστήσειεν, ὃ δ’ ἐγγύθι νήχετο κούρου, 485 αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων, αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ. 490 ἀλλ’ ὅτε καὶ πελάσειε παρ’ ᾐόσιν, αὐτίκα κοῦρος ἁψάμενος λοφιῆς διερῶν διερῶν ἐπεβήσατο νώτων· αὐτὰρ ὅ γ’ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο ἤλαεν, εἴτ’ ἄρα πόντον ἐπ’ εὐρέα τῆλε κελεύοι 495 στέλλεσθ’, εἴθ’ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν, ἢ χέρσῳ πελάειν, ὁ δ’ ἐπείθετο πᾶσαν ἐφετμήν. οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς, οὔτε τις ἀγρευτῆρι κύων ἐθὰς ὀτρύνοντι 500 τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν, οὔτ’ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες, ὅσσον ὑπ’ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι πείθετ’ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν. 505 οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἀν δ’ ἐκόμιζε νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι. τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλ’ ὅτε παῖδα πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος 510 δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος· οὐδ’ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε 515 p502 δέχνυσθαι, μάλα δ’ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετ’ ἄϊστος κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατ’, οὐδ’ ἔτι χῶρον ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ. Ἀλλ’ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας 520 καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν· ἦ μέγ’ ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων, οὐ πατέραν φείσαιντο, κασιγνήτους τ’ ὀλέκοιεν 525 ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης. μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι· Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται, στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης. 530 οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν, οὔ τιν’ ὀϊόμενοι μερόπων δόλον, οὐδέ τιν’ ἄτην ἵξεσθαι, σαίνουσι δ’ ἐνηέας ἠΰθ’ ἑταίρους γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον. 535 οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ τήν τ’ ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης, δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ· αὐτὰρ ὅ γ’ ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων, αὐτίχ’ ὑποβρυχίης εἴσω καταδύεται ἅλμης, 540 ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις· οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἄν ἄγρης μαψιδίως ἄλιον καὶ ἐτώσιον ἔργον ἄροιντο· p504 ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς, 545 ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις. ἀλλ’ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου, δή ῥα τότ’ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν, 550 ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει, ἀλλ’ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τ’ ἀνιόντι βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι 555 παίδων θ’ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ· ὣς ἥ γ’ αἴν’ ἀχέουσα δαϊζομένῳ περὶ παιδί, ὥστ’ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ, δινεύει· τὸν δ’ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει· 560 φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθ’ ἑταῖροι ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην· ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα, σπονδάς τ’ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες ἡμετέρην, τὴν πρόσθεν ἐπ’ ἀλλήλοις ἐθέμεσθα. 565 τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι μυθεῖται· καὶ τὸν μὲν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι, τῷ δ’ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα αὐτῆς ἄγχ’ ἀκάτοιο συνέσπεται, οὐδ’ ἀπολείπει· οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν 570 οὔτε βαλὼν οὔτ’ ἄλλο φέρων δέος· ἀλλ’ ἅμα παιδὶ ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγ’ ἀλιτροὶ οἵδ’, οὔτ’ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν 575 p506 χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ· ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται. ὡς δ’ ὁπότ’ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι 580 νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ, καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων, μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται λοίγια τετριγυῖα φόνου γόον· ἀλλ’ ὅτε παῖδας ἀθρήσῃ φθιμένους, ἣ δ’ οὐκέτι φύξιν ὀλέθρου 585 δίζεται, ἀλλ’ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος εἱλεῖται, μέσφ’ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη· ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ, χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα. Ἔθνεα δ’ ὀστρακόρινα, τά θ’ ἑρπύζουσι θαλάσσῃ, 590 πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον· φθινούσης δ’ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη. τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται 595 ἀνέρες ἐκ ψαμάθοιο, τὰ δ’ ἐκ σπιλάδων ἐρύουσι νωλεμὲς ἐμπεφυῶτα, τὰ δ’ ᾐόσιν ἔπτυσαν αὐταῖς κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο. Πορφύραι αὖ πέρι δή τι μετ’ ὀστρείοισιν ἔασι λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη. 600 κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι, p508 πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δ’ ἄρα τῇσι στρόμβος συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται· αἱ δ’ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι, γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται 605 λεπτή τ’ ὀξείη τε, διὰ σχοίνων δ’ ἐτάνυσσαν φορβῆς ἱέμεναι, χαλεπῆς δ’ ἤντησαν ἐδωδῆς· γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδ’ ἔτ’ ὀπίσσω ἀνδύνει μεμαυῖα, μένει δ’ ὀδύνῃσι ταθεῖσα, 610 εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας, πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες. Σπογγοτόμων δ’ οὔ φημι κακώτερον ἄλλον ἄεθλον ἔμμεναι, οὐδ’ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον. οἱ δ’ ἤτοι πρῶτον μέν, ὅτ’ ἐς πόνον ὁπλίζωνται, 615 βρώμῃ τ’ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται, ὕπνῳ τ’ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται. ὡς δ’ ὅτ’ ἀνὴρ εὔγηρυν ἐφοπλίζητ’ ἐς ἀγῶνα, μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος, πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει, 620 πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς, ὣς οἵ γ’ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι, ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν ἀσκηθής, προτέροιο δ’ ἀναψύξωσι πόνοιο. p510 ἀλλ’ ὅτ’ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες, 625 εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα, μήτε τιν’ ἀντιάσαι λώβην ἁλός· ἢν δ’ ἐσίδωνται κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει· οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον, 630 οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη, ἀλλ’ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν. τῷ δ’ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι. πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ 635 ἔζωσται, παλάμῃσι δ’ ἐν ἀμφοτέρῃσιν ἀείρει τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς, δεξιτερῇ δ’ ἅρπην εὐήκεα χειρὶ τιταίνει· φρουρεῖ δ’ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ· στὰς δ’ ἄρ’ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα 640 ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ. οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις θαρσαλέοις ἐπὶ μόχθον, ἅτ’ ἐν νύσσῃ βεβαῶτα ἄνδρα ποδωκείης δεδαημένον· ἀλλ’ ὅτε θυμῷ θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει 645 ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή. αὐτὰρ ὅ γ’ ἐς βυσσὸν προμολὼν ἐξέπτυσ’ ἀλοιφήν· ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή, ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων· πέτραις δ’ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται 650 p512 ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι· καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις, ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται. αἶψα δ’ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει 655 δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν αὐτίκ’ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δ’ ἄρ’ ἀνδρὶ εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ. 660 τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο· ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται. 665 πολλάκι δ’ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτ’ ἀνέσχε, δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ· καί ῥ’ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον 670 p514 κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες, οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων· οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου. 675 Τόσσ’ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης. σοὶ δ’ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο, πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις, αἰεὶ δ’ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα, γαίης δ’ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο 680 Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων. |
1 v.l. εἰρεσίῃς.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Ἁλιευτικά |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 11 May 12