Short URL for this page:
bit.ly/deSuperstitione


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
On Superstition

by
Plutarch

as published in Vol. II
of the Loeb Classical Library edition, 1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. II) Πλούταρχος
Ἠθικὰ

 p454  ΠΕΡΙ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ

(164) 1 [link to English translation] Τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δ’ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν ᾖ περὶ ταῦτα, μοχθηρόν· ᾗ δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. πᾶν γὰρ πάθος ἔοικε ἀπάτη φλεγμαίνουσα εἶναι· Fκαὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.

Ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων· 165ψευδῆς ἡ ὑπόληψις, ἀλλ’ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδ’ ὀδύνην ταράττουσαν.

Ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον· τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται.

Πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν· αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων  p456 δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον· ἀλλ’ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις

ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ ἦσθ’· ἐγὼ δέ σε

ὡς ἔργον ἤσκουν

ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, Bὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.

2 [link to English translation] Οὐκοῦν καὶ περὶ ὧν ὁ λόγος, ἡ μὲν ἀθεότης κρίσις οὖσα φαύλη τοῦ μηδὲν εἶναι μακάριον καὶ ἄφθαρτον εἰς ἀπάθειάν τινα δοκεῖ τῇ ἀπιστίᾳ τοῦ θείου περιφέρειν, καὶ τέλος ἐστὶν αὐτῇ τοῦ μὴ νομίζειν θεοὺς τὸ μὴ φοβεῖσθαι· τὴν δεισιδαιμονίαν δὲ μηνύει καὶ τοὔνομα δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν οὖσαν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεούς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερούς. ἔοικε γὰρ ὁ μὲν ἄθεος Cἀκίνητος ὡς οὐ προσήκει διαμστρέφεσθαι. ἡ γὰρ ἄγνοια τῷ μὲν ἀπιστίαν τοῦ ὠφελοῦντος ἐμπεποίηκε, τῷ δὲ καὶ δόξαν ὅτι βλάπτει προστέθεικεν. ὅθεν ἡ μὲν ἀθεότης λόγος ἐστὶ διεψευσμένος, ἡ δὲ δεισιδαιμονία πάθος ἐκ λόγου ψευδοῦς ἐγγεγενημένον.

Αἰσχρὰ μὲν δὴ πάντα τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη, τὸ δὲ γαῦρον ἐνίοις ὅμως καὶ ὑψηλὸν  p458 καὶ διηρμένον ἔνεστιν ὑπὸ κουφότητος, δραστηρίου δ’ ὁρμῆς οὐδὲν ὡς ἔπος εἰπεῖν ἀπεστέρηται. ἀλλὰ τοῦτο δὴ τὸ κοινὸν ἔγκλημα παντὸς πάθους ἐστίν, ὅτι ταῖς πρακτικαῖς ὁρμαῖς ἐκβιαζόμενα κατεπείγει καὶ συντείνει τὸν λογισμὸν. Dμόνος δ’ ὁ φόβος, οὐχ ἧττον ὢν τόλμης ἐνδεὴς ἢ λογισμοῦ, ἄπρακτον ἔχει καὶ ἄπορον καὶ ἀμήχανον τὸ ἀλόγιστον. ᾗ καὶ δεῖμα καὶ τάρβος αὐτοῦ τὸ συνδέον ὁμοῦ τὴν ψυχὴν καὶ ταράττον ὠνόμασται.

3º [link to English translation] Φόβον δὲ πάντων ἀπρακτότατος καὶ ἀπορώτατος ὁ τῆς δεισιδαιμονίας. οὐ φοβεῖται θάλατταν ὁ μὴ πλέων οὐδὲ πόλεμον ὁ μὴ στρατευόμενος, οὐδὲ λῃστὰς ὁ οἰκουρῶν οὐδὲ συκοφάντην ὁ πένης οὐδὲ φθόνον ὁ ἰδιώτης, οὐδὲ σεισμὸν ὁ ἐν Γαλάταις οὐδὲ κεραυνὸν ὁ ἐν Αἰθίοψιν· ὁ δὲ θεοὺς δεδιὼς πάντα δέδιε, Eγῆν θάλατταν ἀέρα οὐρανὸν σκότος φῶς κληδόνα σιωπὴν ὄνειρον.​1 οἱ δοῦλοι τῶν δεσποτῶν ἐπιλανθάνονται καθεύδοντες, τοῖς πεδήταις ἐπελαφρύνει τὸν δεσμὸν ὁ ὕπνος, φλεγμοναὶ περὶ τραύματα καὶ νομαὶ σαρκὸς θηριώδεις καὶ περιωδυνίαι κοιμωμένων ἀφίστανται·

ὦ φίλον ὕπνου θέλγητρον ἐπίκουρον νόσου,

ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.

