mail:
Bill Thayer |
English |
Français |
Italiano |
Help |
Up |
Εἴσοδος |
|
|
(853) 1 * * * Ὡς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῷ προκρίνει τὸν Μένανδρον, ὡς δ’ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι·
B"Τὸ φορτικόν," φησίν, "ἐν λόγοις καὶ θυμελικὸν1 καὶ βάναυσον ὥς ἐστιν2 Ἀριστοφάνει, Μενάνδρῳ δ’ οὐδαμῶς. καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται· ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ· λέγω δὲ τὰ ἀντίθητα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς· ἐπαινεῖται γάρ," φησίν,
ὅτι τοὺς ταμίας ἐβάπτισεν, οὐχὶ ταμίας ἀλλὰ Λαμίας |
ὄντας. καὶ
καὶ
γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις3 |
καὶ
καὶ
καὶ
καὶ
ἀλλ’ ἦ τριχόβρωτες10 τὸν λόφον μου κατέφαγον |
καὶ
καὶ πολλὰ τοιαῦτα. ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια, κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. Dκαὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν· οἷον λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν· ἀλλ’ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθ’ υἱός ἐστιν εἴτε πατὴρ εἴτ’ ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθ’ ἥρως ὁ διαλεγόμενος.
2 " Ἡ δὲ Μενάνδρου φράσις οὕτω συνέξεσται καὶ συμπέπνευκε κεκραμένη πρὸς ἑαυτήν, Eὥστε διὰ πολλῶν ἀγομένη παθῶν καὶ ἠθῶν καὶ προσώποις ἐφαρμόττουσα παντοδαποῖς μία τε φαίνεσθαι καὶ τὴν ὁμοιότητα τηρεῖν ἐν τοῖς κοινοῖς καὶ συνήθεσι καὶ ὑπὸ τὴν χρείαν ὀνόμασιν· ἐἂν δέ τινος ἄρα τερατείας εἰς τὸ πρᾶγμα καὶ ψόφου δεήσῃ, καθάπερ αὐλοῦ πάντρητον ἀνασπάσας ταχὺ πάλιν καὶ πιθανῶς ἐπέβαλε καὶ κατέστησε τὴν φωνὴν εἰς τὸ οἰκεῖον. πολλῶν δὲ γεγονότων εὐδοκίμων τεχνιτῶν, οὔθ’ ὑπόδημα δημιουργὸς οὔτε προσωπεῖον p468 σκευοποιὸς οὔτε τις ἱμάτιον ἅμα ταὐτὸν ἀνδρὶ καὶ γυναικὶ καὶ μειρακίῳ καὶ γέροντι καὶ οἰκότριβι πρέπον ἐποίησεν· Fἀλλὰ Μένανδρος οὕτως ἔμιξε12 τὴν λέξιν, ὥστε πάσῃ καὶ φύσει καὶ διαθέσει καὶ ἡλικίᾳ σύμμετρον εἶναι, καὶ ταῦτα νέος μὲν ἔτι τοῦ πράγματος ἁψάμενος, ἐν ἀκμῇ δὲ τοῦ ποιεῖν καὶ διδάσκειν τελευτήσας, ὅτε μάλιστα καὶ πλείστην ἐπίδοσιν, ὡς Ἀριστοτέλης φησί, λαμβάνει τὰ περὶ τὴν λέξιν τοῖς γράφουσιν. εἰ οὖν πρὸς τὰ πρῶτα τῶν Μενάνδρου δραμάτων τὰ μέσα καὶ τὰ τελευταῖα παραβάλοι τις, ἐξ αὐτῶν ἐπιγνώσεται, ὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν.
3 854" Ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν οἱ δὲ τοῖς ὀλίγοις, τὸ δ’ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥᾴδιον ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν. Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλ’ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακυίας, εἶτα μιμουμένης γαμετήν, οὔθ’ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν13 οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες. ὁ δὲ Μένανδρος μετὰ χαρίτων μάλιστα ἑαυτὸν αὐτάρκη παρέσχηκεν, ἐν θεάτροις ἐν διατριβαῖς ἐν συμποσίοις, ἀνάγνωσμα Bκαὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν παρέχων τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε μετὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν p470 ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς. τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον ἢ Μενάνδρου ἕνεκα; πότε δὲ θέατρα πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ14 προσώπου δειχθέντος; ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ καὶ τόπον ὁ Διόνυσος δίδωσι; φιλοσόφοις δὲ καὶ φιλολόγοις,15 ὥσπερ ὅταν οἱ γραφεῖς ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ Cκαὶ ποώδη χρώματα τρέπουσιν, ἀνάπαυλα τῶν ἀκράτων16 καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν, οἷον εὐανθεῖ λειμῶνι καὶ σκιερῷ καὶ πνευμάτων μεστῷ δεχόμενος τὴν διάνοιαν.
4 " Ὅτι κωμῳδίας ὑποκριτὰς17 τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης, μόναι18 αἱ Μενάνδρου κωμῳδίαι ἀφθόνων ἁλῶν καὶ ἱλαρῶν19 μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ἧς20 Ἀφροδίτη γέγονεν. οἱ δ’ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδ’ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπ’ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις· ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται· Dτὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς21 ἀλλ’ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, p472 καὶ τὸ ἐρωτικὸν οὐχ ἱλαρὸν ἀλλ’ ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίῳ τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς ἀκολάστοις, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν."
1 θυμελικὸν] Kronenberg suggests βωμολόχον; cf. Moralia 68C τὸ γέλοιον καὶ βωμολόχον.
❦
2 ὥς ἐστιν] πρόσεστιν Bernardakis.
❦
3 γάστριζε and κόλοις Wyttenbach from Aristophanes: γαστρὶ ζῇ and κώλοις.
❦
4 τοῦ added by Elmsley.
❦
5 Γέλαν Xylander: τὸ γέλαν.
❦
6 δῆτα Meineke: δέ.
❦
7 δράσω σ’, ὦ Bergk: σὲ δράσω Reiske: σοι δράσω.
❦
8 δρᾷ Wyttenbach and Reiske from Aristophanes: ἄρα.
❦
9 ἀγρίοισι Bernardakis: ἀγρίοις.
❦
10 ἀλλ’ ἧ τριχόβρωτες Aristophanes: ἀλλ’ αἱ τριχοβόστρυχες.
❦
11 τυρόνωτον Xylander from Aristophanes: γυρόνωτον.
❦
12 ἔμιξε Herwerden: ἔδειξε.
❦
13 ὑπομένουσιν Reiske: περιμένουσιν.
❦
14 κωμικοῦ Wyttenbach: ἢ κωμικοῦ.
❦
15 φιλολόγοις Wyttenbach: φιλοπόνοις.
❦
16 ἀκράτων Reiske: ἀκροατῶν.
❦
17 ὑποκριτὰς] ποιητὰς Haupt; perhaps προστάτας Post.
❦
18 A gap here was first suggested by Wyttenbach; μόναι was added by Schönemann.
❦
19 καὶ ἱλαρῶν Emperius; κἀπίκρων Bernardakis; καὶ πράων Kronenberg, who suggests rendering ἀφθόνων by "sine invidia," cf. Plato, Republic 500A: καὶ ἱερῶν.
❦
20 ἧς Haupt: ὧν.
❦
21 ἀφελὲς Bryan: ἀσφαλὲς.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Πλούταρχος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 28 Sep 09