Short URL for this page:
bit.ly/PlutDeExilio
mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|
|
1
(599)
Τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους, ὥσπερ τῶν φίλων, φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας·B ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλὰ ἀχρήστως, μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν, περιπλεκόμενοι καὶ συγκαταδύοντες·1 δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθοῦντων λόγον παρηγορίαν εἶναι, μὴ συνηγορίαν, τοῦ λυποῦντος· οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ2 ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γινόμενον κενῶς καὶ ἀνοήτως, Cὅπου δ’ αὐτὰ τὰ πράγματα δίδωσιν, ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα, πρὸς ἑαυτὸν εἰπεῖν
οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ, |
κομιδῇ γελοῖόν ἐστι μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ3 διὰ τὸ σύμπτωμα p520 τοῦτο4 χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης.
2
Ὅθεν αὐτοὶ καθ’ αὑτοὺς γινόμενοι τῶν συμπτωμάτων, ὥσπερ φορτίων, ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν.5 τὸ μὲν γὰρ σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, Dἡ δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῇ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες6 καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία,7 στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν, ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος ἑαυτῷ κοῦφα καὶ βαρέα καὶ ῥᾴδια φέρειν ποιεῖ καὶ τοὐναντίον. ἔξεστι δὲ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο
E— τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; — μέγιστον· ἔργῳ δ’ ἐστὶ μεῖζον ἢ λόγῳ· |
τοῦ δὲ Ἀλκμᾶνος, ὡς ὁ γράψας τὸ ἐπιγραμμάτιον p522 πεποιήκε
Fτὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα, καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.
3
Ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή. καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν, ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν. ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον.17 600εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκίαν αὐτοῖς ἢ τὴν ὄψιν ἀπεστρέψαμεν18 ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτο ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων· εὐπορίαν, φίλους, ἀπραγμοσύνην,
p524 τὸ μηθὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον. οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν οἲ μὴ τὰ σὰ πράγματα, καὶ μετὰ φυγῆς, μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες,19 ἤ,20 καθάπερ οἱ κοχλίαι, τοῖς ὀστράκοις συμφυεῖς ὄντες, Bἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν21 οἴκοι μετέχειν ἀλύπως. 4 ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι22 παρακαλῶν, ἐρομένου, "τίνα τρόπον;" ἀποκρίνεται, "φιλοσόφως," οὕτως καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως·
τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς; |
πῦρ ζητοῦμεν, βαλανεῖον, ἱμάτιον, στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθα οὐδὲ κλαίομεν. καὶ σοὶ τοίνυν παρ’ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον, ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. Cαἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς23 p526 γὰρ "δοιοὺς πίθους," ὦ φίλε, Dοὓς Ὅμηρος ἔφη "κηρῶν ἐμπλείους" ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται καὶ μεθιεὶς τοι μὲν ἤπια καὶ μεμιγμένα, τοῖς δὲ ἄκρατα ῥεύματα τῶν κακῶν, ἀλλὰ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες, ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι, τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς, ὥσπερ ἠθμοῖς, ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτίονων ὑπερκρεόντων.
5
Διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τὸ ἀλλότριον ἐκλεαίνοντας· ὦν δὲ ἡ φύσις οὐδὲν ἔχει κακόν, ἀλλὰ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, Eταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμόν, τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν.
Οἷόν ἐστιν ἡ νῦν σοὶ παροῦσα μετάστασις24 ἐκ τῆς νομιζομένης πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδὲ οἶκος οὐδὲ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδὲ ἰατρεῖον· ἀλλὰ γίνεται, μᾶλλον δὲ ὀνομάζεται καὶ καλεῖται, τούτων
p528 ἕκαστον ἐαὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. Fὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων, "φυτὸν οὐκ ἔγγειον" οὐδὲ ἀκίνητον, "ἀλλ’ οὐρανιόν" ἐστιν, ὥσπερ ἐκ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστώσης,25 πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ26 Ἡρακλῆς εἶπεν27
Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς. |
ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδὲ Ἕλλην, ἀλλὰ "Κόσμιος" εἶναι φήσας, ὡς ἄν τις "Ῥόδιος" εἶπεν ἢ "Κορίνθιος," 601ὅτι μηδὲ Σουνίῳ μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν.
Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν28 ἀγκάλαις; |
οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι,29 καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτε ἀλλοδαπός, ὅπου τὸ αὐτὸ πῦρ, ὕδωρ, ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις· ἥλιος, σελήνη, φωσφόρος· οἱ αὐτοὶ30 νόμοι πᾶσιν, ὑφ’31 ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας· τροπαὶ βόρειοι, τροπαὶ νότιοι, ἰσημερία,32 BΠλειάς, Ἀρκτοῦρος, ὧραι σπόρων, ὧραι φυτειῶν·33 εἷς δὲ βασιλεὺς καὶ ἄρχων, "θεός, ἀρχήν
p530 τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός,34 εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἕπεται35 Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός," ᾗ χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας.