τοῦτ’ οὐ δίδωσιν εἰπεῖν ἡ δεισιδαμονία (μόνη γὰρ  p460 οὐ σπένδεται πρὸς τὸν ὕπνον, οὐδὲ τῇ ψυχῇ ποτε γοῦν δίδωσιν ἀναπνεῦσαι καὶ ἀναθαρρῆσαι τὰς πικρὰς καὶ βαρείας Fπερὶ τοῦ θεοῦ δόξας ἀπωσαμένῃ), ἀλλ’ ὥσπερ ἐν ἀσεβῶν χώρῳ τῷ ὕπνῳ τῶν δεισιδαιμόνων εἴδωλα φρικώδη καὶ τεράστια φάσματα καὶ ποινάς τινας ἐγείρουσα καὶ στροβοῦσα τὴν ἀθλίαν ψυχὴν ἐκδιώκει τοῖς ὀνείροις ἐκ τῶν ὕπνων, μαστιζομένην καὶ κολαζομένην αὐτὴν ὑφ’ αὑτῆς ὡς ὑφ’ ἑτέρου, καὶ δεινὰ προστάγματα καὶ ἀλλόκοτα λαμβάνουσαν. εἶτ’ ἐξαναστάντες οὐ κατεφρόνησαν οὐδὲ κατεγέλασαν, οὐδ’ ᾔσθοντο ὅτι τῶν ταραξάντων οὐδὲν ἦν ἀληθινόν, ἀλλὰ σκιὰν φεύγοντες 166ἀπάτης οὐδὲν κακὸν ἐχούσης ὕπαρ ἐξαπατῶσιν ἑαυτοὺς καὶ δαπανῶσι καὶ ταράττουσιν, εἰς ἀγύρτας καὶ γόητας ἐμπεσόντες λέγοντας

ἀλλ’ εἴτ’ ἔνυπνον φάντασμα φοβῇ,

χθονίας θ’ Ἑκάτης κῶμον ἐδέξω,

τὴν περιμάκτριαν κάλει γραῦν καὶ βάπτισον σεαυτὸν εἰς θάλατταν καὶ καθίσας ἐν τῇ γῇ διημέρευσον.

ὦ βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά

τῇ δεισιδαιμονίᾳ, πηλώσεις καταβορβορώσεις βαπτισμούς,​2 ῥίψεις ἐπὶ πρόσωπον, αἰσχρὰς προκαθίσεις, ἀλλοκότους προσκυνήσεις. δικαίῳ τῷ στόματι τοὺς κιθαρῳδοὺς ἐκέλευον ᾄδειν οἱ τὴν νόμισμον μουσικὴν σῴζειν δοκοῦντες· Bἡμεῖς δὲ τοῖς  p462 θεοῖς ἀξιοῦμεν ὀρθῷ τῷ στόματι καὶ δικαίῳ προσεύχεσθαι, καὶ μὴ τὴν ἐπὶ τῶν σπλάγχνων μὲν γλῶτταν εἰ καθαρὰ καὶ ὀρθῆ σκοπεῖν, τὴν δ’ ἑαυτῶν διαστρέφοντας καὶ μολύνοντας ἀτόποις ὀνόμασι καὶ ῥήμασι βαρβαρικοῖς καταισχύνειν καὶ παρανομεῖν τὸ​3 θεῖον καὶ πάτριον ἀξίωμα τῆς εὐσεβείας.

Ἀλλ’ ὅ γε κωμικὸς οὐκ ἀηδῶς εἴρηκέ που πρὸς τοὺς καταχρυσοῦντας τὰ κλινίδια καὶ καταργυροῦντας

ὁ τι μόνον ἡμῖν προῖκ’ ἔδωκαν οἱ θεοὶ​4

ὕπνον,​5 τί τοῦτο πολυτελὲς σαυτῷ​6 ποιεῖς;

Cἔστι δὲ καὶ πρὸς τὸν δεισιδαίμονα εἰπεῖν, "ὅ τι τὸν ὕπνον οἱ θεοὶ λήθην κακῶν ἔδοσαν ἡμῖν καὶ ἀνάπαυσιν, τί τοῦτο κολαστήριον σαυτῷ ποιεῖς ἐπίμονον καὶ ὀδυνηρόν, τῆς ἀθλίας ψυχῆς εἰς ἄλλον ὕπνον​7 ἀποδρᾶναι μὴ δυναμένης;" ὁ Ἡράκλειτός φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀναστρέφεσθαι. τῷ δὲ δεισιδαίμονι κοινὸς οὐδείς ἐστι κόσμος· οὔτε γὰρ ἐγρηγορὼς τῷ φρονοῦντι χρῆται οὔτε κοιμώμενος ἀπαλλάττεται τοῦ ταράττοντος, ἀλλ’ ὀνειρώττει μὲν ὁ λογισμός, ἐγρήγορε δ’ ὁ φόβος ἀεί, φυγὴ δ’ οὐκ ἔστιν οὐδὲ μετάστασις.

