Short URL for this page:
bit.ly/DeEsuCarnium2


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
De esu carnium (II)

by
Plutarch

as published in Vol. XII
of the Loeb Classical Library edition, 1957

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. XII) Πλούταρχος
Ἠθικὰ

 p562  ΠΕΡΙ ΣΑΡΚΟΦΑΓΙΑΣ
ΛΟΓΟΣ Β´

996D 1 [link to English translation] Ἐπὶ τὰ ἕωλα τῆς σαρκοφαγίας προσφάτους ἡμᾶς ὁ λόγος παρακαλεῖ ταῖς τε διανοίαις καὶ ταῖς προυθμίαις γενέσθαι. χαλεπὸν μὲν γάρ, ὥσπερ Κάτων ἔφησε, λέγειν πρὸς γαστέρας ὦτα μὴ ἐχούσας· καὶ πέποται ὁ τῆς συνηθείας κυκεών, ὥσπερ ὁ τῆς Κίρκης

Eὠδίνας τ’ ὀδύνας τε κυκέων1 ἀπάτας τε γόους τε·

καὶ τὸ ἄγκιστρον ἐκβάλλειν τῆς σαρκοφαγίας ὡς ἐμπεπλεγμένον​2 τῇ φιληδονίᾳ καὶ διαπεπαρμένον οὐ ῥᾴδιόν ἐστιν. ἐπεὶ καλῶς εἶχεν, ὥσπερ Αἰγύπτιοι τῶν νεκρῶν τὴν κοιλίαν ἐξελόντες καὶ πρὸς τὸν ἥλιον ἀνασχίζοντες ἐκβάλλουσιν ὡς αἰτίαν ἁπάντων ὧν ὁ ἄνθρωπος ἥμαρτεν, οὕτως ἡμᾶς ἑαυτῶν​3 τὴν γαστριμαργίαν καὶ μιαιφονίαν ἐκτεμόντας ἁγνεῦσαι τὸν λοιπὸν βίον· ἐπεὶ ἥ γε γαστὴρ οὐ μιαιφόνον  p564 ἐστὶν ἀλλὰ μιαινόμενον ἀπὸ τῆς ἀκρασίας· οὐ μὴν ἀλλ’ εἰ καὶ ἀδύνατον νὴ Δία διὰ​4 τὴν συνήθειαν τὸ ἀναμάρτητον, Fαἰσχυνόμενοι τῷ ἁμαρτάνοντι χρησόμεθα διὰ τὸν λόγον, ἐδόμεθα σάρκας, ἀλλά πεινῶντες οὐ τρυφῶντες· ἀναιρήσομεν ζῷον, ἀλλ’ οἰκτείροντες καὶ ἀλγοῦντες, οὐχ ὑβρίζοντες οὐδὲ βασανίζοντες· οἷα νῦν πολλὰ​5 δρῶσιν οἱ μὲν εἰς σφαγὴν ὑῶν ὠθοῦντες ὀβελοὺς διαπύρους, 997ἵνα τῇ βαφῇ τοῦ σιδήρου περισβεννύμενον τὸ αἷμα καὶ διαχεόμενον τὴν σάρκα θρύψῃ καὶ μαλάξῃ· οἱ δ’ οὔθασι συῶν ἐπιτόκων ἐναλλόμενοι καὶ λακτίζοντες, ἵν’ αἷμα καὶ γάλα καὶ λύθρον ἐμβρύων ὁμοῦ συμφθαρέντων ἐν ὠδῖσιν ἀναδεύσαντες, ὦ Ζεῦ καθάρσιε, φάγωσι τοῦ ζῴου τὸ μάλιστα φλεγμαῖνον· ἄλλοι τε​6 γεράνων ὄμματα καὶ κύκνων​7 ἀπορράψαντες καὶ ἀποκλείσαντες ἐν σκότει πιαίνουσιν, ἀλλοκότοις μίγμασι καὶ καρυκείαις τισὶν αὐτῶν τὴν σάρκα ὀψοποιοῦντες.