6
Τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐθέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτόν,36 οὐδὲ Κορίνθιοι Κράνειον, οὐδὲ Πιτάνην Λάκωνες. ἆρα οὖν ξένοι καὶ ἀπόλιδές εἰσιν Ἀθηναίων οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διόμεια,37 ὅπου καὶ μῆνα Μεταγειτνιῶνα38 καὶ θυσίαν ἐπώνυμον ἄγουσι Cτοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους στέργοντες; οὐκ ἂν εἴποις. τί οὖν τῆς οἰκουμένης μέρος, ἢ τῆς γῆς ἁπάσης, ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ὑποδεικνύουσιν39 οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν; ἀλλ’ ἡμεῖς, ὥσπερ μύρμηκες ἢ μέλιτται, μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες, ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες40 οἰκεῖα τὰ41 πάντα ποεῖσθαι καὶ νομίζειν, ὥσπερ ἐστί.
p532 καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ, τρόπον τινὰ τὸ αὐτὸ πάσχοντες ὅταν ἀμφιγνοῶμεν, ἐπὶ ξένης γενόμενοι, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὸν οὐρανόν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων. Dἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, αὐτοὶ δὲ ἡμεῖς42 συνδέομεν ἑαυτούς, συστενοχωροῦμεν, ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν. εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθῶς43 τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸ Ταΰγετον44 ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν.
7
Αἰγυπτίων μὲν οὖν οἱ δι’ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως Eεἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ γυναῖκας, ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον, οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν ἄχρι οὗ ταῦτα μεθ’ ἑαυτῶν ἔχωσιν· εὐπρεπέστερον δέ ἐστι καὶ σεμνότερον εἰπεῖν ὡς ὅπου καὶ ὅτῳ μετρίων45 πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθα οὗτος οὔτ’ ἄπολις οὔτ’ ἀνέστιος οὔτε ξένος
p534 ἐστί. μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμόν, Fὥσπερ ἄγκυραν κυβερνήτην ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως καὶ ταχέως οὐκ ἔστιν ἄλλον46 συναγαγεῖν, πατρὶς δὲ γίνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ47 πρσοφύεσθαι δυναμένας, οἵας εἶχε Θεμιστοκλῆς, οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν, ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπεν, 602Θεμιστοκλῆς δέ, χορηγίᾳ βασιλικῇ πρυτανευόμενος, εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας· "ἀπωλόλμεθα ἄν, εἰ μὴ ἀπωλόλμεθα." διὸ καὶ Διογένης ὁ κύων, πρὸς τὸν εἰπόντα, "Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν," "ἐγὼ δέ," εἶπεν, "ἐκείνων ἐν Πόντῳ μονήν" —
Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν ἐφ’ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρ’ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δ’ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, "τί οὖν," εἶπεν, "οὐκ ἐρᾳδιούργησας ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς;" Bὅπου
p536 φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι καὶ πάντα ἔχειν ὅσα μὴ50 δεῖ τὴν νῆσον.
8
Ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος· οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν·
Σπάρταν ἔλαχες, ταύταν51 κόσμει |
κἂν ἄδοξος ᾖ, κἂν νοσώδης, κἂν ταράττηναι στάσεσιν ὑφ’ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὐ δὲ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων, C"ἑλοῦ βίον τὸν52 ἄριστον, ἡδὺν δὲ αὐτὸν ἡ συνήθεια ποιήσει," κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· "ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δὲ αὐτὴν ὁ χρόνος ποιήσει," καὶ πατρίδα μὴ περισπῶσαν, μὴ ἐνοχλοῦσαν, μὴ προστάττουσαν· "εἰσένεγκαι,"53 "πρέσβευσον εἰς Ῥώμην," "ὑπόδεξαι τὸν ἡγεμόνα," "λειτούργησον." ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν, φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον,
Dσκληράν, ἄκαρπον, καὶ φυτεύεσθαι κακήν, |
οὐκ ἀθυμῶν οὐδὲ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα p538 τὰ τῶν παρὰ Σιμωνίδῃ γυναικών,
ἴσχει δέ με πορφυρέας ἁλὸς ἀμφιταρασσομένας ὀρυμαγδός,54 |
ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, "ὦ Ἡράκλεις," εἶπεν, "ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες ὅλης ἐφιέμεθα τῆς οἰκουμένης."
