Short URL for this page:
bit.ly/ProcopiusA24


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces a Chapter of
The Anecdota

of
Procopius

published in the Loeb Classical Library,
1935

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

(Vol. VI) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΑΝΕΚΔΟΤΑ

Κεφάλαια κδ´

 p276  [link to English translation] 1  Οὐ μὴν οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς πονηροτάτους​1 ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς κείσεται· [link to English translation] 2  ὄνομα δὲ λογοθέτας  p278 αὐτοῖς ἔθετο. οἱ δὲ ἀνὰ πᾶν ἔτος ἐπενόουν τάδε. τὰς στρατιωτικὰς συντάξεις οὐχ ὁμοίως νόμος χορηγεῖσθαι ἐφεξῆς ἅπασιν, ἀλλὰ νέοις μὲν ἔτι αὐτοῖς οὖσι καὶ στρατευσαμένοις ἀρτίως ἐλάσσων ὁ πόρος, πεπονηκόσι δὲ καὶ μέσοις που ἤδη καταλόγου γεγενημένοις ἐπὶ μεῖζον χωρεῖ.​2 [link to English translation] 3  γεγηρακόσι μέντοι καὶ μέλλουσι τῆς στρατείας ἀφίεσθαι πολλῷ ἔτι κομπωδεστέρα ἡ σύνταξις, ὅπως αὐτοί τε τὸ λοιπὸν ἰδίᾳ βιοῦντες ἐς τὸ ἀποζῆν διαρκῶς ἔχοιεν, καὶ ἐπειδὰν αὐτοῖς ξυμμετρήσασθαι τὸν βίον ξυμβαίη, παραψυχήν τινα ἐκ​3 τῶν οἰκείων ἀπολιπεῖν τοῖς κατὰ τὴν οἰκίαν δυνατοὶ εἶεν. [link to English translation] 4  ὁ τοίνυν χρόνος τῶν στρατιωτῶν τοὺς καταδεεστέρους ἐς τῶν τετελευτηκότων ἢ τῆς στρατείας ἀφειμένων τοὺς βαθμοὺς ἀεὶ ἀναβιβάζων πρυτανεύει κατὰ πρεσβεῖα τὰς ἐκ τοῦ δημοσίου συντάξεις ἑκάστῳ. [link to English translation] 5  ἀλλ’ οἱ λογοθέται καλούμενοι οὐκ εἴων​4 ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ τῶν τετελευτηκότων ὀνόματα,​5 καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ τοὺς πολέμους​6 συχνοὺς γινομένους, τῶν πλείστων. οὐ μὴν οὐδὲ τοὺς καταλόγους ἔτι ἐπλήρουν, καὶ ταῦτα χρόνου συχνοῦ. [link to English translation] 6  καὶ ἀπ’ αὐτοῦ περιειστήκει τῇ μὲν πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων  p280 διωθουμένοις ἐπὶ μοίρας​7 παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ κατὰ τὴν προσήκουσαν κομίζεσθαι τάξιν, τοῖς δὲ λογοθέταις διαλαγχάνειν Ἰουστινιανῷ τῶν στρατιωτικῶν χρημάτων πάντα τοῦτον τὸν χρόνον.

[link to English translation] 7  Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον, ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος​8 τὸ παράπαν τινὶ γενναίῳ γενέσθαι, τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο,​9 καίπερ ἀμφὶ τούτῳ γράμματα βασιλέως ἐνδεικνυμένοις, ἅπερ οἱ λογοθέται διαβάλλειν οὐδεμίᾳ ὀκνήσει ἐτόλμων· ἄλλοις δὲ ὅτι δὴ τῶν ἑταίρων​10 ἡμέρας σφίσιν ἀπολελεῖφθαί τινας ξυμβαίη. [link to English translation] 8  ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴν Ῥωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ​11 γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορὰς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιπούς, ὅπως δὴ μὴ ταῦτα καὶ αὐτοὶ πείσωνται, χρήματα  p282 μεγάλα ἐπράττοντο,​12 ὥστε πάντων​13 τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυμεῖσθαι ξυνέβη. [link to English translation] 9  ὅθεν Ῥωμαίοις καὶ τὰ ἐν Ἰταλίᾳ πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴ​14 Ἀλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμίᾳ ὀκνήσει ἐθάρρει, τοὺς δὲ Ἰταλοὺς χρήματα ἔπραττε τῶν ἐς Θευδέριχον καὶ Γότθους πεπολιτευμένων ἀμύνεσθαι φάσκων. [link to English translation] 10  οὐ μόνοι δὲ οἱ στρατιῶται πενίᾳ τε καὶ ἀπορίᾳ πρὸς τῶν λογοθετῶν ἐπιέζοντο, ἀλλὰ καὶ οἱ πᾶσιν ὑπηρετοῦντες τοῖς στρατηγοῖς παμπληθεῖς τε καὶ δόξῃ μεγάλοι τὰ πρότερα ὄντες, λιμῷ καὶ πενίᾳ δεινῇ ἤχθοντο. [link to English translation] 11  οὐ γὰρ εἶχον ὅθεν τὰ εἰωθότα σφίσι πορίσονται.

