Short URL for this page:
bit.ly/ProcopiusB4B
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
|||
|
4 1 Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώπης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. καὶ εἰ μὲν παρ’ ἄλλοις ἀνθρώπων τισὶ μακράν τε ᾠκημένοις καὶ πολιτείαν ἑτέραν ἔχουσι τὸν κατάλογον ἐποιούμεθα τῶν τῇδε φρουρίων ἅπερ Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελλεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ’ ὅτι μυθολόγος τε ἂν τῶν ἔργων τῷ ἀριθμῷ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως. 2 νῦν δὲ (ἥ τε γὰρ ὄψις1 οὐ μακράν που τυγχάνει οὖσα καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν ἄνθρωποι) φέρε δὴ νεανιευσάμενοι τὴν ἀλήθειαν ἐχέγγυον οὖσαν, ἀπαριθμησώμεθα μηδεμίᾳ ὀκνήσει τὰ ὀχυρώματα, ὅσα δὴ ἀμφὶ τὰς χώρας τάς μοι ἔναγχος δεδηλωμένας πεποίηται Ἰουστινιανὸς βασιλεύς, ἢ τὰ πεπονηκότα ἐρυμάτων ἀνανεούμενος, ἢ νέα τείχη ἐπιτεχνώμενος. 3 οὐδὲν δὲ χείρον ὡς ἐν καταλόγῳ ἐπελθεῖν ἅπαντα, ὡς μὴ τῶν ὀνομάτων ἐπιμιξίᾳ ὄχλος τις ἐπιγένηται τῷ λόγῳ πολύς.
p250 Φρούρια μὲν οὖν νέα πρὸς τοῦ βασιλέως ἐν Ἠπείρω νέᾳ2 γεγένηται τάδε·
Βουλπιανσός.
Ἐπίστερβα.
Σκημινίτης.
Ἄονα.
Στεφανιακόν.
Ἄργος.
Ἀλίουλα.
Δυρράχιν.
Ὁ ἅγιος Σαβιανός.
Γέμενος.
Βακουστή.
Ἄλιστρος.
Πάταπα.
Ἐπιδοῦντα.
Βάκουστα.
Μάρτις.
Εἰρήνη.
Σπερέτιον.
Ἀοιών.
Στρέδην.
Γυναικομίτης.
p251 Λάβελλος.
Ἐπίλεον.
Πισκιναί.
Δεύφρακος.
Δολέβιν.
Ἡδονία.
Τιτιάνα.
Κιθινάς.
Οὐλίβουλα.
Βρεβατή.
Θησαυρός.
Ἀνενεώθη δὲ τάδε·
Τοῦ ἁγίου Στεφάνου.
Κεθρέων.
Ἄπις.
Πήλεον.
Κώμη.
Πακούε.
Σκυδρέων πόλις.
Ἀντίπαγραι.
Τίθυρα.
Βρέβετα.
Βοῦπος.
Ἐνδύνεια.
Διόνυσος.
Τοῦ Πτωχείου.
Τυρκανός.
Κάπαζα.
Πούψαλος.
Γάβραιον.
p252 Διόνοια.
Κλημεντιανά.
Ἰλλύριν.
Κιλικαί.
Ἀργυάς.
Θέρμα.
Ἀμάντεια.
Παρέτιον.
Ἐν δὲ Ἠπείρω παλαιᾷ, νέα μὲν φρούρια ἐγένοντο τάδε·
Παρμός.
Ὄλβος.
Κιόνιν.
Μαρκιανά.
Ἄλγος.
Κείμενος.
Ξηροπόταμος.3
Εὐρώπη.
Χίμαιραι.
Ἡλέγα.
Ὁμόνοια.
Ἄδανον.
Ἀνενεώθη δὲ τάδε·
Μουρκίαρα.
Κάστινα.
Γενύσιος.
p253 Πέρκος.
Μαρμάρατα.
Λίστρια.
Πετρωνιανά.
Κάρμινα.
Τοῦ ἁγίου Σαβίνου.
Καὶ ἐν φρουρίῳ Κώμῃ κινστάρνα.4
Μάρτιος.
