Short URL for this page:
bit.ly/ProcopiusB1B


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Βιβλίον α´
Μέρος α´

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[Link to next section]
Βιβλίον α´
Μέρος γ´

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

 p32  ΒΙΒΛΙΟΝ Α´
Μέρος β´

[link to English translation] 2 1 Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐνταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἡ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦτον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀποδέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρομένους ἐπ’ αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. 2 ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέθεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. 3 χαλκὸς δὲ ἄριστος ἐν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περιβάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συνδέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. 4 ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ εἶναι. 5 ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ  p34 χαλκοῦς ἕστηκεν ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμπρῶς ἐχομένῳ. 6 ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται οὗ ὕπερθέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς​1 ἐπιβάλλοι, ἐν ἑτοίμῳ εἶεν. 7 τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἴκων κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλλεὺς ἡ εἰκών· 8 οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέχεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι κνημίδων χωρίς. 9 εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχόμενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. 10 φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. 11 καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτοῦ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δοράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ ἐπὶ τοῦ πόλου ἐπίκειται, δι’ οὗ δὴ μόνου τήν τε βασιλείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. 12 προτεινόμενος δὲ​2 χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους  p36 διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.

[link to English translation] 13 Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκαταφλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν νεών, οὐδενὸς​3 δεύτερον. 14 ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορουμένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ τὸ σῶμα νοσοῖεν. 15 τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς​4 τοῖς στασιώταις ἀνεπαφὸς, ἀλλ’ ἐκκλησίᾳ ἑκατέρᾳ συγκαταφλεχθεὶς ἀπολώλει. 16 Ἰουστινιανὸς​5 δὲ αὐτὸν ἀνῳκοδομήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλήθει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείοσιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη. 17 κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ’ ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυνεπιλαμβανομένης τὸ ἱερώτατον. 18 τὰ δὲ δὴ ἀλλὰ ἱερὰ ξύμπαντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολογεῖσθαι μὲν ἀμφ’ αὐτοῖς ἀμήχανα εἶναι. 19 οὐ γὰρ ἂν οὐδὲ ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν  p38 ἐπαρκέσοι κατάλογον πεποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκαστον. ἄχρι τοῦδε εἰπεῖν​6 ἡμῖν ἀποχρήσει.

[link to English translation] 3 1 Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών. τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. 2 πολλὰς τοίνυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδείματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλοπρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργασθείσας ὑπερφυεῖ, ὥστε ἤν τις αὐτῶν μίαν κατὰ μόνας θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργᾶσθαι τὸ ἔργον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας κατατρῖψαι τὸν χρόνον. 3 ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰουστίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν κατ’ ἐξουσίαν αὐτὸς διῳκεῖτο· ἐπιθαλάσσιος δὲ ὁ νεώς ἐστιν, ἱερώτατος τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λίθου Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. 4 καὶ τὰ μὲν ἄλλα τοῦ νεὼ μέρη κατ’ εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. 5 μάλιστα δὲ ἂν τις ἀγασθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν  p40 ὑπέρογκον τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλοπρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον.

[link to English translation] 6 Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέθηκεν.​7 ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λειμὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παράδεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα. 7 ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ. 8 τοσοῦτον δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ μεγέθει ὑπεραίρει τὰ πλεῖστα. 9 ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτήρια τῷ περιβόλῳ τῆς πόλεως εἶεν. 10 ἔτι μέντοι κἂν τῷ Ἡραίῳ, ὅπερ Ἱερὸν​8 καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ εὐδιήγητον κατεστήσατο.

[link to English translation] 11 Ἐν χωρίῳ δὲ τῆς πόλεως ὁ Δεύτερον ἐπικαλεῖται, ἱεροπρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ, ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ δὲ Χριστοῦ τιτθήν.  p42 12 ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγονὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. 13 τούτου δὲ δὴ τοῦ νεὼ οὐ πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται.

