Short URL for this page:
bit.ly/ProcopiusB4C
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
|||
|
7 1 Τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν Ἴστρον ταύτῃ πη ἔχει. ἐπὶ Θρᾴκης δὲ νῦν ἰτέον ἡμῖν τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ βασιλεῖ εἴργασται. 2 οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι, ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω δὴ ἐπελθεῖν καὶ τὰ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα. 3 πρῶτον μὲν οὖν ἐπὶ Μυσοὺς ἐνθένδε ἴωμεν, οὕσπερ ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν Ἰλλυριοῖς ὅμορον ἔχουσι. 4 μετὰ τὸν χῶρον οὖν ὅνπερ Λουκερναριαβοῦργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον ᾠκοδομήσατο Ἰουστινιανὸς βασιλεύς, καινουργήσας αὐτός. 5 ἐπέκεινά p280 τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. καὶ μετὰ τοῦτο πόλιν ἐδείματο οὐ πρότερον οὖσαν, ἥνπερ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. 6 ἔτι μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς τὰ πεπονθότα νέᾳ τινὶ διεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς Μαξεντίου1 πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο. 7 καὶ τὸ Κυντῶν2 ἐδείματο φρούριον οὐ πρότερον ὄν. μεθ’ ὃ δὴ τὸ Τρασμαρίσκας3 ὀχύρωμά ἐστιν· οὗπερ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥωμαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένως ᾠκοδομήσατο, Δάφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. 8 ὃ δὴ προϊόντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων ἀρξάμενος. 9 μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτηνῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε κατὰ λόγον τῆς χρείας. 10 ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ Δορόστολος καὶ Συκιδάβα. 11 ὧν δὴ ἑκάστου τὰ πεπονθότα4 οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. 12 καὶ Κούηστρις δέ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν τὴν ὁμοίαν πεποίηται. καὶ Πάλματις ἐν στενῷ κείμενον μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καίπερ οὐ παρὰ τὴν ἀκτὴν τοῦ ποταμοῦ ὄν. 13 οὗ δὴ ἄγχιστα καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνεκὲς διαλανθάνοντες Σκλαβηνοὶ p282 βάρβαροι ἐνταῦθα ἐνεδρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα ἐποίουν τὰ ἐκείνῃ χωρία. 14 καὶ φρούριον δὲ τὸ Τιλικίων ᾠκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα.
15 Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπὶ τε τῆς ἀκτῆς ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. 16 ἐπὶ Σκύθας δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυρίλλου ἁγίου ἐπώνυμον ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς βασιλεύς. 17 ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότων, διατριβήν τε αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα ἐλέλειπτο ἔτι. 18 ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς5 τῶν Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι τὰ ἐκείνῃ χωρία. 19 ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπεπόνθει, ἅπερ ἀνανεωσάμενος οὐδεμίᾳ μελλήσει ἐχυρωτάτην διεπράξατο εἶναι. 20 φρούριόν τε δεδημιούργηκε νέον αὐτὸς μετ’ αὐτὴν ὅπερ Αἴγισσον ὀνομάζουσι.6 καὶ ἄλλο δὲ φρούριον Σκυθίας ἐν ὑστάτῳ κεῖται, Ἄλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σαθρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο. 21 ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ εἰπεῖν ἄξιον.
8 1 Ὅσα μὲν δὴ ἔν τε Δαρδάνοις καὶ Ἠπειρώταις καὶ Μακεδόσι καὶ τοῖς ἄλλοις Ἰλλυριῶν p284 ἔθνεσιν, ἔτι μέντοι καὶ ὅσα ἐπί τε τῆς Ἑλλάδος, καὶ ἀμφὶ ποταμὸν Ἴστρον οἰκοδομήματα Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἤδη μοι ἔμπροσθεν δεδιήγηται. 2 ἐπὶ τὴν Θρᾴκην δὲ τὸ λοιπὸν ἴωμεν, ἀρίστην πηγνύμενοί τινα τοῦ λόγου κρηπῖδα τὰ ἐπὶ Βυζαντίου χωρία, ἐπεὶ καὶ τῆς Θρᾴκης ἡ πόλις οὐ τῷ κρατεῖ μόνον, ἀλλὰ καὶ χωρίων προέστηκε φύσει, τῇ μὲν Εὐρώπῃ ὥσπερ τις ἀκρόπολις ἐπεμβαίνουσα, φραττομένη δὲ τῆς διοριζούσης αὐτὴν ἀπὸ τῆς Ἀσίας θαλάσσης τὸ πέρας. 3 ἤδη μὲν οὖν τάς τε ἄλλας ἁπάσας τῆς πόλεως κτίσεις, καὶ ὅσα δὴ ἐπὶ τοῖς ἱεροῖς ἐντός τε καὶ ἐκτὸς τοῦ Κωνσταντινουπόλεως περιβόλου δεδημιούργηκεν, ἐν τοῖς ἔμπροσθεν δεδήλωκα λόγοις. τὰ δὲ δὴ ἐνθένδε ἐρῶν7 ἔρχομαι.