9
Οἶμαί σε τῆς Νάξου γεγονέναι θεατήν, εἰ δὲ μή, τῆς γ’ Ὑρίας,55 ἐνταῦθα πλησίον οὔσης· ἀλλ’ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος ἦν οἰκητήριον. ὁ δὲ Ἀλκμαίων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, Eὡς οἱ ποιηταὶ λέγουσιν· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω, φεύγοντα πολιτικὰς ταραχὰς56 καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις, ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ ἐν Καπρίαις57 ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς, καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν μόριον,58 ὥσπερ εἰς καρδίαν
p540 συνηγμένον, οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλ’ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες, ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδὲ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν· Fᾧ δὲ ἔξεστιν, εἰς μικρὰν ἀποβάντι νῆσον, οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδὲ ἐπᾴδων πολλάκις,
οὐδὲ προσταγμάτων ἡγεμονικῶν, οὐδὲ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων. 10 ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό
μὴ σχοίνῳ Περσίδι τὴν σοφίην, |
ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, 603ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν, ὥσπερ ἡ Σικελία, περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα p542 χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ,
σπείρω δ’ ἄρουραν δώδεχ’ ἡμερῶν ῾δόν, Βερέκυνθα63 χῶρον, |
εἶτα μετ’ ὀλίγον λέγοντος·
οὑμὸς δὲ πότμος64 οὐρανῷ κυρῶν ἄνω ἔραζε πίπτει καί με προσφωνεῖ τάδε· γίνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν; |
ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ καὶ μεταστὰς εἰς νῆσον B"ἑκὰς ἀνδρῶν65 ἀλφηστάων" καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων "ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ," τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δὲ οἱ Κόδρου καὶ Νείλεω, κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ "λιπαρὸν" εἶδε "γῆρας; ἡ δ’ Ἀκαδημία, τρισχιλίων δραχμῶν χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος, p544 αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον Cπλὴν μίαν66 ἡμέραν ἐν ᾗ Ξενοκράτης καθ’ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει, Διονυσίων καινοῖς τραγῳδοῖς, ἐπικοσμῶν, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλη67 δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος ὅτι τὴν παρὰ68 Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας
εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς |
(ἔστι γὰρ ποταμὸς περὶ Πέλλαν69 ὃν Μακεδόνες Βόρβορον καλοῦσι). τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής —
DΛῆμνον δ’ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος |
καί
καί
Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον |
καί
οἱ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων νήσων αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα — |
καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι72 τὸν θεοφιλέστατον Αἰόλον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.
11
Ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ
p546 τῆς θαλάσσης, "εὖγε," εἶπεν, "ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα" καὶ βίον φιλόσοφον "συνελαύνουσα ἡμᾶς·" Eἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδὲ ὀχλομανῶν οὐκ ἄν, οἶμαι, μέμψαιτο τὴν τύχην73 συνελαυνόμενος εἰς νῆσον, ἀλλ’ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ, καὶ πλάνας ἐν ἀποδημίαις, καὶ κινδύνους ἐν θαλάσσῃ, καὶ θορύβους ἐν ἀγορᾷ, περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν. ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει, περίπατον, λουτρόν, ἰχθῦς, λαγωούς, ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ δὲ74 μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις τυχεῖν ἔνεστιν. Fἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομέμους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστίων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν, εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις, οὐκ αἰτῶν, οὐ δανειζόμενος, οὐκ ἐγγυήσασθαι παρακαλῶν, οὐ συναρχαιρεσιάσαι, 604δι’ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν, ὁ δὲ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις75 ἀναλίσκοντας εὐδαιμονίζων ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν
p548 ἄμεινον. καίτοι τῶν πλανήτων ἕκαστος, ἐν μιᾷ σφαίρᾳ, καθάπερ ἐν νήσῳ, περιπολῶν, διαφυλάττει τὴν τάξιν· "ἥλιος γὰρ οὐχ ὑπερβρήσεται μέτρα," φησὶν ὁ Ἡράκλειτος· "εἰ δὲ μή, Ἐρινύες μιν, Δίκης ἐπίκουροι, ἐξευρήσουσιν."
12
BἈλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τὰ ἄλλα
πόντος ἁλὸς πολιῆς,76 ὃ πολεῖς ἀέκοντας ἐρύκει· |
σοὶ δέ, οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλὰ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὲν τῷ "οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδὲ ἀγωνοθετοῦμεν" ἀντίθες77 τὸ "οὐ στασιάζομεν, οὐκ78 ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα79 θύριαις ἡγεμόνος· οὐδὲν80 μέλει νῦν ἡμῖν81 ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος, εἰ ἐπαχθὴς ἄλλως." Cἀλλ’82 ἡμεῖς, καθάπερ Ἀρχίλοχος, τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν διὰ τὸ τραχὺ καὶ ἀνώμαλον, διέβαλε τὴν νῆσον εἰπών
οὕτως τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι, p550 παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος ἐν δὲ Ζούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου καὶ τῷ μεθεστῶτι85 μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν, Διονυσίοις ἐν ἄστει86 πανηγυρίζειν,87 Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· Dεἰ δὲ μή, σχολή, περίπατος, ἀνάγνωσις, ὕπνος ἀθορύβητος, τὸ τοῦ Διογένους " Ἀριστοτέλης ἀριστᾷ ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει," μήτε πραγματείας, μήτε ἄρχοντος, μήτε ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.