[link to English translation] 14 Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. 15 διὸ δὴ καθεῖλε μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. 16 εὐμέγεθες δὲ τεκτηνάμενος κατὰ​9 τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος μεταβιβάζει θαυμάσιον οἷον. 17 ἐν τετραπλεύρῳ μὲν γὰρ τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. 18 καὶ αὐτῆς ἐφ’ ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται θύραις.

[link to English translation] 4 1 Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέδεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ  p44 ἐδείματο παρὰ τὴν βασιλέως αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· 2 ταύτην​10 γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξάμενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις βασιλείοις ἐνῆψεν. 3 οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπιφανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. 4 ἄμφω δὲ τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ’ ἐκ πλαγίας ἀλλήλοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες, καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος θατέρου​11 οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδενὸς πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. 5 ὁμοίως μὲν γὰρ ἑκάτερος τῇ αἴγλη τῶν λίθων ὑπεραστράπτει τὸν ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. 6 ἑνὶ μέντοι διαλλάσσουσι μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ’ εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστᾶσιν. 7 ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι ὠνομασμένη· ἐπὶ κοινῆς δὲ προπύλαια  p48 πάντα, ἥ τε αὐλὴ καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν​12 τοῖς βασιλείοις. 8 οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασιλείων ἐγκαλλώπισμα τυγχάνει ὄντα.

p46
p47
[The ground plan of a small squarish church with a rudimentary apse. It is the plan of SS. Sergius and Bacchus in Istanbul.
			]
[The ground plan of a large cruciform church with an apse and five domes. It is the plan of St. John in Ephesus.
			]

Plan of SS. Sergius and Bacchus.

Plan of St. John at Ephesus.

[link to English translation] 9 Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέβων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς ἀποστόλοις νεὼς ἅπασι μήκει τε χρόνου κατασεισθεὶς ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. 10 τοῦτον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνανεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. 11 ὑπετέλεσε δὲ​13 τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ μέσον ἀλλήλοιν ἐπὶ σταυροῦ σχήματος πεποίηνται δύο, ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα, ἐγκαρσία δὲ ἡ ἕτερα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνεμον νότον. 12 τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα, εἴη δ’ ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιάζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ εἰκός, ὀνομάζουσι. 13 καὶ αὐτοῦ αἱ μὲν ἐφ’ ἑκάτερα πλευραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας  p50 ἶσαι ἀλλήλαις τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι τὸ τοῦ σταυροῦ σχῆμα. 14 τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερατείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκείνων ἐλασσοῦσθαι μεγέθει συμβαίνει. 15 αἵ τε γὰρ ἀψῖδες τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέονται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρτούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ ἔχον. 16 τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ οἰκοδομία θυρίσιν. 17 ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο ἐξείργαστο, καταφανεῖς​14 οἱ ἀπόστολοι πεποίηνται πᾶσιν ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐναβρύνονται. 18 σώματα γοῦν τῶν​15 ἀποστόλων Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἁπαξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ’ ἐπιχωρούντων αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε.

 p52  [link to English translation] 19 Κωνστάντιος​16 μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς θῆκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύσουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν νεκρὸν ἔθετο. 20 ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶρος σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. 21 ἀλλὰ νῦν Ἰουστινιανοῦ βασιλέως ἀνοικοδομουμένου τὸ ἱερὸν τοῦτο, οἱ μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι ἄκοσμον τῇδε λελεῖφθαι· θῆκας δὲ ξυλίνας ἐνταῦθά πη ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου τῶν ἀποστόλων σώματα εἶεν· 22 ἅπερ ἀσμενέστατα βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομπήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περιστείλαντες τὰς θῆκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀποστόλων ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. 23 εὔδηλον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι οἶδε τὴν ἐς αὐτοὺς βασιλέως τιμῆς πεφήνασι τοῖς ἀνθρώποις τανῦν. 24 βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀποφοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων  p54 ἀλλ’ ἐπιμίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους ὁμιλίᾳ φιλεῖ.