2 [link to English translation] Ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδ’ ἀναγκαίως Bἀλλ’ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν· εἶθ’ ὥσπερ ἔρως​8 ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενοις πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα·​9 οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ  p566 παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφ’ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ​10 ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς. Cταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδ’ ὀρχήμασι γλαφυροῖς μηδ’ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο διέταττεν​11 ὁ θεῖος Λυκοῦργος ἔν τισι​12 ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις,​13 Dἄλλο δ’ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλ’ εἰδὼς ὄτι διὰ τοιούτων ἔργων​14 οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς·​15 ἀλλ’ ἕπεται μὲν​16 οἰκίᾳ  p568 καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης

ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει

πᾶσα τρυφῆ καὶ πολυτέλεια.

3 [link to English translation] Ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὁ​17 θανατοῦταί τι ἔμψυχον; μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν; Eοὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλ’ αἰσθήσεώς γε​18 μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίαις συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τἀλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. σκόπει δ’ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας​19 καὶ γυναῖκας ἐσθίειν κελεύοντες ἀποθανόντας,​20 ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς τὰ ἄλλα γένη​21 δικαίους. σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος· ἀλλ’ ἡμεῖς σε,​22 φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας Fκαὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας παρακαλοῦντα​23 καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς,  p570 μή τι γελάσωμεν;​24 ἀλλὰ καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δί’ ἐκείνων καθαρμός ἐστι τὸ περὶ τούτων διαλέγεσθαι, "ποτίμῳ λόγῳ," ὥς φησιν ὁ Πλάτων, 998"ἁλμυρὰν ἀκοὴν ἀποκλυζομένους." εἰ δὲ θείη τις τὰ βιβλία παρ’ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖται​25 καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται·​26 τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ πυρικαὶ​27 δίαιται. . . . [ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.]28

4 [link to English translation] Τίνες οὖν ὕστερον τοῦτ’ ἔγνωσαν;

οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν

εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ’ ἀροτήρων.

οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. Bὥσπερ γὰρ​29 τὸ πρῶτον​30 ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν καὶ​31 δεύτερον ὁμοίως καὶ τρίτον· εἶτ’ ἐκ τούτου συνήθεις γενόμενοι  p572 Νικήρατον περιεώρων​32 ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτ’ ὄρνις τις ἢ ἰχθὺς ὃς​33 εἵλκυστο· καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν​34 ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον​35 πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα· καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων Cκαὶ πολέμους καὶ φόνους προήλθομεν.​36 ἀλλ’ ἔάν πῃ​37 προαποδείξῃ​38 τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δ’ ἡ φύσις ἅπαντα καὶ μετοικίζει

σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι,

ταῦτ’ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων​39 τὸ ἀκόλαστον τοῦ​40 καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ ψυχὴν ἐπὶ τόλμαν ὠμοτέραν​41 τρεπομένην διαφθείρειν ὅταν ἀπεθισθῶμεν​42 μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίνεσθαι;

 p574  5 [link to English translation] DΚαίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα πάλιν μεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλ’ εὐλαβείας γε​43 μεγάλης καὶ δέους τὸ ἀμφίβολον. οἷον εἴ τις ἐν νυκτομαχίαις στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ​44 τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι· τί βέλτιον, ὑπονοίᾳ προσθέμενον οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέμιον; ἐκεῖνο δεινὸν φήσετε πάντες. Eσκόπει δὲ καὶ τὴν ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν

ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι

πληγήν,

ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ​45 μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον. εἰ δ’ ἕτερος γέρων παρεστήκοι​46 λέγων, "παῖσον, πολέμιός ἐστιν"· ἕτερος δέ, "μὴ παίσῃς, υἱός ἐστι"· πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; ὁπότε  p576 τοίνυν οὐ μῖσός ἐστὶν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδ’ ἄμυνά τις οὐδὲ φόβος ὑπὲρ αὐτῶν, Fἀλλ’ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλοσόφων ὁ μέν, "κατάκοψον, ἄλογόν ἐστί τι​47 ζῷον," ὁ δέ, "ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ συνήθους​48 τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν;" ἴσος γ’, ὦ θεοί, καὶ ὅμοιος ὁ κίνδυνος ἐκεῖ,​49 ἂν ἀπειθῶ φαγεῖν κρέας ἢ κἂν​50 ἀπιστῶ φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον.

6 [link to English translation] 999Οὐκ ἴσος δ’ ἔτι καὶ​51 οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτ’ ἀγαθὸν οὔτε προηγμένον​52 οὔτ’ οἰκεῖον οὕτω περὶ τούτων​53 τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ’ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δ’ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται. "ναί," φασίν,​54 "οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιον​55 ἔστιν." Bοὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ  p578 τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδ’ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.