Πέζιον.
Ὄναλος.
Καὶ ἀπὸ Ἰουστινιανοπόλεωςº καὶ Φωτικῆς· φρούρια δύο τοῦ ἁγίου Δονάτου.
Συμφύγιον.
Προνάθιδον.
Ἥδωνες.
Κάστελλος.
Βουλιβάς.
Πάλυρος.
Τράνα.
Ποσειδών.
Κολοφωνία.
Ἐπὶ Μακεδονίας·
Κάνδιδα.
Κολοβώνα.
p254 Βασιλικὰ Ἀμύντου.
Μελίχιζα.
Πασκᾶς.
Αὐλών.
Βολβός.
Βριγίζης.
Ὀπτᾶς.
Πλευρόν.
Κάμινος.
Θέρμα.
Βογᾶς.
Νεάπολις.
Κάλαρνος.
Μουσεῖον.
Ἀκρέμβα.
Ἀδριάνιον.
Ἔδανα.
Σίκλαι.
Νύμφιον.
Μέτιζος.
Ἀργικιανόν.
Βάζινος.
Κασσωπᾶς.
Παρθίων.
Γεντιανόν.
p255 Πρινίανα.
Θήστεον.
Κύρρου.
Γουρρασών.
Κουμαρκίανα.
Λιμνηδήριον.
Βουρβοώδην.
Βάβας.
Κρυνίανα.
Πέλεκον.
Λάγης.
Κραταιά.
Φασκίαι.
Πλακιδιανά.
Ὑγεά.
Λιμνααί.
Ὄπτιον.
Χάραδρος.
Κάσσωπες.
Ἀνενεώθη καὶ ἐπὶ Θεσσαλίας φρούρια τάδε·
Αλκών.
Λόσσονος.
Γεροντική.
Πέρβυλα.
Κερκινέου.
Σκιδρεοῦς.
Φράκελλαν.
p256 Ἐπὶ Δαρδανίας δὲ πεποίηται τάδε. νέα μέν·
Λαβέριον.
Κάστιμον.
Ῥαβεστόν.
Καστέλλιον.
Ἀκρένζα.
Τεριάς.
Δροῦλλος.
Βικτωρίας.
Ἀνενεώθη δὲ τάδε·
Κεσίανα.
Τεζούλη.
Οὐσιανά.
Βεσίανα.
Μασκᾶς.
Λίστη.
Κελλιριανά.
Ζυσβάες.
Γένζανα.
Πετρίζην.
Εὐτυχιανά.
Μουλατώ.
Βελάς.
Κάτταρος.
Κατταρηκός.
Πέντζα.
Κατταφέτερος.5
p257 Δάβανος.
Κούβινος.
Γέρματζα.
Βικτωριανά.
Ἄζετα.
Δουρβουλιανά.
Σούρικον.
Κούσινες.
Τουττιανά.
Βαλλεσιανά.
Βήλλα.
Κατρέλατες.
Κασύελλα.
Μανίανα.
Πρισκούπερα.
Μιλετής.
Δαρδάπαρα.
Κέσουνα.
Βερινιανά.
Λάσβαρος.
Καστελλοβρέταρα.
Ἐδετζίω.
Δίνιον.
Κέκωλα.
Ἔμαστος.
Καστελῶνα.
Καπόμαλβα.
Σέρετος.
Πτωχεῖον.
Κουινώ.
Βέρζανα.
Βεσαΐανα.
p258 Ἄρσα.
Βλεζώ.
Λάβουτζα.
Κυίντου.
Βερμέζιον.
Κατράσεμα.
Ῥοτοῦν.
Κοβέγκιλες.
Μαρκελλιανά.
Πριμονιανά.
Παμίλινος.
Ἀρία.
Ὑπὸ πόλιν Σαρδικήν·
Σκούπιον.
Στένες.
Μαρκίπετρα.
Βρίπαρον.
Ῥωμανιανά.
Στρούας.
Πρωτίανα.
Μακκουνιανά.
Σκοπέντζανα.
Ἐν δὲ τῇ Καβετζῷ χώρᾳ, νέον μὲν Βαλβαί ἀνενεώθη δὲ τάδε·
Βυρσία.