13
Διὰ τοῦτο τῶν φρονιμωτάτον καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι, μηδενὸς ἀναγκάζοντος, αὐτοὶ88 τὸ ἀγκύριον89 ἀράμενοι, μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας, οἱ δὲ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον οἷον Εὐριπίδης;
ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, Eαὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις, πεσσῶν ὁμοίως90 διαφορηθεῖσθαι βολαῖς,91 p552 ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι.92 εἰ δὴ93 πάρεργον χρή τι κομπάσαι, γύναι,94 οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον,95 ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει·96 ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει97 κάλλιστα, γῆν |
ἀλλ’ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρ’ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δέ που100 καὶ τουτὶ τὸ ἐπιγραμμάτιον·
FΑἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας· |
καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δὲ " Ἡροδότου Ἁλικαρνασέως101 ἱστορίης ἀπόδειξις τόδε"102 πολλοὶ μεταγράφουσιν " Ἡροδότου Θουρίου·" μετῴκησε γὰρ εἰς Θουρίους103 καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. 605τὸ δὲ ἱερὸν καὶ δαιμόνιον ἐν μούσαις πνεῦμα,
Φρυγίας κοσμήτορα μάχας, |
Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον p554 πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι.
14
Εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ, τὰς ἐν Ἀκαδημίᾳ, τὴν Στοάν, τὸ Παλλάδιον, τὸ Ὠιδεῖον. εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, BἈριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου,104 Στράτων ἐκ Λαμψάκου, Γλύκων105 ἐκ Τρῳάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ106 τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος,107 Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς, ὁ δὲ Ἀθηναῖος Ἀρχέδημος, εἰς τὴν Πάρθῶν108 μεταστάς, ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλ’ αὐτοὶ διώκοντες ἡσυχίαν,109 ἦς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις τοῦτο δὲ ἔργοις ἡμᾶς110 διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες, ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες, Cἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι.
p556 καὶ γὰρ τοῖς παλαιοῖς, ὡς ἔοικεν, αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσι συνεργὸν ἐπετέλεσαν. "Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων" ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν Ὕλην, Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φιλίστος111 ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενείτης ἐν Ἀθήναις, DἈνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς112 ἐν Πελοποννήσῳ. πάντες οὗτοι καὶ πλέονες ἄλλοι, τῶν πατρίδων ἐκπεσόντες, οὐκ ἀπέγνωσαν οὐδὲ ἔρριψαν ἑαυτούς, ἀλλ’ ἐχρήσαντο ταῖς εὐφυΐαις, ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, δι’ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δὲ ἐκβαλόντων καὶ καταστασιασάντων113 οὐδὲ εἷς λόγος οὐθενὸς114 ἀπολέλειπται.
15
Διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξος ἐστι Διογένης, ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν εἴ τινος δεῖται, τοῦ δὲ μηθὲν ἀλλ’ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα, Eπρὸς τοὺς φίλους εἶπεν, "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην;" ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν, ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς
p558 ἐστιν οὕτως ἀφιλότιμος οὐδὲ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβώτης115 ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν Κικέρων ὁ ἐκβληθείς, Fκαὶ Ἀριστοφῶν ὁ κατηγορήσας ῍Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.