4 Φρούριόν ἐστιν ἐν προαστείῳ τῆς πόλεως, ὅπερ Στρογγύλον ὁμωνύμως τῇ τοῦ ἐρύματος συνθέσει καλοῦσιν. 5 ἐντεῦθεν ἡ ἐς τὸ Ῥήγιον ὁδὸς ἄγουσα, ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνώμαλος οὖσα, ὄμβρων, ἂν οὕτω τύχοι, ἐπιπεσόντων, τελματώδης τε καὶ δυσπάριτος τοῖς τῇδε ἰοῦσιν ἐγίνετο. 6 νῦν δὲ λίθοις αὐτὴν καταστρώσας ἁμαξιαίοις ὁ βασιλεὺς οὗτος8 εὐπετῆ τε κατεστήσατο καὶ ἄπονον ὅλως. 7 μῆκος μὲν τῇ ὁδῷ τῇδε ἄχρι ἐς Ῥήγιον· εὐρύνεται δὲ τοσοῦτον ἐς ὅσον ἁμάξας οὐ στενοχωρεῖν δύο ἀπ’ ἐναντίας ἀλλήλαις ἰούσας. 8 τραχεῖς οἱ λίθοι διαφερόντως· εἰκάσαις ἂν αὐτοὺς μυλίτας9 εἶναι· εὐμεγέθεις τέ εἰσι μάλιστα. ὥστε δὴ ἕκαστος γῆν μὲν ἐπικαλύπτει πολλήν, ἐς ἄγαν δὲ ὑψοῦ ἀνέχει. 9 ἐς δὲ τό ὁμαλὲς καὶ p286 τό γε λεῖον ἐπιεικῶς ἐξειργασμένοι, οὐ ἐνῆφθαι τῇ συνθέσει, οὐδέ πη ἐς τὸ ἀκριβὲς μεμυκέναι, ἀλλὰ συμπεφυκέναι δοκοῦσιν ἀλλήλοις. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
10 Λίμνην δέ τινα εἶναι ἄγχιστα τοῦ Ῥηγίου καλουμένου ξυμβαίνει ἐς ἣν τὰς ἐκβολὰς ἔχουσι ποταμοὶ ἐκ χωρίων τῶν ὕπερθεν τῇδε φερόμενοι. 11 διακέχυται δὲ ἡ λίμνη αὕτη μέχρι ἐς θάλασσαν· ὥστε μία τις ἀμφοτέραιν ἀκτὴ ἐν στενῷ μάλιστα τυγχάνει οὖσα. 12 ταύτην δὲ ἄμφω ἐπικλύζουσι τὴν ἀκτὴν ἀντικυματοῦσαι, καὶ ἀλλήλοις ἀντιμυκώμεναι, ἀεί τε ἀλλήλαις εὐθὺ ἵενται τὴν ἠϊόνα ἐπικοινούμεναι. ἐπειδὰν δὲ ὡς πλησιαίτατα ἵκωνται, ἀναχαιτίζουσι τὴν ἐπιρροήν, ἐφ’ ἑαυτὰς ἐπιστρέφουσαι, ὥσπερ ἐνταῦθα τὰ ὅρια σφίσι πηξάμεναι. 13 ἔστι δὲ καὶ ἀλλήλαις οὗ ἀναμίγνυνται, πορθμόν τινα μεταξὺ ἔχουσαι, ἄδηλον ὂν ὁπότερα ποτὲ αὐτῶν τὸ τοῦ πορθμοῦ ὕδωρ διακεκλήρωται. 14 οὔτε γὰρ ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐς τὴν λίμνην10 ἀεὶ φέρεται οὔτε διηνεκὲς ἐς τὴν θάλασσαν ἡ λίμνη11 ἐκβάλλει, ἀλλ’ ὄμβρων μὲν ἐπιγενομένων πολλῶν, ἐπιπνεύσαντός τε ἀνέμου νότου, ἐκ τῆς λίμνης ὁ πορθμὸς προϊὼν φαίνεται. 15 ἢν δὲ ἀπὸ βορρᾶ τὸ πνεῦμα ἴοι, ἡ θάλασσα τὴν λίμνην ἐπικλύζειν δοκεῖ. ἐν τούτῳ μέντοι ἡ θάλασσα τῷ χώρῳ ἐς βράχος κατατείνει παμμέγεθες, ὀλίγης τινὸς ἀπολελειμμένης μεταξὺ χώρας ᾗπερ διήκει ἐς ἄβυσσον· 16 ἐς τόσον δὲ στενὴ12 τυγχάνει οὖσα, ὥστε δὴ καὶ Μύρμηξ ὠνόμασται. οὗτος δὲ ὁ πορθμός, ὅ τε τὴν p288 θάλασσαν καὶ τὴν λίμνην ζευγνύων,13 ᾗπέρ μοι εἴρηται, πάλαι μὲν γεφύρᾳ ξυλίνῃ διαβατὸς ἦν ἐπὶ κινδύνῳ μάλιστα τοῖς τῇδε ἰοῦσιν, ἐπεὶ τοῖς ξύλοις, ἂν οὕτω τύχοι, ξυνδιεφθείροντο·14 17 νῦν δὲ αὐτὴν Ἰουστινιανὸς βασιλεὺς λίθοις λογάδην ἐμβεβλημένοις ἐς ἀψῖδος μετεωρίσας μέγα τι χρῆμα, τὴν ἐκείνῃ διάβασιν ἀκίνδυνον κατεστήσατο.
