Short URL for this page:
bit.ly/SpartanWomen
mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|
|
Ἀργιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δ’ ἐκεῖνον καὶ λεγόντων ἄριστον ἐν τοῖς τοιούτοις ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν, "ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοῦς δ’ ἄνδρας Λακεδαίμων ἔχει dτήνω κάρρονας."
1
Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, "καταφθερεῖ σε," ἔφη, "ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς."
2
Προστάξαντος δέ ποτε αὐτῇ τοῦ πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος, "ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν,"
p456 e"οὐκοῦν, ὦ πάτερ," ἔφη, "ὅ τ’ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες γενήσονται."
3
Τὸν δ’ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη, "πάτερ," ἔφη, "ὁ ξένος χεῖρας οὐκ ἔχει."
4
Ξένου δέ τινος μαλακῶς καὶ σχολῇ2 προσαγαγόντος, παρωσαμένη αὐτόν, "οὐκ ἄπει ἐντεῦθεν," εἶπεν, "οὐδὲ3 τὰ τῆς γυναικὸς δυνάμενος;"
5
Ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς, "διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι;"4 "ὅτι," ἔφη, "καὶ τίκτομεν μόναι ἄνδρας."
6
Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δὲ ἔφη, "ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν."
1
Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, "οὐ σιωπήσετε;" ἔφη· f"ἔδειξε γὰρ οἵου αἵματος ἦν"· καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶν ἀλλ’ ἰατρεύεσθαι.
p458
2
Ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, "οὐκ ἔμελλεν," ἔφη, "πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπ’ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν5 ἐκείνους; ἥδιον δ’ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν."
Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς6 ἀκούσασα, παραγενόμενον ἀνεῖλε· τὸ δ’ ἐπίγραμμα ἐπ’ αὐτῆς τόδε,
τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον. |
241
1
Ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα7 ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, "οὐκ ἐμὸν τὸ φίτυμα." ἐφ’ ἧς τὸ ἐπίγραμμα τόδε,
ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδ’ ἐλάφοισι ῥέοι. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ’ Ἅιδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδ’ ἔτεκον. |
p460
2
Ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη,
"δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάπτω8 τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον." |
3
Ἀκούσασά τις τὸν υἱὸν σεσωσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, "κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν9 ἔκνιψαι ἢ μὴ ἔσω."
b
4
Ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, "ποῦ,"10 φησίν, "ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι;" ἀνασυραμένη καὶ ἐπιδείξασα11 αὐτοῖς.
5
Προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, "τί πράττει ἡ πατρίς;" εἰπόντος δέ, "πάντες ἀπολώλασι," κεραμίδα ἄρασα ἐπαφήκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, "σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;"
6
Διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, "εἶτ’ οὐκ αἰσχρόν," εἶπε, "τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;"
c
7
Ἐκπέμψασά τις τοὺς υἱοὺς αὐτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, "ἀλλ’ οὐ τοῦτο
p462 ἐπυθόμην," εἶπε, "κακὸν ἀνδράποδον, ἀλλὰ τί πράττει ἡ πατρίς." φήσαντος δὲ ὅτι νικᾷ, "ἀσμένη τοίνυν," εἶπε, "δέχομαι καὶ τὸν τῶν παίδων θάνατον."
8
Θάπτουσά τις τὸν υἱὸν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ, "ὦ γύναι, τᾶς τύχας," εἶπε, "νὴ τὼ σιὼ ἀλλὰ τᾶς καλᾶς γ’," ἔφη· "καὶ γὰρ αὐτὸν οὗ ἕνεκεν ἔτεκον, ἵν’ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, dτοῦτό μοι συνέβη."
9
Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέτταρας υἱοὺς ὄντας κοσμιωτάτους, "τοιαῦτα," ἔφη, "δεῖ εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ ἐπὶ τούτοις ἐπαίρεσθαι καὶ μεγαλαυχείν."
10
Ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε, "κακά τευ12 φάμα κακκέχυται· ταύταν ἀπώθευ13 ἢ μὴ ἔσο."
11
Παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου14a κατηγόρουν· eμεταπεμψαμένη δὲ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱὸς, ἐπέστειλεν, "ἁ μάτηρ Παιδαρήτῳ·14b ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρτα σωτηρίαν."
p464
12
Ἑτέρα ἐπ’ ἀδικήματι τῷ παιδὶ κρινομένῳ, "τέκνον," εἶπεν, "ἢ τὰς αἰτίας ἢ σεαυτὸν τοῦ ζῆν ἀπόλυσον."
13
Ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, "τέκνον," εἶπε, "κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο."
14
Ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, f"ἐὰν τῆς ἀρετῆς," εἶπε, "μεμνῇ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις."
15
Λάκων τρωθεὶς ἐν πολήμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν. αἰσχυνομένῳ δ’ αὐτῷ εἶναι15 γελοίῳ ἡ μήτηρ, "καὶ πόσῳ βέλτιον, ὦ τέκνον," εἶπε, "μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτῳ;"
16
Ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη, "τέκνον," ἔφη, "ἢ τὰν ἢ ἐπὶ τᾶς."