16
Ἀλλ’ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ, δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθ’ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος·
ταῦτα πρώτως119 οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸ "μὴ λέγειν ἅ τις φρονεῖ," ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε
σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές |
ἔπειτα "τὴν τῶν κρατούντων ἀμαθίαν" οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν, ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν
p560 ἢ βιάζεσθαι δεδίασι. Bτὸ δὲ μέγιστον καὶ ἀτοπώτατον εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γὰρ εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὃς120 Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτόν, "ἡ πατρὶς σὲ τοιοῦτον ὄντα ἐξέβαλε;" "ναί," εἶπε, "μὴ δυναμένη φέρειν, ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον." ἐπιδείξαντος δὲ αὐτῷ Τελεσφόρον121 ἐν γαλεάγρᾳ, τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν122 ἐκτετμημένον, καὶ εἰπόντος, "οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας"· "τί δὲ Θεοδώρῳ μέλει," ἔφη, "πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται;"123 τί δέ; CΔιογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ124 Φιλίππου στρατόπεδον παρελθὼν ὁπηνίκα μαχούμενος125 ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς κατάσκοπος, "ναί," κατάσκοπος ἔφη ἀφῖχθαι τῆς ἀπληστίας126 αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σῶματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον, ὄντα βασιλέα127 φυγὰς ὤν, ὁπηνίκα, καιροῦ διδόντος, ἐκέλευεν128 αὐτὸν ἐπιχειρεῖν
p562 τοῖς πολεμίοις, τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών· "σὺ τί κρέας λέγει ποιεῖς,129 οὐ τί νοῦν ἔχων ἄνθρωπος;" ἀλλ’ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμματικῶν130 ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων, Dπόθεν γε δὴ καλῶν καὶ ἀγαθῶν ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν "ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ."
Τὰ δ’ ἐξῆς τοῦ Εὐριπίδου ποῖά τινά ἐστιν;
καὶ τοῦτο τῆς ἀβελτερίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδὲ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλ’ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, Eκἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι.
p564
ταῦτα ἤδη καὶ ἀχάριστα, τοῦ Πολυνείκους ἀτιμίαν μὲν135 εὐγενείας, ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, Fὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ·
ὅμοια δὲ καὶ τὰ τῆς μητρός, ὀλοφυρομένης
ταύτην ἔδει χαίρει καὶ ἀγαπᾶν πυνθανομένην141 ναίοντα142 βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἱσμηνόν, 607ὡς ἐν Ἄργει μήτε ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν.
17
Ἀλλ’ ἐπονείδιστον ὁ φυγάς ἐστι. παρά γε τοῖς ἄφροσιν, οἳ καὶ "τὸν πτωχὸν" λοιδόρημα
p566 ποιοῦνται143 καὶ "τὸν φαλακρὸν" καὶ "τὸν μικρὸν" καὶ νὴ Δία "τὸν ξένον" καὶ "τὸν μέτοικον." ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι, κἂν ξένοι, κἂν φυγάδες. ἀλλ’ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, δι’ ὃν οἰκοῦσι νῦν144 Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν, ἀλλ’ αὐτὸς ἐποίησε. Bτῇ δὲ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα145 τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου, φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι "Φρυγία σού146 ἐστιν ἡ μήτηρ"· "καὶ γὰρ ἡ τῶν θεῶν"; τί οὖν οὐ καὶ σύ, λοιδορούμενος "φυγάς," ἀποκρίνῃ, "καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν,147 οὐδὲ αὐτὸς ἐπανῆλθε, 'Φοῖνιξ πεφυκώς, Cἐκ δ’ ' ὁρίζεται 'γένος' εἰς τὰς Θήβας παραγενόμενος
Καὶ περὶ μὲν ὧν Αἰσχύλος ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών,
ἁγνόν τ’ Ἀπόλλω152 φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν, |
"εὔστομά μοι κείσθω" καθ’ Ἡερόδοτον· ὁ δ’ Ἐμπεδοκλῆς ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας,
οὐχ ἑαυτόν, ἀλλ’ ἀφ’ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. "οὐ γὰρ αἷμα," φησίν, "ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλ’ ἐκ τούτων τὸ σῶμα συμπέπλασται, γηγενὲς καὶ θνητόν," τῆς δὲ ψυχῆς ἀλλαχόθεν p570 ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων. τὸ δὲ ἀληθέστατον, φεύγει καὶ πλανᾶται, θεῖοις ἐλαυνομένη δόγμασι καὶ νόμοις, εἶτα, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ160 πολύν, Eκαθάπερ φησὶν ὁ Πλάτων, "ὀστρέου τρόπον" ἐνδεδεμένη161 τῷ σώματι διὰ τὸ μὴ μνημονεύειν μηδὲ ἀναφέρειν162
ἐξ οἵης τιμῆς τε καὶ ὄσσου163 μήκεος ὄλβου |
μεθέστεκεν, οὐ Σάρδεων Ἀθήνας, οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον, ἀλλ’ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἂν164 μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ῇ τρέφεται καὶ βλαστάνει βέλτιον, ἀνθρώπου δὲ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, Fὥσπερ οὐδὲ ἀρετὴν οὐδὲ φρόνησιν. ἀλλ’ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμνωτηρίῳ τὸν τοῦ κύκλου τετραφωνισμὸν ἔγραψε, Σωκράτης δέ, φάρμακον πίνων, ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπ’ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον, εἰς τὸν οὐρανὸν ἀναβάντας, οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.
1 συγκαταδύοντες v: συγκαταδύνοντες.
❦
2 τὸ] omitted by vwβ2.