Σταμαζώ.
Κλεσβέστιτα.
Δουΐανα.
p259 Τούρικλα.
Μέδεκα.
Πεπλαβιός.
Κοῦναι.
Βίνεος.
Τρισκίανα.
Παρνοῦστα.
Τζίμες.
Βιδζώ.
Στενεκόρτα.
Δανεδέβαι.
Ἀρδεία.
. . . νέα μέν·
Βουγάραμα.
Βέτζας.
Βρεγεδάβα.
Βόρβρεγα.
Τουροῦς.
Ἀνενεώθη δέ·
Σαλεβρίες.
Ἀρκοῦνες.
Δουρίες.
Βουτερίες.
Βαρβαρίες.
Ἀρβατίας.
Κουτζούσουρα.
Ἐταιρίες.
Ἰταβερίες.
Βόττες.
p260 Βιτζιμαίας.
Βαδζιάνια.
Βάνες.
Βιμηρός.
Τουσουδεάας.
Σκουάνες.
Σκεντουδίες.
Σκάρες.
Τουγουρίας.
Βεμάστες.
Στραμεντίας.
Λίγνιος.
Ἰταδεβά.
Ὑπὸ πόλιν Γέρμεννε, νέον μὲν Σκαπλιζώ· ἀνενεώθη δέ·
Γερμάς.
Κανδαράς.
Ῥολλιγεράς.
Σκινζερίες.
Ῥιγινοκάστελλον.
Σουεγωγμένσε.
Ὑπὸ πόλιν Παυτά·
Τάρπωρον.
Σουάβαστας.
Χερδούσκερα.
Βλέβοις.
Ζεαπουρίες.
p261 Ἐν χώρᾳ Σκασσετάνᾳ·
Ἄλαρον.
Μαγιμιάς.
Λουκουνάντα.
Βάλαυσον.
Βούττις.
Ὑπὸ πόλιν δὲ . . . νέα μέν·
Καλβεντία.
Φαράνορες.
Στρανβάστα.
Ἄλδανες.
Βαραχτέστες.
Σάρματες.
Ἄρσενα.
Βράρκεδον.
Ἐραρία.
Βερκάδιον.
Σαβινίριβες.
Τιμίανα.
Κάνδιλαρ.
Ἄρσαζα.
Βικούλεα.
Καστέλλιον.
Γρόφφες.
Γάρκες.
Πίστες.
Δούσμανες.
Βράτζιστα.
p262 Ὁλόδορις.
Κασσία.
Γράνδετον.
Οὐρβρίανα.
Νώγετο.
Γούρβικον.
Λαύτζονες.
Δουλίαρες.
Μεδίανα.
Τιούγκωνα.
Καστέλλιον.
Ἀνενεώθη δέ·
Ἕρκουλα.
Μουτζιανικάστελλον.
Βούρδωπες.
Κάλις.
Μιλλάρεκα.
Δέδβερα.
Χεσδούπαρα.
Ἐν χώρᾳ Ῥεμισιανισίᾳ·
Βρίττουρα.
Σούβαρας.
Λαμπωνίανα.
Στρόγγες.
Δάλματας.
Πριμίανα.
Φρερραρία.
Τόπερα.
p263 Τόμες.
Κούας.
Τζερτζενούτζας.
Στένες.
Αἰάδαβα.
Δέστρεβα.
Πρετζουρίες.
Κουμούδεβα.
Δευριάς.
Λούτζολο.
Ῥεπόρδενες.
Σπέλογκα.
Σκοῦμβρο.
Βρίπαρο.
Τουλκόβουργο.
Λογγίανα.
Λουποφαντάνα.6
Δαρδάπαρα.
Βουρδόμινα.
Γριγκιάπανα.
Γραῖκος.
Δρασίμαρκα.
Ἐν χώρᾳ Ἀκυενισίῳ, νέον μὲν Τιμαθοχιώμ. τὰ δὲ ἀνανεωθέντα·
Πέτρες.
Σκουλκόβουργο.
Βινδιμίολα.
Ἀργανόκιλι.