[link to English translation] 12  Προσθήσω δέ τι τούτοις καὶ ἕτερον ἐπεί με ὁ τῶν στρατιωτῶν λόγος ἐς τοῦτο ἄγει. οἱ Ῥωμαίων βεβασιλευκότες ἐν τοῖς ἄνω χρόνοις πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς, κατὰ​15 τὴν ἑῴαν μάλιστα μοῖραν ταύτῃ τὰς ἐφόδους Περσῶν​16 τε καὶ Σαρακηνῶν ἀναστέλλοντες, οὕσπερ λιμιταναίους​17 ἐκάλουν. [link to English translation] 13  τούτοις Ἰουστινιανὸς​18 ὁ βασιλεὺς κατ’ ἀρχὰς μὲν οὕτω δὴ παρέργως​19 τε καὶ φαύλως  p284 ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι, καὶ ἐπειδὰν Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ​20 τῶν ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς​21 στρατείας ὄνομα αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ. [link to English translation] 14  τὸ​22 λοιπὸν τὰ μὲν ὅρια τῆς Ῥωμαίων ἀρχῆς φυλακτηρίων ἐκτὸς ἔμεινεν, οἱ δέ στρατιῶται ἐξαπιναίως ἔβλεπον εἰς τῶν εὐσεβεῖν εἰωθότων τὰς χεῖρας.

[link to English translation] 15  Ἕτεροι στρατιῶται οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι τὰ ἐξ ἀρχῆς ἐπὶ φυλακῇ τοῦ Παλατίου κατέστησαν, οὕσπερ σχολαρίους καλοῦσι. [link to English translation] 16  καὶ αὐτοῖς συντάξεις ἀνέκαθεν πλείους ἢ τοὺς ἄλλοις ἅπασι τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε. τούτους​23 οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἔχει Ἀρμενίων ἐς ταύτην δὴ τὴν τιμὴν ἦγον. [link to English translation] 17  ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο καὶ ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι τούτου δὴ τοῦ ὀνόματος ἐπιβατεύειν. [link to English translation] 18  προϊόντος δὲ τοῦ χρόνου καὶ ἀνδράποδα​24 κατατιθέντες τίμημα τὴν στρατείαν ὠνοῦντο ταύτην. ἡνίκα τοίνυν Ἰουστῖνος​25 τὴν βασιλείαν παρέλαβεν, οὗτος Ἰουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο ταύτην  p286 χρήματα μεγάλα περιβαλόμενος. [link to English translation] 19  ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν ᾔσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ ὑπεραρίθμους ἐκάλουν. [link to English translation] 20  ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους ὑπεραρίθμους ἀπεσείσατο αὐτίκα μάλα τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποδοὺς σφίσιν.

[link to English translation] 21  Ἐς μέντοι τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ Λιβύην ἢ Ἰταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη,​26 καὶ αὐτοῖς ὡς​27 ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ​28 τοῦτο ἵνα μὴν γένηται δείσαντες χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις ξυνηνέχθη παθεῖν. [link to English translation] 22  καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου καλουμένου εἶχεν ἀρχήν, ἀεὶ καθ’ ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε. [link to English translation] 23  πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδώς, κλεπτίστατος δὲ ἀνθρώπων ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἂν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸν Ἀμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς εἰργασμένου.