4 [link to English translation] Ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλ’ οὐδεὶς ἐφοβεῖτο τούτους Dμεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. ὁ δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα  p464 φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῦ μεταστῇ ποῦ φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλατταν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος ὅτι τὸν θεὸν ἀποπέφευγας· ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον· ἡ δὲ δεισιδαιμονία θεῶν ἀλλαγὴν οὐ δίδωσιν, οὐδ’ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν ὁ φοβούμενος τοὺς πατρῴους αἱ γενεθλίους, ὁ φρίττων τοὺς σωτῆρας Eκαὶ τοὺς μειλιχίους τρέμων καὶ δεδοικώς, παρ’ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν ἀρίστων.

Εἶθ’ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι

δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ

δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς​8

λαβεῖν·

πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὖ τοὺς​9 ἀνεκφεύκτους ἀναποδράστους ἀναποστάτους;​10 ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες, ἂν ἀγάλματος λάβωνται ἢ ναοῦ, θαρροῦσιν· ὁ δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν  p466 δεισιδαίμονα τῶν ἱερῶν· Fἐνταῦθα κολάζεται καὶ τιμωρεῖται.

Τί δεῖ μακρὰ λέγειν; "πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις ὁ θάνατος,"​11 τῆς δὲ δεισιδαιμονίας οὐδ’ οὗτος, ἀλλ’ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. 167Ἅιδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται, καὶ σκότος ἐμπίπλαται πολυφαντάστων​12 εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες. οὕτως ἡ κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.13

5 [link to English translation] Τούτων οὐδὲν τῇ ἀθεότητι πρόσεστιν, ἀλλ’ ἡ μὲν ἄγνοια χαλεπὴ καὶ τὸ παρορᾶν καὶ τυφλώττειν περὶ τηλικαῦτα συμφορὰ μεγάλη ψυχῆς, Bὥσπερ ὀμμάτων πολλῶν τὸ φανότατον καὶ κυριώτατον ἀπεσβεσμένης τὴν τοῦ θεοῦ νόησιν. ταύτῃ δὲ τὸ ἐμπαθές, ὥσπερ εἴρεται, καὶ ἑλκῶδες καὶ ταρακτικὸν καὶ καταδεδουλωμένον εὐθὺς πρόσεστι τῇ δόξῃ. μουσικήν φησιν ὁ Πλάτων ἐμμελείας καὶ εὐρυθμίας  p468 δημιουργὸν ἀνθρώποις ὑπὸ θεῶν οὐ τρυφῆς ἕνεκα καὶ κνήσεως ὤτων δοθῆναι, ὥστε τῶν τῆς ψυχῆς περιόδων καὶ ἁρμονιῶν τὸ ταραχῶδες καὶ πεπλανημένον ἐν σώματι, μούσης τε καὶ χάριτος ἐνδείᾳ πολλαχῇ δι’ ἀκλασίαν καὶ πλημμέλειαν ἐξυβρίζον, Cαὖθις εἰς τάξιν ἀνελίττουσαν οἰκείως καὶ περιάγουσαν καθιστάναι.14

"ὅσσα δὲ μὴ πεφίληκε Ζεύς," φησὶ Πίνδαρος, "ἀτύζονται βοὰν

Πιερίδων ἀίοντα·"

καὶ γὰρ διαγριαίνεται καὶ ἀγανακτεῖ, καὶ τὰς τίγρεις δέ φασι περιτυμπανιζομένας ἐκμαίνεσθαι καὶ ταράττεσθαι καὶ τέλος αὑτὰς διασπᾶν. ἔλαττον οὖν κακὸν οἷς διὰ κωφότητα καὶ πήρωσιν ἀκοῆς ἀπάθεια πρὸς μουσικὴν καὶ ἀναισθησία συμβέβηκεν. ὁ Τειρεσίας ἐχρῆτο δυστυχία μὴ βλέπων τὰ τέκνα μηδὲ τοὺς συνήθεις, ὁ δ’ Ἀθάμας μείζονι καὶ ἡ Ἀγαύη, βλέποντες ὡς λέοντας καὶ ἐλάφους· Dκαὶ τῷ Ἡρακλεῖ δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτ’ ἰδεῖν μήτ’ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς πολεμίοις.

6 [link to English translation] Τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῷ ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν​15 οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ κακὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν  p470 τὸ πατρικὸν καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἀμήνιτον​16 ἄγριον εἶναι καὶ θηριῶδες. εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι,​17 Eκαὶ τοιαῦτα πλάττουσι καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ μεγαλοφροσύνης καὶ εὐμενείας καὶ κηδεμονίας. περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα. καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ ἀγαθόν, ἡ δὲ δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα. φοβοῦνται τοὺς θεοὺς καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται καὶ καταμέμφονται. Fκοινὸν ἀνθρώπων τὸ μὴ πάντα διευτυχεῖν.