❦
3 εἰ α2: εἰ δὲ.
❦
4 τοῦτο] τούτων vw.
❦
5 σταθμὸν ἐξετάζωμεν Wyttenbach: θυμὸν ἐξετάζομεν.
❦
6 ἐπιφέροντες vwcα1: φέροντες wac (ἐπιφέρομεν α2ss).
❦
7 τἀναντία] τοὐναντίον vw.
❦
8 ἀρχαῖος] ἀρχαῖαι Anth.
❦
9 ἐτρεφόμαν Anth.: ἐτρεφόμην.
❦
10 κέρνας Anth.: κέλσας.
❦
11 ἦν (and so π2; ἦ Reiske) τις ἂν ἢ Salmasius: ἦ τις ἀνὴρ (ἢ στισαν ἢ Anth.).
❦
12 μακέλας] βακέλας Ursinus.
❦
13 καλὰ] λάλα Meineke.
❦
14 πολυτρίποδος Anth.: πολίτης.
❦
15 Ἑλληνίδας] ἐλικωνίδας Anth.
❦
16 κρείσσονα] μείζονα Anth.
❦
17 ἀνίατον] ἄκρατον Wilamowitz.
❦
18 ἀπεστρέψαμεν] ἀπεστράψαμεν α.
❦
19 δίαγοντες wα2: δίαγοντα vβ2ssα1.
❦
20 ἢ w2α: οἲ v; ἢ οἲ w.
❦
21 τῶν w2ssα: τῶ v; τοῖς w1β2ss.
❦
22 ἀμύνεσθαι] ἀμύνασθαι vw.
❦
23 τοὺς Donatus Polus: τὸ.
❦
24 μετάστασις Xylander: κατάστασις.
❦
25 ἱστώσης] ἱστάσης Bern.
❦
26 εὖ μὲν ὁ Stobaeus: ὁ μὲν.
❦
27 εἶπεν] εἶπεν ἐρωτηθεὶς Stobaeus.
❦
28 ἔχονθ’ ὑγραῖς ἐν Lucian, Jup. Trag. 41: ἔχοντα ὑγραῖς.
❦
29 Benseler deletes εἰσί after ὅροι.
❦
30 αὐτοὶ] αὐτοὶ δὲ vw.
❦
31 ὑφ’] ἀφ’ vwβ2.
❦
32 ἰσημερία] ἰσημερίαι α2 Capps.
❦
33 φυτειῶν] φυτῶν vw.
❦
34 μέσα through παντός] τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων Plato.
❦
35 ἕπεται] ἀεὶ συνέπεται Plato.
❦
36 Κολλυτὸν Dübner: κολυττὸν.
❦
37 Διόμεια Xylander: διωμίδα.
❦
38 μεταγειτνιῶνα w: μεταγειτνιῶντα.
❦
39 ὑποδεικνύουσιν] ἀποδεικνύουσιν vw.
❦
40 οὐδὲ μεμαθηκότες Stobaeus only.
❦
41 τὰ Stobaeus only.
❦
42 αὐτοὶ δὲ ἡμεῖς Stobaeus: ἡμεῖς δὲ αὐτοὶ.
❦
43 ἀληθῶς] ἀληθὲς α.
❦
44 τὸ Ταΰγετον nos: τὸν ταΰγετον α2: τὸν τηΰγετον.
❦
45 μετρίων] μετρίων τῶν Castiglioni.
❦
46 ῥᾳδίως καὶ ταχέως οὐκ ἔστιν ἄλλον Stobaeus: ῥᾳον οὐκ ἔστι καὶ ταχέως.
❦
47 τόπῷ Donatus Polus: τρόπῷ.
❦
48 ἀξένου Hercher (from Eur.): εὐξείνου (with a papyrus of Eur.).
❦
49 πόρου Salmasius: πόντου.
❦
50 ὅσα μὴ (ὅσων οὐ Cobet; ὅσ’ οὐ?): ὅσων.
❦
51 ταύταν Eur.: ταύτην.
❦
52 τὸν (cf. Mor. 123C)] omitted in α.
❦
53 εἰσένεγκαι] εἰσένεγκε Cobet, but see Lysias, Or. 19.43, p155.
❦
54 ὀρυμαγδός β: ὀρυγμαδός.
❦
55 γ’ Ὑρίας L. Holstenius, Dübner: θουρίας.
❦
56 ταραχὰς Emperius: ἀρχὰς.
❦
57 καπρίαις γ2: κεστρίαις.
❦
58 μόριον Kronenberg (Wilamovitz deletes): ἱερὸν.
❦
59 εα φρην κυπαρισσον· εαν δε νὸμον περιδαϊον Papy. Oxyr. v. 841: ἐλαφρὰν κυπάρισσον φιλέειν ἐὰν (ἐᾶν α2) δὲ νομὸν κρήτας περιδαίων.