7 [link to English translation] Οὐ μὴν ἀλλὰ καὶ τοῦτ’ ἤδη σκεψώμεθα, τὸ μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μήτε τεχνικῶς μήτε​56 σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρίναντες . . .


Apparatus Criticus:

1 ὠδίνας τ’ ὀδύνας τε κυκέων Wilamowitz: ὠδίνας ὀδύνας κυκέων.

2 ἐμπεπλεγμένον Stephanus: ἐμπεπλησμένον or ἐμπεπληγμένον.

3 ἑαυτῶν Turnebus: ἑαυτοὺς.

4 νὴ Δία διὰ Bernardakis: ἢ διὰ.

5 πολλὰ] πολλοὶ πολλὰ van Herwerden.

6 τε added by Bernardakis.

7 κύκνων] χηνῶν Wyttenbach.

8 ὥσπερ ἔρως Reiske: ὥσπερ.

9 εἰς τὰ ἄρρενα Emperius.

10 ποθεῖ Turnebus: τιθεῖ.

11 διέταττεν added by Wyttenbach.

12 τισι W. C. H.: ταῖς τρισὶ.

13 ἐρέψεις Xylander: τέρψεις.

14 ἔργων] θυρῶν Emperius.

15 ἀλουργεῖς καὶ κύλικας διαλίθους πολυτελεῖς van Herwerden.

16 μὲν added by Benseler.

17 Xylander: ὃ οὐ.

18 γε Xylander: τε.

19 πατέρας] καὶ μητέρας old editors add.

20 ἀποθανόντας Wyttenbach: ὡς ἀποθανόντας.

21 γένη Xylander: μέρη.

22 σε Wyttenbach: γε.

23 παρακαλοῦντα Kronenberg: καλοῦντα.

24 γελάσωμεν Bernardakis: γελάσαιμεν.

25 φιλοσοφεῖται Reiske: φιλοσοφεῖσθαι.

26 περὶ . . . ἀπιστεῖται should perhaps be deleted.

27 πυρικαὶ Post: πυρία or πυρεῖα.

28 ὅτι . . . ἔστι deleted by Meziriacus.

29 ὥσπερ γὰρ Bernardakis: ὥσπερ.

30 τὸ πρῶτον van Herwerden: τὸν πρῶτον or ἀπὸ τῶν πρώτων.

31 καὶ] in the MSS. preceded by the words ὃς ἐπιτήδειος προσηγορεύθη, interpolated from 959D; deleted by W. C. H.

32 περιεώρων Stephanus: ἐώρων.

33 ὃς added by Post.

34 φονικὸν Turnebus: νικῶν or νικοῦν.

35 κόσμιον Turnebus: κοσμοῦν.

36 προήλθομεν W. C. H.: προῆλθον.

37 πῃ Post: μὴ.

38 προαποδείξῃ Sieveking: προσαποδεῖξῃ.

39 τῶν ἀνῃρημένων] τὸ ἀνήμερον Stephanus.

40 τοῦ W. C. H.: τὸ.

41 τόλμαν ὠμοτέραν Haupt (Hermes, VI, p259): πόλεμον ἀνομωτέρων.

42 ἀπεθισθῶμεν Post: ἐθισθῶμεν.

43 γε Reiske: τε.

44 ἀκούσειέ an early correction: ἀκούσοι or ἀκούσει.

45 φόβῳ van Herwerden: φόνου (or φόβῳ) καὶ δέος.

46 παρεστήκοι van Herwerden: παρειστήκει.

47 τι W. C. H.: τὸ.

48 συνήθους Kronenberg: θεοῦ.

49 ἐκεῖ Reiske: ἔχει.

50 ἢ κἂν W. C. H.: ἂν.

51 δ’ ἔτι καὶ Reiske: δέ τις.

52 προηγμένον Stephanus: προηγούμενον.

53 περὶ τούτων W. C. H.: πρὸς τὰ περὶ.

54 φασίν Bernardakis: φησίν.

55 δίκαιον Stephanus: οἰκεῖον.

56 μήτε . . . μήτε Bernardakis: μηδὲ . . . μηδὲ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Feb 11