[link to English translation] 25 Τίς δ’ ἂν τὸν Ἀκακίου σιωπῴη νεών; ὅνπερ καταπεπονηκότα περιελὼν ἐξ αὐτῶν θεμελίων ἀνέστησε, μέγεθος περιβεβλημένον θαυμάσιον ἡλίκον· ὃς κίοσι μὲν ἐπῆρται πανταχόθι λευκοῖς ὑπεράγαν, λίθῳ δὲ τὰ ἐδάφη παραπλησίῳ ἠμφίεσται, ὧνπερ ἀπαστράπτει τοσοῦτον ἡ αἴγλη ὥστε καὶ δόξαν παρέχεσθαι ὅτι δὴ χιόσιν ὁ νεὼς ἅπας κατάρρυτός ἐστι. 26 στοαὶ δὲ αὐτοῦ προβέβληνται δύο, περίστυλος μὲν ἁτέρα οὖσα, ἡ δὲ πρὸς ἀγορὰν νενευκυῖα. 27 μικροῦ με τὸ μαρτύριον ἐκεῖνο παρῆλθεν εἰπεῖν, ὃ Πλάτωνι ἀνεῖται ἁγίῳ, ἱεροπρεπές τε ὡς ἀληθῶς ὂν καὶ σεμνὸν ἄγαν, οὐ πολλῷ τῆς ἀγορᾶς ἄποθεν ἣ βασιλέως Κωνσταντίνου ἐπώνυμός ἐστιν· ἔτι μέντοι καὶ τὸν Μωκίῳ μάρτυρι ἀνειμένον νεών, οὗπερ τὰ ἱερὰ πάντα μεγέθει ἐλάσσω. 28 πρὸς δὲ καὶ τὸ Θύρσου μάρτυρος ἕδος καὶ μὴν τὸ Θεοδώρου ἁγίου τέμενος πρὸ τῆς πόλεως κείμενον ἐν χώρῳ καλουμένῳ Ῥησίῳ, καὶ τό τε Θέκλης μάρτυρος ἱερόν, ὃ παρὰ τὸν τῆς πόλεως λιμένα ἐστὶν ὅνπερ ἐπώνυμον Ἰουλιανοῦ ξυμβαίνει εἶναι, καὶ τὸ Θεοδότης ἁγίας ἐν προαστείῳ καλουμένῳ Ἑβδόμῳ. 29 ταῦτα γὰρ ἅπαντα ὁ βασιλεὺς οὗτος ἐπὶ τοῦ θείου Ἰουστίνου βασιλεύοντος ἐκ θεμελίων ἐδείματο, ἀπαγγέλλεσθαι μὲν οὐ ῥᾴδια λόγῳ,  p56 θαυμάζεσθαι​17 δὲ ὄψει κατὰ τὴν ἀξίαν ἀμήχανα. 30 ἕλκει τὸν λόγον ἐς αὑτὸν ὁ Ἀγαθονίκου τοῦ ἁγίου νεὼς καὶ βιάζεται οὐδὲ φωνὴν ἔτι ἔχοντα οὐδὲ ὀνόματα ἐφαρμόσαι τοῖς πράγμασι. διόπερ ἡμῖν μὲν ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει· φράσαι δὲ αὐτοῦ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἑτέροις ἀφίεμεν, οἷς ἂν ὁ λόγος ἀκμάζων τε καὶ οὔπω πεπονηκὼς παντάπασιν εἴη.

[link to English translation] 5 1 Καὶ ἄλλα δὲ τεμένη ἐν τῷ καλουμένῳ Ἀνάπλῳ καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον εὗρεν οὐ πρέποντα τῶν τινι ἀνεῖσθαι ἁγίων, ἔτι μέντοι καὶ ἀμφὶ τὸν κόλπον, ὅνπερ Κέρας οἱ ἐπιχώριοι Κεροέσσῃ​18 τῇ Βύζαντος μητρὶ τοῦ τῆς πόλεως οἰκιστοῦ ἐπωνύμως καλοῦσιν, ἐν τοῖς ἅπασιν ἐπιδέδεικται πολυτέλειαν ἐπιτηδείως βασιλεῖ ἔχουσαν, ἅπερ ἐγὼ αὐτίκα δηλώσω, ὑπειπὼν πρότερον ὅντινα διακοσμεῖ τρόπον ἡ θάλασσα τὸ Βυζάντιον.