❦
60 δέδοται μὲν γᾶς Housman: μὲν γᾶς δέδοται.
❦
61 ἁ δρῦς Reiske: ἄδρυς (ἄρδυς w).
❦
62 οὐ πενθέων δ’ ἔλαχον οὐ στασίων Grenfell and Hunt: πενθέων δὲ οὐκ ἔλαχον στασίων.
❦
63 βερεκύνθα A2E: ἐρεκύνθα (ἐρεκάνθα β2ss).
❦
64 οὑμὸς δὲ πότμος Porson: θυμὸς δέ ποθ’ ἁμὸς (ἀμνὸς vw).
❦
65 ἀνδρῶν Homer: ἄλλων.
❦
66 μίαν] τὴν μίαν Capps.
❦
67 Ἀριστοτέλη] ‑ης v: ‑ην α.
❦
68 παρὰ] περὶ Laur. Conv. Soppr. 57.
❦
69 Πέλλαν nos; πέλλην (πόλιν w).
❦
70 ὅσσον Homer: ὅσα.
❦
71 μακάρων] Μάκαρος most MSS. of Homer.
❦
72 φησὶ Donatus Polus: φασὶ.
❦
73 μέμψαιτο τὴν τύχην vw: τὴν τύχην μέμψαιτο.
❦
74 δὲ added by Bern.
❦
75 πορθμείοις w: πορθμίοις.
❦
76 πολιῆς added from Homer.
❦
77 ἀντίθες Emperius: ἂν ἀντιθῆς.
❦
78 οὐκ] οὐδ’ Stegmann.
❦
79 προσηρτήμεθα] προσαρτώμεθα Capps.
❦
80 οὐδὲν Reiske: οὐδὲ.
❦
81 μέλει νῦν ἡμῖν nos: νῦν μέλλει ἡμῖν (νῦν ἡμῖν μέλει Benseler; νῦν μέλει Sieveking).
❦
82 ἄλλως, ἀλλ’ Reiske (ἀλλ’ Basle ed. of 1542; ἀλλ’ ἁπλῶς Castiglioni): ἀλλ’ ὡς.
❦
83 ἥδε δὲ α2: ἡ δὲ.
❦
84 ἀγρίης Bergk: ἀγρίας.
❦
85 μεθεστῶτι] μεγεστῶτι w; μετέξοντι β2ss.
❦
86 ἄστει reiske: ἄργει.
❦
87 πανηγυρίζειν] συμπανηγυρίζειν Capps.
❦
88 αὐτοὶ β2ssA2ssE: αὐτὸ.
❦
89 ἄγκύριονº α2ss: ἀργύριον α; ἀργύρια vw.
❦
90 ὁμοίως] ὁμοίαις Lycurgus, Against Leocrates, 100, p161.
❦
91 διαφορηθεῖσθαι βολαῖς] διαφοραῖς ἐκτισμέναι Lycurgus.
❦
92 εἰσαγώγιμοι Lycurgus: ἀγώγιμοι.
❦
93 δὴ Xylander (δ’ οὗν Dobree; καὶ Emperius): δὲ.
❦
94 γύναι Stephanus, Ald.2: γυναῖκες.
❦
95 κεκραμένον Xylander: συγκεκραμένον (‑μμ‑ vw).
❦
96 συμπίτνει Nauck: συμπιτνεῖ.
❦
97 τ’ ἐκτρέφει Musgrave: τε τρέφει.
❦
98 γῆν δέλεαρ Lobeck: τῆσδε ἔλεαρ.
❦
99 τήνδε added by Lobeck.
❦
100 δέ που Emperius (δὲ δήπου Wyttenbach): δι’ ἐπῶν.
❦
101 ἁλικαρνασέως] ἀλικαρνασέως (‑ασσέως v; ‑ασσῆος w).
❦
102 ἀπόδειξις τόδε] ἀπόδεξις ἥδε w.
❦
103 Θουρίους Xylander: θούρους.
❦
104 Ἐρέσου Victorius: ἐρεσίου Stobaeus: ἐφέσου.
❦
105 Γλύκων] γλαύκων δὲ Stobaeus; Λύκων Xylander.
❦
106 εἰ n Par. 2076: εἰς.
❦
107 Ἄσσιος Leonicus: λύσιος.
❦
108 πάρθων α2: πάρθον.
❦
109 ἡσυχίαν] ἡσυχίαν καὶ σπουδήν Stobaeus.
❦
110 ἔργοις ἡμᾶς] ἡμᾶς ἔργῳ Stobaeus.
❦
111 Φίλιστος Leonicus: φίλιππος.
❦
112 ποιητὴς] Ἰουλιήτης Cobet; Κεῖος ποιητὴς Capps.