Καστελλόνοβο.
Φλωρεντίανα.
Ῥωμυλίανα.
Σεπτέκασαι.8
Ἀργένταρες.
Αὐριλίανα.
Γέμβερο.
Κλέμαδες.
Τουρρίβας.
Γρίβο.
Χάλαρο.
Τζούτρατο.
Μουτζίπαρα.
Στένδας.
Σκαρίπαρα.
p265 Ὀδρίουζο.
Κιπίπενε.
Τρασίανα.
Πότες.
Ἄμουλο.
Σέτλοτες.
Τιμακίολον.
Μερίδιο.
Μεριοπόντεδε.
Τρεδετετιλίους.
Βραίολα.
Μώτρεσες.
Βικάνοβο.
Κουαρτίανα.
Ἰουλιόβαλλαι.
Πόντζας.
Ζάνες.
5 Οὕτω μὲν σύμπασαν τὴν μεσόγειον Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. τρόπον δὲ ὅντινα καὶ τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον9 ὀνομάζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρατύνατο, ἐγὼ δηλώσω. 2 οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτοκράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ Δανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατέλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῇ ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι. 3 ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσελθεῖν, p266 εἴ τις προσίοι, ἀλλ’ ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον τὴν τοῦ ποταμοῦ ἠιόνα λελεῖφθαι· ἐπεὶ τειχομαχεῖν τοῖς ἐκείνῃ βαρβάροις οὐδαμῇ ἔγνωστο. 4 τὰ πολλὰ τῶν ἐρυμάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονοπύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. 5 καὶ τοῦτο τηνικάδε ἀπέχρη τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύεσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. 6 χρόνῳ δὲ ὕστερον Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαντιάζοντός οἱ οὐδενὸς ἐληΐσατο τὴν πολλήν. 7 ἀλλ’ Ἰουστινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, οὐχ ᾗπερ τὰ πρότερα ἦν, ἀλλ’ ἐς τοῦ ὀχυρώματος τὸ καρτερώτατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο καινουργήσας αὐτός. 8 ταύτῃ τε παντάπασιν ἀνεσώσατο10 ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. ἅπερ ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω.
9 Κάτεισι μὲν ἐξ ὀρέων11 τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται· χώραν δὲ περιβάλλει πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνιαχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις. 10 Δακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διορίζων φαίνεται πρῶτον τούς τε βαρβάρους, οἳ δὴ αὐτοῦ τὰ ἐπ’ ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν. 11 διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν p268 ταύτῃ Δακίαν· ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατίνων καλεῖται φωνῇ. 12 πόλιν οὖν παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω χρόνοις ἐδείμαντο πρώτην. 13 ταύτην δὲ βάρβαροι προϊόντος τοῦ χρόνου ἑλόντες ἔς τε τὸ ἔδαφος καθελόντες εὐθύς, ἔρημον ἀνθρώπων παντάπασι κατεστήσαντο. 14 τρόπῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστήσαντο τὰ πλεῖστα. 15 βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεωσάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλών, πόλιν περιφανῆ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν αὖθις. 16 φρούριόν τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε νέον, πόλεως Σιγγηδόνου12 ὀκτὼ μάλιστα σημείοις διέχον, ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. 17 ἐπίπροσθεν δὲ αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρότερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν.
6 Ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ Κούπους καὶ Νοβάς. 2 οἷς13 δὴ πρότερον ἥ τε οἰκοδομία μία14 καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς τά τε οἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆθος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκὼν μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐντέθεικε. 3 Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρω πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἑστήκει, ὄνομα Λιτερατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. 4 ὃν δὴ p270 ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον ὁ καθ’ ἡμᾶς βασιλεὺς μετεστήσατο. 5 μετὰ Νοβὰς δὲ φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης καὶ Τανάτα καὶ Ζέρνης καὶ Δουκεπράτου. ἐν δὲ τῇ ἀντιπέρας ἠπείρω ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων15 τῶν ἐσχάτων ἐδείματο. 6 μετὰ δὲ Καπούτβοες ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον, καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. 7 οἷσπερ ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. 8 τούτου δὲ τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες ὄνομα· ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπιστρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον καὶ ἐφ’ ἑαυτὸν ἀναμίγνυται. 9 ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ’ ἀνθρώπων ἐπινοίαις ἀναγκασθείς. 10 ὅτου δὲ δὴ ἕνεκα Πόντες τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε τὸν Ἴστρον, ἐγὼ δηλώσω.