[link to English translation] 2 Πρὸς τῇ ἄλλῃ εὐδαιμονίᾳ καὶ ἡ θάλασσα ἐν καλῷ τίθεται ἀμφ’ αὐτὸ​19 μάλιστα, ἐγκολπουμένη τε καὶ εἰς πορθμοὺς ξυναγομένη καὶ χεομένη ἐς πέλαγος μέγα, ταύτῃ τε τὴν πόλιν εὐπρόσωπόν τε διαφερόντως ἐργαζομένη καὶ σκέπας λιμένων ἡσύχιον τοῖς ναυτιλλομένοις παρεχομένη, τά τε εἰς τὴν δίαιταν εὔπορον καὶ τὰ ἐς τὴν χρείαν εὐδαίμονα. 3 πελάγη γὰρ δύο ἀμφ’ αὐτὴν ὄντα, ὅ τε δὴ Αἰγαῖος καὶ ὁ Εὔξεινος καλούμενος Πόντος, ξυνιᾶσιν ἀλλήλοις ἐς τὰ πρὸς ἕω τῆς πόλεως καὶ ξυγκρουόμενα τῇ τοῦ ῥοθίου ἐπιμιξίᾳ, ταύτῃ τε τὴν ἤπειρον τῇ ἐσβολῇ βιαζόμενα,  p58 καλλωπίζουσι κύκλῳ τὴν πόλιν. 4 πορθμοὶ τοίνυν αὐτὴν περιβάλλουσι τρεῖς, ἀλλήλοις μὲν ἀπερηρεισμένοι, ἐς κάλλος δὲ αὐτῇ διατεταγμένοι καὶ χρείαν, περιπλεῖσθαι μὲν ἥδιστοι ἅπαντες, ἀποσκοπήσασθαι δὲ ποθεινοί, ἐνορμίσασθαι δὲ λίαν εὐλιμένες. 5 καὶ ὁ μὲν αὐτῶν μέσος ἐκ Πόντου προϊὼν τοῦ Εὐξείνου εὐθὺ τῆς πόλεως ὡς διακοσμήσων αὐτὴν ἵεται, ἐφ’ ἑκάτερα δὲ ἄμφω τὰ ἠπείρω διακεκλήρωται. 6 ὧν δὴ ταῖς ὄχθαις πεπίεσται, ἐπιφρίττων τε καὶ γαυρουμένῳ ἐοικώς ὅτι δὴ ἐποχούμενος τῇ τε Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ προσβαίνει τῇ πόλει. 7 δόξαις ἂν ποταμὸν τεθεᾶσθαι ἐπίπροσθεν προσηνεῖ τῷ ῥείθρῳ ἰόντα. ὁ δὲ δὴ αὐτοῦ ἐν ἀριστερᾷ θλίβεται μὲν ἑκατέρωθεν ἐπὶ μακρότατον ταῖς ἀκταῖς, τά τε ἄλση καὶ λειμώνων κάλλη καὶ τὰ ἄλλα τῆς ἀντιπέρας ἠπείρου ἐνδεικνύμενος ὑποκείμενα τῇ τῆς πόλεως ὄψει. 8 εὐρύνεται δὲ τὸ ἐντεῦθεν ἐξωθούμενος αὐτῆς πρὸς ἄνεμον νότον καὶ τὴν Ἀσίαν αὐτῆς ὡς πορρωτάτω ἀποκομίζων. 9 ἀλλὰ καὶ ὡς περιβάλλον διαμένει τὴν πόλιν τὸ ῥόθιον ἄχρι ἐς δύοντά που τὸν ἥλιον. ὁ δὲ δὴ τρίτος πορθμὸς τοῦ μὲν πρώτου ἐχόμενος ἐπὶ δεξιᾷ, ἐκ δὲ Σύκων τῶν καλουμένων ἀρχόμενος, ἐπὶ πλεῖστον διήκει τῆς πόλεως πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ ἐς κόλπον τελευτῶν παύεται. 10 οὕτω μὲν οὖν στεφανοῖ τὴν πόλιν ἡ θάλασσα, ἐκδέχεται δὲ ἀνὰ τὸ λειπόμενον ἡ γῆ, μεταξὺ τοσαύτη οὖσα, ὅσον τὴν ἀπὸ τῆς θαλάττης  p60 στεφάνην ἐνταῦθα ξυνδεῖσθαι. 11 πραΰνεται δὲ διηνεκὲς ὁ κόλπος οὗτος καὶ ἀναθολοῦσθαι οὐδαμῆ πέφυκεν, ὥσπερ ὁρίων τῷ κλύδωνι κειμένων ἐνταῦθα καὶ σάλου τὸ ἐνθένδε παντὸς τῇ τῆς πόλεως εἰργομένου τιμῇ. 12 χειμῶνος δέ, ἂν οὕτω τύχῃ, καὶ ἀνέμων σκληρῶν τοῖς τε πελάγεσι καὶ τῷ πορθμῷ ἐπιπεσόντων, ἐπειδὰν ἐς τὴν εἴσοδον ἵκωνται τοῦ κόλπου αἱ νέες, ἀκυβέρνητοί τε τὸ λοιπὸν ἴασι καὶ ἀπροβουλεύτως ὁρμίζονται. 13 ἐς σταδίους μὲν γὰρ πλεῖν ἢ τεσσαράκοντα τὸ περίμετρον τοῦ κόλπου διήκει, λιμήν δὲ ὅλος πανταχῆ ἐστιν· ὥστε ἀμέλει ὁρμιζομένης ἐνταῦθα νηὸς ἡ μὲν πρύμνα τῇ θαλάσσῃ ἐπῆρται, ἡ δὲ πρῴρα ἐν τῇ γῇ κάθηται, ὥσπερ ἀλλήλοις τῶν στοιχείων ἁμιλλωμένων, ὁπότερον ἂν αὐτοῖν δύναιτο​20 μᾶλλον τὴν ἐς τὴν πόλιν ἐνεργολαβεῖν ὑπουργίαν.