❦
113 καταστασιασάντων Emperius: στασιασάντων.
❦
114 οὐθενὸς] οὐδενὸς α.
❦
115 Λεωβώτης Kontos: λεωβάτης (λεωκράτης β2).
❦
116 φυγάσιν Eur.: φυγάσι.
❦
117 δυστυχές] δυσχερές Eur.
❦
118 τὴν . . . ἀμαθίαν] τὰς . . . ἀμαθίας Eur.
❦
119 πρώτως] ὁρᾷς ὡς Reiske; πρῶθ’ ὁρᾷς ὡς Pohlenz.
❦
120 ὅς Laur. Conv. Soppr. 572: ὁ.
❦
121 Τελεσφόρον] Τελέσφορον (cf. Athenaeus, 616C)?
❦
122 γλῶτταν] γλῶσσαν vw.
❦
123 τί δέ through σήπεται supplied by Bern. from Mor. 499D.
❦
124 τὸ] τὸ τοῦ α.
❦
125 μαχούμενος] μαχόμενος (‑ον w) vw.
❦
126 ἀφῖχθαι τῆς ἀπληστίας] τῆς ἀπληστίας ἀφῖχθαι α.
❦
127 ὄντα βασιλέα Bern.: βασιλέα ὄντα.
❦
128 ἐκέλευεν] ἐκέλευσεν v.
❦
129 ποιεῖς] σκοπεῖς Pflugk (but for τίς = ὅς cf. Mayser, Gramm. d. griech. Pap. aus d. Ptolemäerzeit, II.1, p80 and note 1). Hannibal's Greek is colloquial.
❦
130 γραμματικῶν w: γραμμικῶν.
❦
131 βλέπουσί] βλέπουσαί a scholium on Eur.
❦
132 ὄμμασιν α2: ὄμμασι.
❦
133 ἤν τις δυστυχῇ] ἤν τι δυστυχῇς Elmsley.
❦
134 γένος some MSS. of Eur.: γένος δ’.
❦
135 μὲν] μὲν τῆς Capps.
❦
136 δὲ added from Eur.
❦
137 ἐγὼ through ἀνῆψα] ἐγὼ δ’ οὔτε σοι πυρὸς ἀνῆψα φῶς Eur.
❦
138 νόμιμον Eur.: γόνιμον.
❦
139 γάμοις] γάμοις ὥς πρέπει ματέρι μακαρίᾳ Eur.
❦
140 ἀνυμέναια δ’ Ἱσμηνὸς] ἀνυμέναια δ’ Ἱσμηνοῦ χωρὶς Capps. for Plutarch's aspiration of Ἱσμηνός cf. W. Schulze, Kleine Schriften, p393.
❦
141 πυνθανομένην] omitted in vw.
❦
142 ναίοντα α2: καίοντα.
❦
143 ποιοῦνται α2: ποιοῦντα.
❦
144 εἰς after νῦν deleted by Dübner.
❦
145 αἰσχυνώμεθα Stephanus: ᾐσχυνόμεθα (ἠσχυνώμεθα vw).
❦
146 σού] omitted in vw.
❦
147 ἀνευρεῖν] ἐξευρεῖν α1; ἐνδρεῖν v; ἀνελεῖν w.
❦
148 εὔιον ὀρσιγύναικα Mor. 389B, 671C: εὐήνορσι γυναῖκα.
❦
149 μαινομέναις (μαινομένας v) διόνυσον vw Mor. 389B: διόνυσον μαινομέναις (διόνυσον is put after τιμαῖσι in Mor. 671C).
❦
150 ἀνθέοντα Mor. 389B, 671C: θύοντα.
❦
151 τιμαῖς] τιμαῖσι Mor. 671C.
❦
152 Ἀπόλλω Aesch.: ἀπόλλωνος.
❦
153 ἔστιν Simplicius: ἔστι τι.
❦
154 φόνῳ Hippolytus: φόβῳ.
❦
155 μιήνῃ Hippolytus: μιν.
❦
156 μακραίωνος λελάχασι Hippolytus: μακραίωνες λελόγχασι.
❦
157 ἀλάλησθαι Stephanus: ἀλάλησθε (ἐλάλησθε v).
❦
158 τὴν (σὺν w): τῶν Hippolytus.
❦
159 εἶμι Bern.: εἰμι.
❦
160 ἐχούσῃ] ἐχούσης vw.
❦
161 ἐνδεδεμένη] δεδεμένη Stobaeus (δεδεσμευμένοι Plato).
❦
162 μνημονεύειν μηδὲ ἀναφέρειν] ἀναφέρειν μηδὲ μνημονεύειν Stobaeus.
❦
163 ὅσσου Ald.2: ὅσου.
❦
164 ἂν Stobaeus: ἵνα.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Πλούταρχος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 8 Apr 12