11 Ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὢν καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ ἀπέραντος αὐτῷ ἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ ὁρίζεται. 12 ζεῦξαι οὖν αὐτὸν16 γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς ἐπέκεινα βαρβάρους ἰόντι. 13 ὅπως μὲν οὖν τὴν γέφυραν ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἂν ἐν σπουδῇ γένοιτο, Ἀπολλόδωρος δὲ ὁ Δαμασκηνός, ὁ καὶ παντὸς γεγονὼς ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. p272 14 οὐ μέντοι τις τὸ λοιπὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος ἐπιρρεύσας καθεῖλον. 15 πεποίηται δὲ Τραϊανὸς τότε καὶ φρούρια δύο τοῦ ποταμοῦ ἐφ’ ἑκάτερα, καὶ αὐτοῖν Θεοδώραν μὲν ἐπωνόμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρω, Πόντες δὲ τὸ ἐπὶ Δακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη. 16 πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλ’ ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων τε καὶ θεμελίων17 κειμένων, τούτου δὴ ἕνεκα τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύεσθαι τὸν αὑτοῦ δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἂν πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. 17 ἄμφω μὲν οὖν καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος καὶ οὐκ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων18 διεφθάρθαι ξυνέβη. 18 βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπιεικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρβάροις, προσήκειν οἱ19 ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾠκοδομήσατο καινουργήσας αὐτός,20 ἅπερ καλεῖται Μαρεβούργου τε p274 καὶ Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου.
19 Ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυες ὄνομα, οὗπερ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε. 20 καὶ μετ’ ἐκεῖνο Βουργονόβορε καὶ Λακκόβουργο, καὶ τὸ Δορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ χρόνῳ ἐξίτηλον γεγενημένον ἐς ὀχύρωμα νῦν ἐχυρώτατον κατεστήσατο. 21 καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρούριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαί τε21 καὶ εἶναι. 22 καὶ τὸ δὴ Βουργουάλτου22 ὠνομασμένον, ἔρημόν τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότερα ὄν,23 ἀλλὰ καὶ χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ ὅνπερ ἐπικαλοῦσι Γόμβες. 23 καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον24 ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. 24 ἐν δὲ Βονωνίᾳ τε καὶ Νοβῷ25 προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει ὀρθὰ ἐστήσατο. 25 καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳ ξυνοῖσον ἢ βραχέα κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἡ συνέστειλε τὸ περιττὸν ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν βραχεῖ ἢ τῷ ἀμέτρῳ εὐέφοδα εἴη· ὥσπερ ἀμέλει Μωκατίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα φρούριον τανῦν τελεώτερον κατεστήσατο. 26 τὸ δέ γε Ἀλμοῦ, χώραν p276 περιβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγαγὼν σὺν τῷ ἀσφαλεῖ ἄμαχον εἶναι τοῖς πολεμίοις εἰργάσατο. 27 καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα, φρούριον ἐχυρώτατον κατεστήσατο. 28 ὃ δὴ περί τε Τρίκεσαν καὶ Πούτεδιν πεποίηκε. καὶ μὴν καὶ ὀχυρώματα τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπηνώρθωσε· φρούριόν τε οὐ πρότερον ὂν ἐν Βιγραναῇ δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχιστα ἕτερον ἐν χωρίῳ, ἐφ’ οὗ δὴ πύργος εἰς τὰ πρότερα ὢν εἱστήκει μόνος, ὄνομα Ὄνος. 29 ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄποθεν· Αὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις. 30 νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραιφνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη, ὁμιλεῖ26 οἰκητόρων ἐπιεικῶς πλήθει. 31 ἀλλὰ καὶ τὰ πεπονθότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βαριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν. ἔτι μέντοι καὶ Βαλεριάναν, ἔρυμα πρότερον οὐδὲν ἔχουσαν, ἐτειχίσατο.