κεῖνοι γάρ τ’​18 ἄνοσοι καὶ ἀγήραοι

πόνων τ’ ἄπειροι, βαρυβόαν

πορθμὸν πεφευγότες Ἀχέροντος,

ὁ Πίνδαρος θεούς φησι, τὰ δ’ ἀνυρώπινα πάθη καὶ πράγματα μέμικται συντυχίαις ἄλλοτ’ ἄλλως ῥεούσαις.

7 [link to English translation] Φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν διάθησιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ  p472 πορίζοντος αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς 168καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδ’ ἐκ προνοίας ἀλλὰ πάντα συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται​19 τὰ τῶν ἀνθρώπων. τοῦ δὲ δεισιδαίμονος οὐχ οὗτος ὁ τρόπος, ἀλλ’ εἰ καὶ μικρότατον αὐτῷ κακόν τι συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ παντὶ στεναγμῷ καθαπτόμενος· οὔτε γὰρ ἄνθρωπον οὔτε τύχην οὔτε καιρὸν οὔθ’ ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν αἰτιᾶται, Bκἀκεῖθεν ἐπ’ αὐτὸν ἥκειν καὶ φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως δι’ αὑτὸν οἴεται.

Νοσῶν θ’ ὁ ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον  p474 ἢ διαβολαῖς πρὸς ἡγεμόνα τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ αὑτὸν σκοπεῖ

πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;

τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα Cκαὶ χρημάτων ἀποβολὴ καὶ τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται. ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδ’ ἀντιτάττεσθαι, μὴ δόξῃ θεομαχεῖν καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλ’ ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος. "ἔα με," φησίν, "ἄνθρωπε, διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι μεμισημένον."

DἜστιν ἀνθρώπου μὴ πεπεισμένου θεοὺς εἶναι λυπουμένου δ’ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον· τὸν δὲ δεισιδαίμονα πῶς ἂν προσείποις ἢ πῇ​20 βοηθήσεις; ἔξω κάθηται σακκίον ἔχων καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς, πολλάκις δὲ γυμνὸς ἐν πηλῷ κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε φαγόντος ἢ πιόντος ἢ βαδίσαντος ὁδὸν ἣν οὐκ εἴα τὸ δαιμόνιον. ἂν δ’ ἄριστα πράττῃ καὶ συνῇ πράως​21 δεισιδαιμονίᾳ,  p476 περιθειούμενος​22 οἴκοι κάθηται καὶ​23 περιματτόμενος, αἱ δὲ γρᾶες E"καθάπερ παττάλῳ," φησὶν ὁ Βίων, "ὅ τι ἂν τύχωσιν αὐτῷ περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι."

8 [link to English translation] Τὸν Τιρίβαζόν​24 φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν. ἆρ’ οὖν οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον; οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν ἀβουλήτων· ὁ δὲ δεισιδαίμων οὐδενὸς ἀκούσας, Fαὐτὸς πρὸς αὑτὸν εἰπών "ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος" ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε, διεκρούσατο τοὺς βοηθοῦντας.

Πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι. Μίδας ὁ παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθ’ ἑκουσίως ἀποθανεῖν αἷμα ταύρου πιών. ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος ἐν τῷ πρὸς Λακεδαιμονίους​25 πολέμῳ, κυνῶν λύκοις ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν  p478 ἀγρώστεως ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ κατασβεσθεὶς ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν ἀπέσφαξεν. 169ἦν δ’ ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον οὕτως ἀπαλλαγῆναι τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, εἶθ’ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς ἀποθανεῖν. οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ δεινὸν ἐν καιρῷ περιόδων​26 σκιᾶς πρὸς σελήνην ἀπάντησις, ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐμπεσὸν τοῦ​27 ἀνθρώπου Bσυγχέαι καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις.

Γλαῦχ’, ὅρα, βαθὺς​28 γὰρ ἤδη κύμασιν ταράσσεται

πόντος, ἀμφὶ δ’ ἄκρα​29 Γυρέων ὀρθὸν ἵσταται νέφος,

σῆμα χειμῶνος.

τοῦτ’ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν ὑφίησι,

 p480  φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης.

ὁ Ἡσίοδος κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν

εὔχεσθαί τ’​30 Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ

Cτῆς ἐχέτλης ἐχόμενον, Ὅμηρος δὲ τὸν Αἴαντά φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτ’ εὐχομένων ἐκείνων ὁπλίζεσθαι. καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν

εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω,

τότε παρὰ τοῦ Διὸς αἰτεῖ

δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον·

ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις. ἀλλ’ Ἰουδαῖοι σαββάτων ὄντων ἐν ἀγνάμπτοις​31 καθεζόμενοι, τῶν πολεμίων κλίμακας προστιθέντων καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ ἀνέστησαν ἀλλ’ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ συνδεδεμένοι.