18 Τοῦ δὲ Ῥηγίου ἐπέκεινα πόλις ἐστί που, Ἀθύρας ὄνομα, ἧσπερ τοὺς οἰκήτορας δίψῃ δεινοτάτῃ ἐχομένους εὑρὼν τὴν ἀπορίαν διέλυσε σφίσιν, ἔλυτρον ἐνταῦθα δειμάμενος, θησαυρίζων μὲν ἐπικαιριώτατα τὴν τῶν ὑδάτων οὐκ ἀναγκαίαν περιουσίαν, πρυτανεύων δὲ αὐτὴν ἐν ἐπιτηδείῳ τοῖς τῇδε ἀνθρώποις. ἀνῳκοδομήσατο δὲ καὶ τὰ πεπονθότα15 τοῦ περιβόλου.
19 Ἔστι δὲ μετὰ τὴν Ἀθύραν τις χῶρος, ὅνπερ Ἐπισκοπεῖα καλοῦσιν οἱ ἐπιχώριοι. 20 ὂν δὴ κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ὑποκείμενον,16 ἐπὶ πλεῖστον δέ, ὡς οὐδαμῆ ὀχυρώματος ὄντος, ἀφύλακτα παντάπασιν ὄντα τὰ ἐκείνῃ χωρία, φρούριον ἐνταῦθα ἐδείματο· οὗ δὴ τοὺς πύργους πεποίηται οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ τοιῷδε. 21 προὔχει τις ἐκ τοῦ περιβόλου οἰκοδομία, στενωτάτη μὲν κατ’ ἀρχὰς οὖσα, τελευτῶσα δὲ ἐς εὖρος μέγα· ἐφ’ οὗ δὴ ἕκαστος ἐξείργασται πύργος. 22 ταύτῃ τε τοῖς πολεμίοις ἄγχιστά πη τοῦ τείχους ἰέναι ἀμήχανά ἐστιν, ἐπεὶ τῶν πύργων κατὰ μέσον γινόμενοι ἐν ἀμφιβόλῳ κατὰ κορυφὴν πρὸς τῶν ἐκείνῃ φρουρῶν ῥᾷστα βαλλόμενοι διαφθείρονται. 23 τάς τε πύλας p290 ἐνταῦθα οὐ κατὰ τὰ ξυνειθισμένα τῶν πύργων17 μεταξὺ ἔθεντο, ἀλλ’ ἐκ πλαγίας κατὰ τὸ ἐν στενῷ προὖχον τοῦ τείχους, οὐχ ὁρωμένας τοῖς πολεμίοις, ἀλλ’ ὄπισθεν διαλανθανούσας. 24 ἐνταῦθα Θεόδωρος βασιλεῖ τὴν ὑπουργίαν παρέσχετο, σιλεντιάριος τὴν ἀρχήν, συνετὸς μάλιστα. 25 τοῦτο μὲν οὖν τὸ ἔρυμα τῇδε πεποίηται. ἐπὶ τείχη δὲ τὰ μακρὰ ἐνθένδε ἰόντας ὀλίγα ὑπειπεῖν ἄξιον.
9 1 Ἡ θάλασσα ἐξ ὠκεανοῦ καὶ Ἱσπανίας γῆν τὴν Εὐρωπαίαν ἐν ἀριστερᾷ ποιουμένη μέχρι μὲν ἐς Θρᾴκην κατὰ ταὐτὰ18 χωρεῖ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ἔνθεν δὲ σχιζομένη πὴ μὲν ἐπὶ τὴν ἑῴαν στέλλεται μοῖραν, πὴ δὲ κατὰ βραχὺ ἐγκαρσία γεγενημένη τὸν Εὔξεινον καλούμενον ἀποτελεῖ πόντον. 2 ἐς Βυζάντιον δὲ ἀφικομένη ὥσπερ ἐπὶ νύσσης τινὸς καμπὴν ποιεῖται ἀμφὶ τὰ πρὸς ἕω τῆς πόλεως, πλάγια τε πολλῷ ἔτι μᾶλλον γιγνομένη ἐν πορθμῷ ἵεται, ἰσθμὸν τῆς Θρᾴκης τά τε πρόσω καὶ ὀπίσω, ὡς τὸ εἰκός, ἐργαζομένη. 3 οὐχ ὅτι ἐς ἐκροὰς ἐνταῦθα ἡ θάλασσα μερίζεται δύο, ᾗπερ ἐν τοῖς ἄλλοις ἰσθμοῖς εἴωθεν, ἀλλὰ περιστρεφομένη τε θαυμασίως ὡς καὶ περιβαλλομένη ἑκατέρωθεν Θρᾴκην τε τὴν ἄλλην καὶ διαφερόντως τὰ ἐπὶ Βυζαντίου προάστεια πάντα. 4 οἰκοδομοῦνται δὲ καὶ περιστέλλουσιν οἱ ταύτῃ ἄνθρωποι τὰ προάστεια οὐχ ὅσον ἐς χρείαν, ἀλλ’ ἐς ὕβριν τε καὶ τρυφὴν ὅρον οὐκ ἔχουσαν, καὶ ὅσα ἄλλα πλούτου ἐξουσία ἐς τοὺς ἀνθρώπους p292 ἰοῦσα ποιεῖ. 