32 Πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποταμοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων ἐπεμελήσατο, πεσουμένων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχίσματί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. 33 Κάστρα Μάρτις27 τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται ταῦτα. παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον παλαιόν, Οὕννων28 ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ ἀμφὶ τῷ περιβόλῳ πολλῆς. 34 ἔστι δέ τις χῶρος p278 οὐ πολλῷ ἄποθεν τούτου δὴ τοῦ Οὕννων φρουρίου, ἔνθα δὴ ὀχυρώματα δύο Ἴστρου ποταμοῦ ἐφ’ ἑκάτερα ἦν, ἐν μὲν Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα. 35 ταῦτα καθῃρημένα τῷ χρόνῳ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνεχαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν ἔρυμα, ὅπερ Οὔτως29 ὠνόμασται. 36 ἐν ὑστάτῳ δὲ τῶν Ἰλλυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναριαβούργου30 καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστήσατο. 37 ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς διαπέπρακται. οὐ μόναις δὲ ταῖς οἰκοδομίαις τὴν χώραν ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρᾶς ἐν τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογωτάτας καταστησάμενος τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο.
1 γὰρ ὄψις Haury, πάροψις.
❦
2 νέᾳ added by Hoeschel.
❦
3 Ξηροπόταμος Haury for ξηροποτμ′.
❦
4 In Byzantine writers commonly spelt κινστέρνα. Cisterns are also often referred to by the name of the maker.
❦
5 κάτταφ’ ἕτερος V: Haury conjectured Κάτταρος ἕτερος.
❦
6 That is, Lupi Fontana.
❦
7 Probably the same as the Braeola of page 265, line 11.
❦
8 Σεπτέκασαι (i.e., Septem Casae) Haury: Σεπτέκασας.
❦
9 Δανούβιον Haury: δάνουβιν.
❦
10 ἀνεσώσατο V, ἀνενεώσατο A.
❦
11 ὀρέων Maltretus: ὁρίων.
❦
12 πόλεως Σιγγηδόνου Haury: πόλεως σιγγηδονίου V, ταύτης τῆς πόλεως A.
❦
13 καὶ Νοβάς. οἷς Haury, καὶ Νοβαί. οἷς Maltretus: καινοβασαῖς.
❦
14 μία added by Capps.
❦
15 καὶ ταῦτα after θεμελίων deleted by Haury.
❦
16 αὐτὸν A, om. V.
❦
17 ἐνταῦθα after θεμελίων deleted by Maltretus.
❦
18 οὐχ . . . βαρβάρων V, βαρβάρων ἐπίθεσιν A, καὶ βαρβάρων ἐπίθεσιν corrector of V in margin.
❦
19 οἱ Maltretus: ἢ V.
❦
20 After αὐτὸς A has ἄλλα τε πλεῖστα, ἅπερ ἀμήχανον λόγῳ διεξελθεῖν, "and very many others, which it is impossible to enumerate."
❦
21 τε added by Maltretus.
❦
22 δὴ Βουργουάλτου Maltretus for διβουργουάλτου.
❦
23 A lacuna after ὄν noted by Capps, who suggests, e.g., οὐκ ἐν ὀλιγωρίᾳ ἐποίησεν.
❦
24 Ποντεσέριον Maltretus for πόντες ἔριον.
❦
25 Νοβῷ Haury: νοβῶ V.
❦
26 ὁμιλεῖ Capps: ὁμίλῳ.
❦
27 Καστράμαρτίς Maltretus: καὶ στραμάρτις.
❦
28 Οὕννων Maltretus: οὖννον V.
❦
29 Οὔτως Haury (Uto in Itin. Ant. 221): οὕτως V.
❦
30 So Maltretus: λουκερναρία βουργοῦ V.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Περὶ Κτισμάτων |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 28 Aug 20