9 [link to English translation] DΤοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς ἡ δεισιδαιμονία, βελτίων δ’ οὐδὲν οὐδ’ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος. ἥδιστα δὲ τοῖς ἀνθρώποις  p482 ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις. ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ σαρδάνιον​32 γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἠρέμα​33 πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες, ἄλλο δ’ οὐδὲν ἔχοντα κακόν. ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδ’ ἥδεσθαι·

πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

Eὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων

ἡ ψυχὴ τοῦ δεισιδαίμονος· ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες· τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ ἀνακτόροις προσιόντες.

10 [link to English translation] Ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἔπεισι τοὺς τὴν ἀθεότητα φάσκοντας ἀσέβειαν εἶναι, Fμὴ φάσκοντας δὲ τὴν δεισιδαιμονίαν. καίτοι γ’ Ἀναξαγόρας δίκην ἔφυγεν ἀσεβείας ἐπὶ τῷ λίθον​34 εἰπεῖν τὸν ἥλιον, Κιμμερίους δ’ οὐδεὶς εἶπεν ἀσεβεῖς ὅτι τὸν ἥλιον οὐδ’ εἶναι τὸ παράπαν νομίζουσι. τί σὺ  p484 λέγεις; ὁ μὴ νομίζων θεοὺς εἶναι ἀνόσιός ἐστιν; ὁ δὲ τοιούτους νομίζων οἵους οἱ δεισιδαίμονες, οὐ μακρῷ δόξαις ἀνοσιωτέραις σύνεστιν; ἐγὼ γοῦν ἂν ἐθέλοιμι μᾶλλον τοὺς ἀνθρώπους λέγειν περὶ ἐμοῦ μήτε γεγονέναι τὸ παράπαν μήτ’ εἶναι Πλούταρχον 170ἢ λέγειν ὅτι Πλούταρχός ἐστιν ἄνθρωπος ἀβέβαιος εὐμετάβολος, εὐχερὴς πρὸς ὀργήν, ἐπὶ τοῖς τυχοῦσι τιμωρητικός, μικρόλυπος· ἂν καλῶν ἐπὶ δεῖπνον ἑτέρους παραλίπῃς ἐκεῖνον, ἂν ἀσχολίας σοι γενομένης ἐπὶ θύρας μὴ ἔλθῃς ἢ μὴ προσείπῃς, διέδεταί σου τὸ σῶμα προσφὺς ἢ συλλαβὼν ἀποτυμπανιεῖ τὸ παιδίον, ἢ θηρίον ἔχων τοῖς καρποῖς ἐφήσει καὶ λυμανεῖται τὴν ὀπώραν.

Τοῦ Τιμοθέου τὴν Ἄρτεμιν ᾄδοντος ἐν Ἀθήναις καὶ λέγοντος

θυιάδα​35 φοιβάδα μαινάδα λυσσάδα

Κινησίας ὁ μελοποιὸς ἐκ τῶν θεατῶν ἀναστάς, B"τοιαύτη σοι," εἶπε, "θυγάτηρ γένοιτο." καὶ μὴν ὅμοια τούτοις καὶ χείρω περὶ Ἀρτέμιδος οἱ δεισιδαίμονες ὑπολαμβάνουσιν,

αἴτε κα ἀπ’ ἀγχόνας ᾄξασα,

αἴτε κα λεχὼν κναίσασα,

αἴτε κἀκ νεκρῶ παροῦσα,

ἀμπεφυρμένα ἐσῆλθες,

αἴτε καὶ ἐκ τριόδων

 p486  καθαρμάτεσσιν ἐπισπωμένα

τῷ παλαμναίῳ συμπλεχθεῖσα.​36

Οὐδὲν δὲ τούτων ἐπιεικέστερα φρονοῦσι περὶ Ἀπόλλωνος περὶ Ἥρας περὶ Ἀφροδίτης· πάντας γὰρ τούτους τρέμουσι καὶ δεδοίκασι. καίτοι τί τοιοῦτον ἡ Νιόβη περὶ τῆς Λητοῦς ἐβλασφήμησεν, οἷον ἡ δεισιδαιμονία πέπεικε περὶ τῆς θεοῦ τοὺς ἄφρονας, Cὡς ἄρα λοιδορηθεῖσα κατετόξευσε τῆς ἀθλίας γυναικὸς

ἓξ μὲν θυγατέρας, ἓξ δ’ υἱέας ἡβώοντας;