5 ἔπιπλά τε κατατίθενται ἐνταῦθα πολλὰ καὶ διαπονήματα ἐν Ἀθηναίοις ἐνδελεχέστατα ἔχουσιν. ἐπειδὰν οὖν καταθεῖν τινας τῶν πολεμίων γῆν τὴν Ῥωμαίων ἐξαπιναίως ξυνενεχθείη, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις προστρίβεσθαι τὴν ζημίαν ἐνταῦθα ξυμβαίνει, ἀλλὰ κακοῖς ἄγαν τοῖς ἀνηκέστοις βαρύνεσθαι τὰ ἐκείνῃ χωρία.19 6 ὃ δὴ ἀναστέλλειν Ἀναστάσιος βασιλεὺς διὰ σπουδῆς ἔχων ἐν χώροις οὐχ ἧσσον ἢ σημείοις τεσσαράκοντα τοῦ Βυζαντίου διέχουσι μακρὰ οἰκοδομησάμενος τείχη, ἄμφω τῆς θαλάσσης τὰς ἀκτὰς ἔζευξεν, οὗ δὴ ἀλλήλαιν διεστήκασιν ὁδῷ ἡμέραιν δυοῖν20 μάλιστα· ταύτῃ τε ἅπαντα ἐν τῷ ἐχυρῷ καθεστάναι τὰ ἐντὸς ᾤετο. 7 ἦν δὲ ἄρα μειζόνων τοῦτο συμφορῶν αἴτιον. οὐδὲ21 γὰρ οἷόν τε ἦν οἰκοδομίαν τοσαύτην τὸ μέγεθος ἢ ἐς τὸ ἀσφαλὲς ἐξειργάσθαι, ἢ φρουρεῖσθαι ξὺν τῷ ἀκριβεῖ. 8 ἐπειδάν τε μοίρᾳ τινὶ τούτων δὴ τῶν μακρῶν τειχῶν ἐπισκήψαιεν οἱ πολέμιοι, καὶ τοὺς φρουροὺς ἅπαντας ὑποχειρίους ἐποιοῦντο οὐδενὶ πόνῳ, τοῖς τε ἄλλοις ἐπιπίπτοντες ἀπροσδόκητοι κακὰ οὐκ εὐδιήγητα ἐξειργάζοντο.
9 Ἀλλὰ βασιλεὺς τά τε πεπονθότα τούτων δὴ ἀνοικοδομησάμενος τῶν τειχῶν, τά τε σφαλερὰ ἐπὶ τὸ ἐχυρώτατον κρατυνάμενος τῶν φρουρῶν ἕνεκα, προσεπετεχνήσατο τάδε. 10 τὰς μὲν ἐξόδους, αἵπερ ἐκ πύργου ἑκάστου ἐς τοὺς αὐτοῦ ἐχομένους ἐξάγουσιν, ἐφράξατο πάσας. 11 ἄνοδον δὲ καθ’ ἕκαστον ἐκ τοῦ ἐδάφους ἔντοσθεν ἐτεκτήνατο μίαν·22 ἥνπερ ἐπὶ καιροῦ καθειργνύντες οἱ ταύτῃ φρουροὶ τοὺς πολεμίους περιφρονοῦσι τοῦ περιβόλου p294 ἐντὸς γενομένους· ἐπεὶ πύργος ἐς ἀσφάλειαν ἕκαστος αὐτὸς κατὰ μόνας τοῖς φρουροῖς ἀπόχρη.23 12 καὶ τούτων δὴ τῶν τειχῶν ἐντὸς24 τὰ ἐς ἀσφάλειαν ἐνδελεχέστατα διεπράξατο, τά τε ἄλλα πεποιημένος ᾗπερ μοι ἔναγχος εἴρηται καὶ πόλεως Σηλυβρίας25 ἀνανεωσάμενος ὅσα πεπονθότα τοῦ περιβόλου ἐτύγχανεν. 13 ἐπὶ μὲν οὖν τῶν μακρῶν τειχῶν ταῦτα Ἰουστινιανῷ βασιλεῖ εἴργασται.
14 Ἡράκλεια δὲ ἡ πόλις ἥδε, ἡ παραλία, ἡ ἐν γειτόνων, ἡ Πέρινθος (ᾗ πάλαι μὲν τὰ πρωτεῖα τῆς Εὐρώπης ἐδίδοσαν, νῦν δὲ δὴ μετά γε Κωνσταντινούπολιν τὰ δευτερεῖα παρέχονται) διψῶσά τε καὶ λίαν αὐχμῶσα ἔναγχος ἔκειτο, οὐχ ὅτι ἄνυδρος ἦν26 ἡ ἀμφ’ αὐτὴν χώρα, οὐδὲ ὅτι ἀπημέλητο ταῦτα τοῖς ἐκ παλαιοῦ δειμαμένοις τὴν πόλιν (ἐπεὶ καὶ κατάρρυτος Εὐρώπη ταῖς κρήναις, καὶ ποιεῖσθαι τοῖς πάλαι ἀνθρώποις ὀχετοὺς ἔμελεν), ἀλλὰ τὰ ξυνειθισμένα ποιῶν ὁ χρόνος τῇ πόλει τὴν ὀχεταγωγίαν ἀνῄρηκεν, ἢ καταγεγηρακυῖαν τὴν οἰκοδομίαν ὑπεριδών, ἢ τῷ μὴ ἐπιμελεῖσθαι τοὺς Ἡρακλεώτας αὐτῆς ἐπὶ τὴν φθορὰν ποδηγούμενος. ὀλίγου τε ἀοίκητος διὰ τοῦτο Ἡράκλεια ἐλέλειπτο εἶναι. 15 ταὐτὸ δὲ τοῦτο καὶ τὰ ἐκείνῃ βασίλεια ὁ χρόνος ἐποίει ἀξιοθέατα ἐπιεικῶς ὄντα. 16 βασιλεὺς δὲ Ἰουστινιανὸς οὐ παρέργως, ἀλλὰ βασιλικῶς μάλιστα, τὴν πόλιν ἰδών, ὕδασί τε αὐτὴν ποτίμοις καὶ p296 διειδέσιν ἐπέκλυσε, καὶ τῶν βασιλείων ἀποστερεῖσθαι τοῦ ἀξιώματος ὡς ἥκιστα ξυνεχώρησεν, ἀνοικοδομησάμενος ἅπαντα.