The Loeb Editor's Notes:

1 αὐτοῖς VL: om. A.

2 δὲ A: δὲ τὴν VL.

3 οὐδενὸς A: om. V.

4 αὐτὸς A: οὗτος V.

5 ἰουστινιανὸς . . . βασιλεύς V: ἀνωκοδομήσατο δὲ τοῦτον ἰουλιανός A.

6 εἰπεῖν added by Haury, cf. Buildings I.iv.30,º IV.i.26.

7 ἀνέθηκεν V: ἀνέκαθεν A.

8 Ἱερὸν Haury: Ἱερεῖον.

9 κατὰ V: ἐς A.

10 ταύτην γὰρ οἰκίαν αὐτοῦ . . . ἐδείματο, καὶ V, ἔνθα τὴν οἰκίαν εἶχεν αὐτὸς πρὸ τοῦ βασιλεῦσαι A.

11 ἅτερος θατέρου A: om. V, οὐδέτερος Maltretus.

12 προσήκειν Maltretus for προσοικεῖν V.

13 ὑπετέλεσέ τε V, ἐπετέλεσε δὲ Maltretus.

14 καταφανεῖς Hoeschel: καταφανὲς.

15 τῶν added by Maltretus.

16 Κωνστάντιος Haury: κωνσταντ′: Κωνσταντῖνος editors.

17 θαυμάζεσθαι V: φράζεσθαι A.

18 Κεροέσσῃ Maltretus: κορέσση V.

19 αὐτὸ Hoeschel: αὑτὸ V, αὐτῶ A.

20 δύναιτο Hoeschel: δύναιντο V.


[Valid HTML 4.01.]

Page updated: 28 Aug 20

Προσιτότητα