17
Ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα, "ταύτην," ἔφη, "ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο."
18
Ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε, "καὶ βῆμα πρόσθες."
242
19
Ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, "ἐμὸς γὰρ ἦν,"
p466 εἶπε. περὶ δὲ τοῦ ἑτέρου16 πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, "οὐ γὰρ ἦν ἐμός," ἔφη.
20
Ἑτέρα ἀκούσας τεθνάνα τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο "κάτθετε17 αὐτόν," ἔφη, "ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός."
21
Ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν γενομένων θνῄσκειν. οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν, "ὡς πολλῷ κάλλιον, ὦ φίλαι, bἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγιγνόμενον ζῆν."
22
Διηγουμένου τινὸς τῇ ἀδελφῇ γενναῖον θάνατον τοῦ παιδὸς αὐτῆς, ἐκείνη εἶπεν ὅτι "ὅσον ἐπ’ ἐκείνῳ γέγηθα, τοσοῦτον ἐπὶ σοὶ ἄχθομαι, ἐναρέτου συνοδίας ἀπολειφθέντι."
23
Λακαίνῃ τις προσέπεμψεν, εἰ φθορᾷ συνεπινεύει. ἡ δ’ ἔφη, "παῖς μὲν οὖσα ἔμαθον τῷ πατρὶ πείθεσθαι, καὶ τοῦτο ἔπραξα· γυνὴ δὲ γενομένη τῷ ἀνδρί· εἰ οὖν δίκαιά με παρακαλεῖ, τούτῳ φανερὸν ποιησάτω πρῶτον."
24
Παρθένος πενιχρὰ ἐρωτηθεῖσα τίνα δίδωσι τῷ γαμοῦντι προῖκα, "τὴν πάτριον," ἔφη, "σωφροσύνην."
c
25
Λάκαινα ἐρωτηθεῖσα εἰ τἀνδρὶ18 προσελήλυθεν, "οὐκ ἐγώ," εἶπεν, "ἀλλ’ ὁ ἀνῆρ ἐμοί."
p468
26
Κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ εὐσχημοσύνῃ τὸ ἄσχημον προσπεσὸν ἐνίκεσε.
27
Λάκαινα πιπρασκομένη καὶ ἐρωτωμένη τί ἐπίσταται, ἔφη, "πιστὰ ἦμεν."
28
Ἄλλη αἰχμαλωτευθεῖσα καὶ ἐρωτωμένη παρπλησίως, "εὖ οἰκεῖν οἶκον," ἔφη.
29
Ἐρωτηθεῖσά τις ὑπό τινος, εἰ ἔσται ἀγαθή, ἂν αὐτὴν ἀγοράσῃ, εἶπε, "κἂν μὴ ἀγοράσῃς."
d
30
Ἄλλη πιπρασκομένη, τοῦ κήρυκος πυνθανομένου τί ἐπίσταται, "ἐλευθέρα," εἶπεν, "ἦμεν." ὡς δὲ ὁ ὠνησάμενος προσέταττέ τινα αὐτῇ οὐχ ἁρμόζοντα ἐλευθέρᾳ, εἰποῦσα, "οἰμώξῃ φθονήσας σεαυτῷ τοιούτου κτήματος," ἐξήγαγεν ἑαυτήν.
1a 1b The title, λακαινων αποφθεγματα, and the headings, αργιλεωνιδος, etc., are almost always omitted in the MSS.
❦
2 καὶ σχολῇ (or σχολῇ)] στολὴν Stephanus, perhaps rightly.
❦
3 οὐδὲ Bernardakis: οὔτε.
❦
4 Λάκαιναι, the usual form: λάκωναι.
❦
5 κατακανεῖν F.C.B.: κατακαίνειν.
❦
6 ἑαυτοῦ in some MSS.
❦
7 λιποτακτήσαντα, the preferred form: λειποτακτήσαντα.
❦
8 θάπτω S. A. Naber and Hartman: καὶ ἰλαρὰ θάπτω. Pantazides would omit καὶ ἐμὸν καὶ to accomplish the same result, but cf. 235A.
❦
9 νύν Hatzidakis: νῦν.
❦
10 ποῦ] ποῖ Stobaeus, Florilegium, CVIII.83.
❦
11 ἐπιδείξασα] δείξασα ibid.
❦
12 τευ Valckenaer as in no. 3 supra (241A) and Stobaeus, Florilegium, CVIII.83: τοι.
❦
13 ἀπώθευ Hatzidakis (cf. Cicero, Ad Atticum, XIV.22): ἀπόθευ.
❦
14a 14b Παιδαρήτου, -τῷ] Πεδαρίτου, -τῷ is perhaps the correct spelling: cf. Thucydides, VIII.28.
❦
15 εἶναι F.C.B., ἐπὶ τῷ Wyttenbach: ἐν.
❦
16 τοῦ ἑτέρου] του ἑτέρου Wyttenbach, but cf. no. 1 supra (241A).
❦
17 κάατθετε] θάπτετε S. A. Naber.
❦
18 τἀνδρὶ A. Platt as in Moralia, 140C: ἀνδρὶ MSS.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Πλούταρχος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 23 Jun 08