17 Ἡρακλείας δὲ ἄποθεν ἡμέρας ὁδὸν χωρίον ἐπιθαλασσίδιον ἦν, Ῥαιδεστὸς ὄνομα, παράπλου μὲν ἐφ’ Ἑλλησπόντου καλῶς κείμενον, εὐλίμενον δὲ καὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ ἐπιτηδείως ἔχον τοῖς ἐπ’27 ἐμπορίᾳ ναυτιλλομένοις καταίρειν τε καὶ ἀποφορτίζεσθαι προσηνῶς μάλιστα, καὶ αὖ πάλιν ἀνάγεσθαι οὐδενὶ πόνῳ ἐμπλησαμένοις τοῦ γόμου τὰ πλοῖα· βαρβάροις δὲ ἀποκείμενον καταθέουσιν, ἂν οὕτω τύχῃ,28 ἐξαπιναίως τὰ ἐκείνῃ χωρία, τῷ μήτε ἀποτετριγχωμένον μήτε τῇ φύσει δυσπρόσοδον εἶναι. 18 ὥστε καὶ τοῖς ἐμπόροις δέει τοῦ κινδύνου ὑπεροφθὲν ἐν ὀλιγωρίᾳ ἐγένετο. 19 νῦν δὲ βασιλεὺς Ἰουστινιανὸς οὐχ ὅσον τῷ χωρίῳ τὴν ἀσφάλειαν προσεποίησεν, ἀλλὰ καὶ τοὺς περιοίκους ἐσώσατο πάντας. 20 ἐπὶ Ῥαιδεστοῦ γὰρ ἀνέστησε πόλιν, τείχει μὲν ἐρυμνήν, μεγέθει δὲ διαφερόντως ὑπέρογκον. 21 οὐ δὴ βαρβάρων σφίσιν ἐγκειμένων οἱ πλησιόχωροι ἅπαντες εἰς καιρὸν καταφεύγοντες σὺν τοῖς χρήμασι διασώζονται.
10 1 Τὰ μὲν οὖν ἐπὶ Ῥαιδεστοῦ Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ὅσα δὲ αὐτῷ ἀμφὶ Χερρονήσῳ διαπεπόνηται, ἐρῶν ἔρχομαι. 2 προβέβληται μὲν πάσης ἡ Χερρόνησος τῆς κατ’ αὐτὴν Θρᾴκης. ἐπεμβαίνουσα γὰρ τῇ θαλάσσῃ καὶ ὥσπερ ἐχομένη τοῦ πρόσω, δόκησιν παρέχεται p298 ὅτι δὴ ἐπὶ τὴν Ἀσίαν χωρεῖ. 3 ἀκτὴ δὲ αὐτῆς ἀμφὶ πόλιν Ἐλαιοῦντα προὔχουσα μία, σχίζει τε εἰς δύο τὴν θάλασσαν μοίρας, καὶ αὐτὴ τῷ ῥοθίῳ ἀποτεμνομένη τῆς ἄλλης ἠπείρου, καὶ προσιούσῃ ἐπίπροσθεν τῇ θαλάσσῃ ὑποχωροῦσα, τὸν Μέλανα καλούμενον ποιεῖ κόλπον. 4 νῆσος δὲ τὸ λοιπὸν ὀλίγου δέοντος γίνεται, ὄνομα τῷ ποιουμένῳ προσῆκον κτωμένη. Χερρόνησος γάρ, ὡς τὸ εἰκός, ὀνομάζεται, ἰσθμῷ διειργομένη βραχεῖ μὴ νῆσος παντάπασιν εἶναι. 5 κατὰ τοῦτον οἱ πάλαι ἄνθρωποι τὸν ἰσθμὸν παρέργως τε καὶ λίαν ἀπημελημένως ἐδείματο διατείχισμα κλίμακι ἁλωτόν. 6 κῆπον γάρ πού τινα εἰκῆ κείμενον αἱμασιᾷ περιβάλλειν οἰόμενοι, ἰσχνόν τε αὐτὸ καὶ ὀλίγον τῆς γῆς ὑπερανεστηκὸς29 ἐξειργάσαντο. 7 πρὸς δὲ καὶ τὴν ἑκατέρωθι τοῦ ἰσθμοῦ θάλασσαν προβόλους τεκτηνάμενοι βραχεῖς τε καὶ φαύλους, οὕσπερ καλεῖν νενομίκασι μώλους, τὴν μεταξὺ χώραν τοῦ τε ῥοθίου καὶ τοῦ περιβόλου ἐφράξαντο, οὐ ταύτῃ τοὺς ἐπιβουλεύσοντας ἀπωσόμενοι, ἀλλ’ ἐπὶ τὰς εἰσόδους παρακαλέσοντες· οὕτω δὴ αὐτὸ εὐκαταφρόνητον ἐξειργάσαντο, καὶ τοῖς ἀποπειρασομένοις εὐάλωτον. 8 ἡγούμενοι δέ τι τοῖς πολεμίοις ἄμαχον πεποιῆσθαι ὀχύρωμα, τούτου δὴ τοῦ περιβόλου τὰ ἐντὸς ἅπαντα φυλακῆς οὐδεμιᾶς ἀξιοῦν ἔγνωσαν, ἐπεὶ οὔτε φρούριον οὔτε ἄλλο τι ἔρυμα ἐπὶ Χερρονήσου ξυνέβαινεν εἶναι, καίπερ ὀλίγου δέοντος ἐς τριῶν κατατεινούσης ὁδὸν ἡμερῶν. 9 ἔναγχος ἀμέλει γοῦν οἱ p300 περὶ καταθέοντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐγκεχειρήκασι μὲν ὡς ἀποπειρασόμενοι τῆς κατὰ τὴν ἠϊόνα εἰσόδου, δεδιξάμενοι δὲ τοὺς ταύτῃ φρουροὺς ἐσπεπηδήκασιν ὥσπερ τι ἄθυρμα παίζοντες, ἐντός τε τοῦ περιβόλου γεγένηται οὐδενὶ πόνῳ.