οὕτως ἄπληστος ἀλλοτρίων κακῶν ἦν καὶ ἀνίλαστος. εἰ γὰρ ἀληθῶς ἡ θεὸς χολὴν εἶχε καὶ μισοπόνηρος ἦν καὶ ἤλγει κακῶς ἀκούουσα καὶ μὴ κατεγέλα τῆς ἀνθρωπίνης ἀμαθίας καὶ ἀγνοίας ἀλλ’ ἠγανάκτει, τούτους ἔδει τοξεῦσαι τοὺς τοσαύτην ὠμότητα καὶ πικρίαν καταψευδομένους αὐτῆς καὶ τοιαῦτα λέγοντας καὶ γράφοντας. τῆς γοῦν Ἑκάβης προβαλλόμεθα τὴν πικρίαν ὡς βάρβαρον καὶ θηριώδη λεγούσης

Dτοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

ἐσθέμεναι προσφῦσα,

τὴν δὲ Συρίαν θεὸν οἱ δεισιδαίμονες νομίζουσιν, ἂν  p488 μαινίδας​37 τις ἢ ἀφύας φάγῃ, τὰ ἀντικνήμια διεσθίειν, ἕλκεσι τὸ σῶμα πιμπράναι, συντήκειν τὸ ἧπαρ.

11 [link to English translation] Ἆρ’ οὖν τὸ μὲν λέγειν τὰ φαῦλα περὶ τῶν θεῶν ἀνόσιον, τὸ δὲ δοξάζειν οὐκ ἀνόσιον; ἢ καὶ τὴν φωνὴν ἄτοπον ἡ δόξα ποιεῖ τοῦ βλασφημοῦντος; καὶ γὰρ ἡμεῖς τὴν βλασφημίαν ὅτι δυσμενείας σημεῖόν ἐστι προβαλλόμεθα, καὶ τοὺς κακῶς ἡμᾶς λέγοντας ἐχθροὺς νομίζομεν ὡς καὶ κακῶς φρονοῦντας. ὁρᾷς δ’ οἷα περὶ τῶν θεῶν οἱ δεισιδαίμονες φρονοῦσιν, Eἐμπλήκτους ἀπίστους εὐμεταβόλους τιμωρητικοὺς ὠμοὺς μικρολύπους ὑπολαμβάνοντες, ἐξ ὧν ἀνάγκη καὶ μισεῖν τὸν δεισιδαίμονα καὶ φοβεῖσθαι τοὺς θεούς. πῶς γὰρ οὐ μέλλει, τὰ μέγιστα τῶν κακῶν αὑτῷ δι’ ἐκείνους οἰόμενος γεγονέναι καὶ πάλιν γενήσεσθαι; μισῶν δὲ θεοὺς καὶ φοβούμενος ἐχθρός ἐστι. κἂν δεδοίκῃ,​38 προσκυνεῖ γε καὶ θύει καὶ κάθηται πρὸς ἱεροῖς, καὶ οὐ θαυμαστόν ἐστι· καὶ γὰρ τοὺς τυράννους ἀσπάζονται περιέπουσι χρυσοῦς ἀνιστᾶσιν, ἀλλὰ μισοῦσι σιγῇ "κάρα σείοντες." Ἀλέξανδρον Ἑρμόλαος ἐθεράπευε, Παυσανίας ἐδορυφόρει Φίλιππον, Χαιρέας Γάιον, Fἀλλ’ ἕκαστος τούτων ἔλεγε παρακολουθῶν

ἦ σ’ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.

 p490  Οὐκ οἴεται θεοὺς εἶναι ὁ ἄθεος, ὁ δὲ δεισιδαίμων οὐ βούλεται, πιστεύει δ’ ἄκων· φοβεῖται γὰρ ἀπιστεῖν. καίτοι γ’ ὥσπερ ὁ Τάνταλος ὑπεκδῦναι τὸν λίθον ἐπαιωρούμενον οὕτω καὶ οὗτος τὸν φόβον ὡς οὐχ ἧττον ὑπ’ αὐτοῦ πιεζόμενος ἀγαπήσειεν ἄν, καὶ μακαρίσειε τὴν τοῦ ἀθέου διάθεσιν ὡς ἐλευθέριον. νυνὶ δὲ τῷ μὲν ἀθέῳ δεισιδαιμονίας οὐδὲν μέτεστιν, ὁ δὲ δεισιδαίμων τῇ προαιρέσει ἄθεος ὢν ἀσθενέστερός ἐστιν ἢ ὥστε δοξάζειν περὶ θεῶν ὃ βούλεται.