[link to English translation] 24  Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ29  p288 τῆς στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται καὶ​30 ἀνέκαθεν ἀμελέτητοί εἰσι πολεμίων ἔργων. [link to English translation] 25  τάξεως γὰρ καὶ προσώπου ἕνεκα μόνον ἐν Παλατίνοις​31 εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ ἐπί τε Γαλατίας​32 ἐκ παλαιοῦ καὶ χωρίων ἑτέρων ἵδρυνται. [link to English translation] 26  ἀλλὰ καὶ τούτους Ἰουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν προσηκουσῶν σφίσι συντάξεων.​33 ἐν κεφαλαίῳ δὲ τοῦτο εἰρήσεται. [link to English translation] 27  νόμος ἦν ἀνὰ πενταετηρίδα ἑκάστην τὸν βασιλέα τῶν στρατιωτῶν ἕκαστον δωρεῖσθαι χρυσίῳ τακτῷ. [link to English translation] 28  πέμποντες δὲ ἀνὰ πεντάετες πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς παρείχοντο στατῆρας χρυσοῦς στρατιώτῃ ἑκάστῳ πέντε. [link to English translation] 29  καὶ τοῦτο οὐχ οἷόν τε ἦν μὴ πράσσεσθαι ἀεὶ μηχανῇ πάσῃ. ἐξ ὅτου δὲ ἀνὴρ ὅδε διῳκήσατο τὴν πολιτείαν, τοιοῦτο οὐδὲν οὔτε διεπράξατο οὔτε ἐμέλλησε,​34 καίπερ χρόνου δύο καὶ τριάκοντα ἐνιαυτῶν τριβέντος ἤδη, ὥστε καὶ λήθην τοῦ ἔργου τούτου τοῖς ἀνθρώποις γενέσθαι τινά.

[link to English translation] 30  Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς καταλόγοις ἀρχὴν ἔσχατοι, προϊόντος δὲ τοῦ χρόνου ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἤ ὑπεξιόντων τὴν χώραν τάξεως  p290 ἕκαστοι τῆς κατ’ αὐτοὺς ἐς τόδε χωροῦσιν, ἕως ἄν τις βαθμοῦ ἐπιβεβηκὼς τοῦ πρώτου ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας. [link to English translation] 31  καὶ τοῖς ἐς τοῦτο ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ​35 αὐτούς τε γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ πλεῖστον τῆς ἔνθεν​36 ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα ἐπὶ μέγα εὐπορίας ἀεὶ ταύτῃ ἐχώρει. [link to English translation] 32  ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι ἁπάντων,​37 αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει οἷς τι καὶ πρότερον ὠφελείας μετῆν. [link to English translation] 33  καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτούς ἀποστερεῖσθαι ξυνέπεσε.


The Loeb Editor's Notes:

1 πονηροτάτους Krašeninnikov; κακίστους Alemannus: τοὺς S, τούτους G.

2 χωρεῖ Alemannus: χωρεῖν.

3 ἐκ added by Alemannus.

4 οὐκ εἴων GP, οἰκείων S.

5 ὀνόματα GS, σώματα P.

6 πολέμους Alemannus: πολεμίους.

7 μοίρας Alemannus: χεῖρας.

8 Ἑλλάδος (or Γραικίας) added by Alemannus.

9 στρατεύοιντο PS, στρατεύεσθαι G.

10 ἑταίρων Alemannus: ἑτέρων.

11  PS, καί G.

12 ἐπράττοντο Alemannus: ἐπράττετο.

13 ὥστε πάντων Isambert, οὕτω πάντως Alemannus, ὧν ἐπιλιπόντων Reiske: οὔτε πάντων.

14 οὗ δὴ Alemannus: οὐδαμῆ.

15 καὶ before κατὰ deleted by Haury.

16 Περσῶν Suidas: Ῥωμαίων.

17 λιμιτανέους Buecheler.

18 Ἰουστινιανὸς supplied by Haury from Suidas (who omits ὁ βασιλεύς).

19 παρέργως Suidas: περιέργως.

20 καὶ αὐτοὶ Alemannus: καίτοι.

21 τῆς added by Krašeninnikov.

22 For τὸ Krašeninnikov conjectured τό τε, Haury ὥστε τό.

23 τούτους Alemannus: τούτοις.

24 ἀνδράποδα Alemannus: ἀνδραπόδοις.

25 Ἰουστῖνος GP, corrector in S, Ἰουστινιανὸς  S1.

26 εἴη corrector in G, PG, ἦν G.

27 ὡς added by Reiske.

28 οἱ δὲ Alemannus: οὐδέ.

29 Before τοῦ Reiske added ὑπέρ.

30 καὶ added by Reiske.

31 Παλατίνοις Haury, cf.  Chap. xxii.12: Παλατίῳ.

32 Γαλατίας Maltretus: γάλα PS, γάλατας E.

33 συντάξεων PS, τάξεων G.

34 ἐμέλλησε Reiske: ἐμέλησε.

35 καὶ added by Reiske.

36 τῆς ἔνθεν Alemannus: τοῖς ἔνθεν.

37 τι ἁπάντων Reiske, δὴ ἁπάντων Alemannus: διὰ πάντων.


[image ALT: Valid HTML 4.01.]

Page updated: 5 Dec 19