10 Πολλὰ τοίνυν ἀμφὶ τῶν κατηκόων30 τῇ σωτηρίᾳ διασκοπούμενος Ἰουστινιανὸς βασιλεὺς ἐποίει τάδε. 11 πρῶτα μὲν αὐτῷ31 ἐξίτηλον τὸ παλαιὸν γεγένηται τεῖχος, οὐδὲ ὅσον ἴχνους οἱ ἀπολελειμμένου τινός. 12 ἕτερον δὲ αὐτίκα ἐπὶ τῆς αὐτῆς χώρας ἀνέστη, ὅπερ ἐπιεικῶς εὐρυνόμενον ὑψοῦ ἀνέχει. 13 ὑπεράνω τε τῶν ἐπάλξεων ἀνειλημμένη32 θόλος ἐν στοᾶς τρόπῳ ὄροφον ποιεῖται, καλύπτουσα τοὺς τοῦ περιβόλου ἀμυνομένους. 14 ἄλλοι τε τῇ33 θόλῳ προμαχῶνες ἐγκείμενοι διπλασιάζουσι τοῖς τῇδε τειχομαχοῦσι τὸν πόλεμον. 15 ἔπειτα δὲ ἀμφοτέρωθι ἐς τοῦ περιβόλου τὰ πέρατα πρὸς αὐταῖς που τῆς θαλάσσης ταῖς ῥαχίαις μάλιστα, προβόλους πεποίηται,34 ἐπὶ πλεῖστον μὲν τοῦ ῥοθίου διήκοντας, τῷ δὲ τείχει ξυναπτομένους, ὕψους δὲ πέρι τῷ ἐρύματι ἐναμίλλους ὄντας. 16 ἀλλὰ καὶ τὴν τάφρον τοῦ περιβόλου ἔκτοσθεν οὖσαν περικαθάρας τε καὶ κατορύξας ἐνδελεχέστατα μέγα τι αὐτῇ εὔρους τε καὶ βάθους ἐντέθειται χρῆμα.35 17 καὶ μὴν καὶ στρατιωτῶν καταλόγους ἐν τούτοις ἱδρύσατο τοῖς μακροῖς τείχεσι πᾶσι βαρβάροις ἀντιτάξασθαι ἱκανοὺς ὄντας, ἤν τι τῆς Χερρονήσου ἀποπειρῶνται. 18 οὕτω δὲ ταῦτα ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας p302 καταστησάμενος καὶ τοῖς ἔνδον οὐδέν τι ἧσσον ὀχυρώματα προσεποίησεν· 19 ὥστε εἰ τοῖς μακροῖς τείχεσιν (ἀπέστω δὲ τοῦ λόγου) παθεῖν τι ξυμβαίη, οὐδέν τι ἧσσον Χερρονησιώτας ἐν ἀσφαλεῖ εἶναι. 20 πόλιν τε γὰρ Ἀφροδισιάδα ἐρύματι ἐχυρωτάτῳ περιεβάλλετο, ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ πρότερα οὖσαν, καὶ Κίβεριν πόλιν, ἐπ’ ἐδάφους κειμένην, τειχήρη πεποιημένος ξυνῴκισεν· 21 ἔνθα δὴ καὶ βαλανεῖα καὶ ξενῶνας ᾠκοδομήσατο οἰκία τε παμπληθῆ καὶ ὅσα ἄλλα πέφυκεν ἐπιφανῆ ἐνδείκνυσθαι πόλιν. 22 ἀλλὰ καὶ τὴν Καλλίπολιν καλουμένην βεβαιότατα ἐτειχίσατο, ἐλπίδι τῶν μακρῶν τειχῶν ἀτείχιστον ἀπολελειμμένην τοῖς πρόσθεν ἀνθρώποις. 23 οὗ δὴ καὶ σιτῶνάς τε καὶ οἰνώνας ἐδείματο δαπάνῃ τῇ πάσῃ τῶν ἐπὶ Χερρονήσου στρατιωτῶν ἱκανῶς ἔχοντας.