12 [link to English translation] 171Καὶ μὴν ὁ ἄθεος δεισιδαιμονίας οὐδαμῆ συναίτιος, ἡ δὲ δεισιδαιμονία τῇ ἀθεότητι καὶ γενέσθαι παρέσχεν ἀρχὴν καὶ γενομένῃ δίδωσιν ἀπολογίαν, οὐκ ἀληθῆ μὲν οὐδὲ καλήν, προφάσεως δέ τινος οὐκ ἄμοιρον οὖσαν. οὐ γὰρ ἐν οὐρανῷ τι μεμπτὸν οὐδ’ ἐν ἄστροις οὐδ’ ἐν ὥραις ἢ περιόδοις σελήνης ἢ κινήσεσιν ἡλίου περὶ γῆν, "ἡμέρας καὶ νυκτὸς δημιουργοῖς," ἢ τροφαῖς ζῴων ἢ καρπῶν γενέσεσι πλημμελὲς καὶ ἄτακτον ἐνιδόντες οὕτως ἀθεότητα τοῦ παντὸς κατέγνωσαν, ἀλλὰ τῆς δεισιδαιμονίας ἔργα καὶ πάθη καταγέλαστα, καὶ ῥήματα καὶ κινήματα Bκαὶ γοητεῖαι καὶ μαγεῖαι καὶ περιδρομαὶ καὶ τυμπανισμοὶ καὶ ἀκάθαρτοι μὲν καθαρμοὶ ῥυπαραὶ δ’ ἁγνεῖαι, βάρβαροι δὲ καὶ παράνομοι πρὸς ἱεροῖς κολασμοὶ καὶ προπηλακισμοί, ταῦτα δίδωσιν ἐνίοις λέγειν ὡς μὴ εἶναι θεοὺς ἄμεινον ἢ εἶναι, τοιαῦτα  p492 μὲν δεχομένους τοιούτοις δὲ χαίροντας, οὕτω δ’ ὑβριστάς, οὕτω δὲ μικρολόγους καὶ μικρολύπους.

13 [link to English translation] Οὐκ ἄμεινον οὖν ἦν Γαλάταις ἐκείνοις καὶ Σκύθαις τὸ παράπαν μήτ’ ἔννοιαν ἔχειν θεῶν μήτε φαντασίαν μήθ’ ἱστορίαν ἢ θεοὺς εἶναι νομίζειν χαίροντας ἀνθρώπων σφαττομένων αἵματι Cκαὶ τελεωτάτην θυσίαν καὶ ἱερουργίαν ταύτην νομίζοντας; τί δέ; Καρχηδονίοις οὐκ ἐλυσιτέλει Κριτίαν λαβοῦσιν ἢ Διαγόραν νομοθέτην ἀπ’ ἀρχῆς μήτε τινὰ δαιμόνων μήτε θεῶν νομίζειν ἢ τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον; οὐχ ὥσπερ Ἐμπεδοκλῆς φησι τῶν τὰ ζῷα θυόντων καθαπτόμενος

μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας

σφάζει ἐπευχόμενος μέγα νήπιος,

ἀλλ’ εἰδότες καὶ γιγνώσκοντες αὐτοὶ τὰ αὑτῶν τέκνα καθιέρευον, οἱ δ’ ἄτεκνοι παρὰ τῶν πενήτων ὠνούμενοι παιδία κατέσφαζον καθάπερ ἄρνας ἢ νεοσσούς, Dπαρειστήκει δ’ ἡ μήτηρ ἄτεγκτος καὶ ἀστένακτος. εἰ δὲ στενάξειεν ἢ δακρύσειεν, ἔδει τῆς τιμῆς στέρεσθαι, τὸ δὲ παιδίον οὐδὲν ἧττον ἐθύετο· κρότου τε κατεπίμπλατο πάντα πρὸ τοῦ ἀγάλματος ἐπαυλούντων καὶ τυμπανιζόντων ἕνεκα τοῦ μὴ γενέσθαι τὴν βοὴν τῶν θρήνων ἐξάκουστον.  p494 εἰ δὲ Τυφῶνές τινες ἢ Γίγαντες ἦρχον ἡμῶν τοὺς θεοὺς ἐκβαλόντες, ποίαις ἂν ἥδοντο θυσίαις ἢ τίνας ἄλλας ἱερουργίας ἀπῄτουν; Ἄμηστρις δ’ ἡ Ξέρξου γυνὴ δώδεκα κατώρυξεν ἀνθρώπους ζῶντας ὑπὲρ αὑτῆς τῷ Ἅιδῃ, ὃν ὁ Πλάτων φησὶ φιλάνθρωπον ὄντα καὶ σοφὸν καὶ πλούσιον, πειθοῖ καὶ λόγῳ κατέχοντα τὰς ψυχάς, Ἅιδην ὠνομάσθαι. Ξενοφάνης δ’ ὁ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως. "οὗτοι," φησίν, "εἰ μὲν θεοί εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δ’ ἄνθρωποι, μὴ θύετε αὐτοῖς."

