[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
An vitiositas ad infelicitatem sufficiat

by
Plutarch

as published in Vol. VI
of the Loeb Classical Library edition, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. VI) Πλούταρχος
Ἠθικὰ

 p362  ΕΙ ΑΥΤΑΡΚΗΣ Η ΚΑΚΙΑ ΠΡΟΣ ΚΑΚΟΔΑΙΜΟΝΙΑΝ

1 (498) [link to English translation] . . . . οὐχ​1 ὑπομενεῖ2

πεπραμένον τὸ σῶμα​3 τῆς φερνῆς ἔχων,

ὡς Εὐριπίδης φησίν, βραχέα δ’ ἔχει τὰ ζηλωτὰ​4 καὶ ἀβέβαια. bτῷδ’​5 οὐ "πολλῆς διὰ τέφρας," ἀλλὰ "πυρκαιᾶς τινος" βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διόλλυσθαι,​6 πλοῦτόν τινα προσθείσης​7 Ταντάλειον ἀπολαῦσαι δι’ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε  p364 τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον,

ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν

ἀλλὰ​8 τέρποιτο μένων,

εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν αὐλικοί,​9 πρακτικοὶ δοκοῦντες εἶναι, cμηδενὸς καλοῦντος ὠθοῦνται δι’ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵν’ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι.

τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο,

καὶ δόμος ἡμιτελής·

σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἐλπίσιν ἐξ ἐλπίδων​10 καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξως​11 καὶ ἀσφαλῶς ζῶντας· οἱ δ’ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον.

2 [link to English translation] Παγκάκως​12 ἡ κακία διατίθησι πάντας ἀνθρώπους, dαὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔθ’ ὑπηρετῶν ἔχει χρείαν. ἀλλ’ οἱ μὲν​13 τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται,  p366 ἡ​14 δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, eὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον​15 ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δ’ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιώπην, οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν ἀλοῆσαι·​16 οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα.

3 [link to English translation] Αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους​17 καὶ παραδείγματα κομιζόντων· εἶθ’ αἱροῦνται τὸν ἀπ’ ἐλάττονος δαπάνης ταὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου​18 κακοδαίμονος προκηρύσσειν, fεἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεω καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια δεινὰ καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ  p368 θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην 499καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς​19 ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν· ἀλλὰ πάντ’ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω τὴν​20 Τύχην πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον.

"Τύχη,

πενίαν ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς,

ὃς χειμῶνος ἐν τοῖς προβάτοις​21 καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν bτὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο· δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε, 'τίς ὠνήσασθαι βούλεται δεσπότην;'​22 κύλικα φαρμάκου ταράττεις;​23 οὐχὶ καὶ Σωκράτει ταύτην προὔπιες; ὁ δ’ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε​24 σχήματος μάλ’ εὐκόλως ἐξέπιεν, ἀποθνήσκοντα δ’ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδ’ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων​25 στρατηγὸς προέλαβεν  p370 cὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας​26 τῷ Κρόνῳ κατ’ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾄδουσιν αἱ λοιπαί. τῶν δ’ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν. ἀλλ’ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; dταῦτ’ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτ’ ἐλευθερίας Κράτητι καὶ δόξης. ἀλλ’ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται·​27 Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δ’ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν."

4 [link to English translation] Τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους​28 καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας  p372 τελεσιουργός, ἂν μὴ Κακίαν ἔχῃ συνεργοῦσαν. eὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβοχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δ’ οὐ δύνανται, οὕτως ἡ Τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ἐκ κακίας​29 προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ καθάπερ ὁ Παρθικὸς​30 ἰὸς​31 τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας,​32 ἐὰν τετρωμένοις​33 ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προπεπονθότι τὴν ἀπορροὴν δεχομένους,​34 fοὕτω τὸν ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα τὴν ψύχην ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν δεῖ,​35 ὅπως τὰ προσπίπτοντα ἔξωθεν οἰκτρὰ καὶ ὀδυρτὰ ποιήσῃ.

5 [link to English translation] Ἆρ’ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ​36 τραχὺ καὶ δυσχείμερον ἐπαίρει​37 πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδ’ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπάγει​38 συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, 500ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ πτοεῖ​39 πλουτοῦντας, εὐροοῦντας,40  p374 κληρονομοῦντας· ἐν γῇ διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακαίουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς . . .41


Apparatus Criticus:

1 οὐχ added by Capps.

2 ὑπομενεῖ Capps: ὑπομένει.

3 πεπραμένον τὸ σῶμα Nauck: τὸ σῶμα πεπραμένον.

4 δ’ ἔχει τὰ ζηλωτὰ Pohlenz; δὲ τὰ ζηλωτὰ Paton: δεδήλωται.

5 τῷδ’ Caps: τῷ δ’.

6 διόλλυσθαι Capps: διαποντίου or διακοντίου.

7 προσθείσης Capps: προσθεῖσα.

8 ἀλλὰ] ἀλλ’ αὐτοῦ Homer.

9 αὐλικοί Pohlenz, after Amyot: ἄλυποι καὶ.

10 ἐλπίσιν ἐξ ἐλπίδων Kronenberg: ἔν τισιν ἐλπίζων (ἔντευξιν ἐλπίζων Wyttenbach; ἔν τισιν ἐλπίσιν Reiske).

11 ἀδόξως] ἀδόξους in all MSS. but two.

12 παγκάκως Capps: πάντως.

13 ἀλλ’ οἱ μὲν Reiske; ἀλλ’ οἴ γε Wyttenbach: ἄλλοι δὲ.

14 ἀλόγου ψυχῆς before  is corrupt, though probably not a gloss; it was deleted by Bernardakis.

15 πόνον Reiske: τόνον.

16 ἀλοῆσαι] κροῦσαι in all MSS. but three.

17 λόγους] λογισμοὺς van Herwerden.

18 Pohlenz deletes καὶ ἀνθρώπου after βίου.

19 πυρετοὺς] πυρὸς Pohlenz.

20 τὴν] καὶ τὴν in most MSS.

21 ἐν τοῖς πριβάτοις Usener, "baths."

22 δεσπότην added by some inferior MSS.; κύριον Bernardakis.

23 ταράττεις] ταράττουσα most MSS.

24 οὔτε . . . οὔτε] οὐδὲ . . . οὐδὲ in all the better MSS.

25 Ῥωμαίων] ῤωμαῖος ὢν most MSS.

26 πυρὰν νήσας Xylander: τυραννήσας.

27 ταφαὶ αὗται] αὗται ταφαί Pohlenz.

28 ἀτρίπτους Wyttenbach: ἀθρέπτους.

29 ἐκ κακίας Reiske: κακία (κακίας in three MSS.).

30 Παρθικὸς du Soul: πάροικος.

31 ἰὸς added by Pohlenz; ὀπὸς du Soul.

32 περιφέροντας] περιχρίοντας Blümner.

33 τετρωμένοις Reiske: τετρωμένος.

34 προπεπονθότι τὴν ἀπορροὴν δεχομένους Wilamowitz; προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ.

35 After δεῖ Bernardakis deletes ἐντὸς σαρκός.

36 οὐ] οὖν most MSS.

37 ἐπαίρει Pohlenz: ἐπαίρεται.

38 ἐπάγει Reiske: ἐπεὶ τί or ἐπεί τι.

39 πτοεῖ Xylander: ποιεῖ.

40 εὐροοῦντας Reiske: εὐφοροῦντας or εὐφρονοῦντας.

41 ὀφθαλμοῖς] φθόνοις Meziriacus.


[image ALT: Valid HTML 4.01.]

Page updated: 10 Nov 08