24 Ἔστι δέ τις Ἀβύδου καταντικρὺ πόλις ἀρχαία, Σηστὸς ὄνομα, καὶ αὐτὴ τὰ πρότερα παρέργως κειμένη, ὀχύρωμά τε οὐδὲν ἔχουσα. 25 λόφος δὲ αὐτῇ τις ἰσχυρῶς ἀπότομος ἐπανέστηκεν· ἵνα δὴ φρούριον ἐδείματο ἀπρόσβατον ὅλως, ἑλεῖν τε, εἴ τις ἐγχειροίη, ἀμήχανον. 26 Σηστοῦ δὲ οὐ μακρὰν ἄποθεν τὴν Ἐλαιοῦντα ξυμβαίνει εἶναι. πέτρα τε τῆς θαλάσσης ἀπορραγεῖσα ἐνταῦθα ἀνέχει, ἄκραν οὐρανομήκη ἐξαίρουσα τειχήρη φύσιν. 27 φρούριον οὖν καὶ τῇδε ὁ βασιλεὺς οὗτος ἐδείματο, δυσπάριτόν τε καὶ τοῖς προσιοῦσι παντελῶς ἄμαχον. 28 ἀλλὰ καὶ τὸ ἐν Θεσκῷ φρούριον ἐπὶ θάτερα τοῦ μακροῦ τείχους ἱδρύσατο, περιβόλῳ κρατυνάμενος ἐχυρῷ μάλιστα· ταύτῃ p304 τε τοῖς Χερρονησιώταις τὴν ἀσφάλειαν πανταχόθεν αὐτὸς προσεποίησε.
11 1 Μετὰ δὲ Χερρόνησον Αἶνος οἰκεῖται πόλις, ἐπὶ τοῦ οἰκιστοῦ τῆς προσηγορίας ὠνομασμένη. Αἰνείας γὰρ ἦν, ὥσπερ λέγουσιν, ὁ τοῦ Ἀγχίσου. 2 ταύτης ὁ περίβολος εὐάλωτός τε ἦν τῷ χθαμαλὸς εἶναι· οὐδὲ ὅσον γὰρ ἐς τὸ ἀναγκαῖον ἀνεῖχεν ὕψος· 3 καὶ ἀναπεπταμένην τινὰ εἴσοδον κατὰ τῆς θαλάσσης τὸ γειτόνημα εἶχεν, ἀμηγέπη ἐπιψαύοντος αὐτοῦ τοῦ ῥοθίου. 4 ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἀνέστησε μὲν αὐτὸν ἐς ὕψος, μὴ ὅτι ἁλῶναι, ἀλλὰ καὶ ἀποπειρᾶσθαι ἀμήχανον. 5 ἐπεξαγαγὼν δὲ καὶ πανταχόσε φραξάμενος ἀνάλωτον Αἶνον παντάπασι κατεστήσατο. 6 καὶ ταύτῃ μὲν ἡ πόλις ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει· ἔμεινε δὲ τοῖς βαρβάροις ἡ χώρα καταθεῖν εὐπετής· ἐπεὶ Ῥοδόπη ὀχυρωμάτων ἐκ παλαιοῦ ὑπεσπάνιζεν. 7 ἦν δέ τις κώμη ἐν τῇ μεσογείᾳ, Βέλλουρος ὄνομα, πλούτου μὲν δυνάμει καὶ πολυανθρωπίᾳ ἴσα καὶ πόλις, τῷ μέντοι τειχήρης οὐδαμῆ εἶναι ληϊζομένοις διηνεκὲς ἐπαρκοῦσα βαρβάροις, ἀγροῖς τε τοῖς ἀμφ’ αὐτὴν κειμένοις πολλοῖς γε οὖσι ταὐτὸ πάσχουσα. 8 καὶ αὐτὴν δὲ ὁ βασιλεὺς οὗτος πολίζει τε καὶ ἀποτειχίζει, καὶ αὑτοῦ36 ἐπαξίαν τίθεται εἶναι. 9 καὶ μὴν καὶ ἄλλων τῶν ἐπὶ Ῥοδόπης πόλεων ὅσα δὴ ἐνδεῖν ἢ καταπεπονηκέναι ξυνηνέχθη τῷ χρόνῳ σπουδῇ τῇ πάσῃ ἀνέστησεν. 10 ἐν αἷς Τραϊανούπολίς τε καὶ Μαξιμιανούπολίς p306 εἰσιν,37 ὧνπερ ἐπηνώρθωσε τὰ ἐν τοῖς προβόλοις38 σαθρὰ γεγονότα. ταῦτα μὲν οὖν τῇδε πεποίηται.
11 Ἀναστασιούπολις δὲ ἡ τῇδε οὖσα τειχήρης μὲν καὶ πρότερον ἦν, ἐν δὲ τῇ παραλίᾳ κειμένη ἀφύλακτον εἶχε τὴν ταύτῃ ἠϊόνα. τὰ πλοῖα πολλάκις ἀμέλει ἐνταῦθα καταίροντα ὑποχείρια βαρβάροις Οὔννοις ἐξαπιναίως γεγένηται· ὥστε καὶ τὰς νήσους ἐνθένδε τὰς τῇ χώρᾳ ἐπικειμένας ἠνώχλησαν. 12 Ἰουστινιανὸς δὲ βασιλεὺς διατειχίσματι τὴν παραλίαν περιβαλὼν ὅλην, ταῖς τε ναυσὶ καὶ τοῖς νησιώταις τὴν ἀσφάλειαν ἀνεσώσατο. 13 ἀλλὰ καὶ τὸν τοῦ ὕδατος ὀχετὸν ἐκ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει μέχρι ἐς τὴν πόλιν ἐς39 ὑπέρογκον ἀνέστησεν ὕψος. 14 ἔστι δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἢ ποταμοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν. ἀφ’40 οὗ δὴ οὐ πολλῷ ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. 15 ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς μέγα τῷ περιβόλῳ ὕψος ἐντέθεικεν· ὥστε ὑπεραίρει τοσούτῳ τὸν λόφον, ὅσῳ δὴ αὐτοῦ καταδεέστερος τὰ πρότερα ἦν. 16 καὶ στοὰν μὲν ἐπανέστησεν ἐν θολωτῷ τείχει, ὅθεν δὴ τοῖς τειχομαχοῦσιν οἱ τῆς πόλεως ἀμυνόμενοι ἐκ τοῦ ἀσφαλοῦς διαμάχονται, τῶν δὲ πύργων ἕκαστον φρούριον ἐρυμνὸν ἐσκευάσατο εἶναι. 17 ἀλλὰ καὶ τὰ ἐκ τοῦ περιβόλου μέχρι ἐς τὸν ποταμὸν διατειχίσματι περιβαλὼν ἐκρατύνατο. ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται.