14 [link to English translation] Ἀλλ’ οὐδὲν οὕτω πολυπλανὲς καὶ πολυπαθὲς νόσημα καὶ μεμιγμένον ἐναντίαις δόξαις καὶ μαχομέναις μᾶλλον ὡς τὸ τῆς δεισιδαιμονίας. φευκτέον οὖν αὐτὴν ἀσφαλῶς τε καὶ συμφερόντως, οὐχ ὥσπερ οἱ λῃστῶν ἢ θηρίων ἔφοδον ἢ πῦρ ἀπερισκέπτως Fκαὶ ἀλογίστως περιφεύγοντες ἐμπίπτουσιν εἰς ἀνοδίας βάραθρα καὶ κρημνοὺς ἐχούσας. οὕτω γὰρ ἔνιοι φεύγοντες τὴν δεισιδαιμονίαν ἐμπίπτουσιν εἰς ἀθεότητα τραχεῖαν καὶ ἀντίτυπον, ὑπερπηδήσαντες ἐν μέσῳ κειμένην τὴν εὐσέβειαν.


The Loeb Editor's Notes:

1 ὄνειρον] ὕπαρ ὄνειρον Bywater.

2 βαπτισμούς Bentley: σαββατισμούς.

3 τὸ] εἰς τὸ Hercher.

4 ἡμῖν . . . θεοί Meineke: ἔδωκαν ἡμῖν οἱ θεοὶ προῖκα.

5 ὕπνον F. C. B.: τὸν ὕπνον.

6 σαυτῷ Meineke: σεαυτῷ.

7 ὕπνον] τόπον Hercher.

8 δυσχερεῖς Valckenaer: δυσυχεῖς.

9 αὖ τοὺς F. C. B.: αὐτοὺς, omitted in many MSS.

10 Bernardakis would add λαμβάνοντας after ἀναποστάτους.

11 ὁ θάνατος] θάνατος in the better MSS. of Demosthenes, XVIII.97.

12 πολυφαντάστων Stobaeus, Florilegium, ed. Meineke, vol. IV p245: πολυφάνταστον.

13 τῇ περίττῃ κτλ.] This is the reading of D: other MSS. have καὶ θεῷ τὸ (or τῷ) μὴ παθεῖν ἐκπεπέφυγεν ἀφυλάκτῳ προσδοκᾶν αὐτῇ πεποίηκε.

14 καθιστάναι Hercher: καθιστᾶν or παρεῖναι.

15 μὲν Wyttenbach: μὲν οὖν.

16 ἀμήνιτον Meziriacus, Reiske, and Wyttenbach: ἄμικτον or ἀμίμητον. Cf. Moralia, 413D.

17 τὰ εἴδη ποιοῦσι] τὰ σώματα εἶναι in most MSS.

18 γάρ τ’ Moralia, 1075A: γὰρ.

19 ταράττεται Wyttenbach: πράττεται or σπαθᾶται, which seems dubious: διασπᾶται?

20 πῇ] ποῦ most MSS.

21 πράως Abernetty and F. C. B.: πράῳ.

22 περιθειούμενος Hercher: περιθυόμενος.

23 καὶ added by Reiske.

24 Τιρίβαζόν Hercher: τηρίβαζόν or τειρίβαζόν.

25 Λακεδαιμονίους Xylander: μεσσηνίους.

26 περιόδων Xylander: ποδῶν; cf. 171A infra.

27 ἐμπεσὸν τοῦ Bywater and F. C. B.: ἐμπεσόντος.

28 Γλαῦκ’ ὅρα βαθὺς Canter, but the reading is established by other quotations of the passage: γλαυκεοράβδοις.

29 ἄκρα J. Pierson: ἄκρᾳ.

30 τ’] δ’ in some MSS. and in Hesiod.

31 ἀγνάπτοις in some MSS. preferred by Abernetty.

32 σαρδάνιον] σαρδόνιον or σαρδώνιον.

33 ἠρέμα] ἀτρέμα in some MSS.

34 λίθον] μύδρον, the traditional word, by correction in one MS. Plutarch probably drew from the well-known passage in Plato's Apology, p. 26D.

35 θυιάδα Bergk: θυάδα.

36 The MSS. with only the slightest variations read as follows: αἵ τε κἂν ἀπ’ ἀγχόνας ἀίξασα αἵ τε καλεχόνα κναίσατε αἵ τε κανέκεκρος μαίουσα ἂν πεφυρμένα ἐσῆλθες αἵ τε καὶ ἐκ τριπόδων, κτλ. It was long ago recognized that we here have to do with a writer who in Doric dialect touches upon certain things which were taboo in the worship of Artemis, essentially the same as are referred to by Euripides in Iphig. Taur. 380‑4. There is a temptation to suggest other possible restorations, for example νεκροὺς κλαίουσα, λεχοὺς μαῖ’ οὖσα, νεκρὸν κναίσασα, but those interested will find other attempts at restoration in the books mentioned in note a above.

37 μαινίδας] μαινίδα most MSS.: μαινίδια Paton.

38 κἂν δεδοίκῃ F. C. B.: κἂν (καὶ some MSS.) δέδιε καὶ or καίτοι.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 May 14

Προσιτότητα