18 Καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί p308 τε τὴν ἄλλην Θρᾴκην καὶ τὴν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ δηλώσω. 19 πρῶτα μὲν Φιλιππουπόλεώς τε καὶ Βεροίας, ἔτι μέντοι Ἁδριανουπόλεώς τε καὶ Πλωτινουπόλεως τά τε ἐνδέοντα καὶ καταπεπονηκότα σπουδῇ τῇ πάσῃ ᾠκοδομήσατο· ἐπεὶ αὐτὰς ἐπιμαχωτάτας ξυνέβαινεν εἶναι, καίπερ ἔθνεσι γειτονούσας βαρβάρων πολλοῖς. 20 καὶ φρούρια δὲ ἀνάριθμα ἐπὶ Θρᾴκης ἱδρύσατο πάσης, δι’ ὧν τὴν χώραν, ἀποκειμένην41 τὰ πρότερα ταῖς τῶν πολεμίων ἐπιδρομαῖς, παντάπασιν τανῦν ἀδῄωτον κατεστήσατο. ἔστι42 δὲ τὰ φρούρια, ὅσα ἡμᾶς μεμνῆσθαι αὐτῶν, πρὸς ὄνομα τάδε.43
Λυδικαί.
Ἐλαῖαι.
Κασεήρα.
Θεοδωρούπολις.
Τὸ τοῦ Θράσου.
Σουδανέλ.
Μούνδεπα.
Θαρσάνδαλα.
p309 Δένιζος.
Τόπαρον.
Δαλάταρβα.
Βρέ.
Κουσκάβιρι.
Κούσκουλις.
Βόσπαρα.
Βεσούπαρον.44
Καπιστούρια.
Βηρίπαρα.
Ἰσγίπερα.
Ὀζόρμη.
p310 Βηρηΐαρος.
Ταμονβαρί.
Σκέμνας.
Καράσθυρα.
Πίνζος.
Τουλεοῦς.
Ἄρζον.
Καστράζαρβα.45
Ζωσίτερσον.
Βέργισον.
Δίγγιον.
Σάκισσος.
Κουρτουξοῦρα.
Ποταμουκάστελλον.
Εἰσδίκαια.
Τὸ ἐμπόριον Ταυροκεφάλων.
Βηλαϊδίπαρα.
Σκίτακες.
Βέπαρα.
Πουσινόν.
Ὑμαυπάρουβρι.
Σκαριωτασαλούκρα.
Αὐγούστας.
Οὐρδαούς.
Τοῦ ἁγίου Τραϊανοῦ.
Δέρταλλος.
Σολβανοῦ.
Βάσκον.
Ζίγκυρο.
Ζημάρκου.
Κηριπάρων.
Κασιβόνων.
Τὸ Οὔκου.
Ἀντωῖνον.
Γεσιλαφοσσᾶτον.
Χεροῖνον.
Προβίνου.
Τοῦ ἁγίου Θεοδώρου.
Βουρδέπτω.46
Ῥακούλη.
Τοῦ ἁγίου Ἰουλιανοῦ.
Τζιταετοῦς.
Νηλαστύρας.
Γετρίνας.
Βρέδας.
Βῆρος.
Θωκύωδις.
Βία.
Ἀναγογκλί.
Σούρας.
Αὐθιπάρου.
Δορδᾶς.
Σαρμαθών.
Κλεισοῦρα.
Ὑλασιάναι.
Θρασαρίχου.
Βαῖκα.
Χρύσανθος.
p312 Μαρκέρωτα.
Ζδεβρήν.
Τοῦ ἁγίου Θεοδώρου.
Ἄσγαρζος.
Βουρτούδγιζ.47
Ταυρόκωμον.
Νίκη.
Καβοτούμβα.
Δείξας.
Γητριστάους.48
Δέβρη.
Προβίνου.
Κάρβερος.
Τηεσιμόντη.
Ἀσγίζους.
Δαλάταρβα.
Θεοδωρούπολις.
Τζυειδών.
Τζονπολέγων.
Βασίβουνον.
Ἀγχίαλος.
Μαρκιανόν.
Κυρίδανα.
Βεκοῦλι.
Τὰ Θρᾳκῶν λειπόμενα. Παρά τε τὸν Εὔξεινον πόντον καὶ ποταμὸν p313 Ἴστρον, κἀν τῇ μεσογείᾳ, οὕτως·
Μυσίας παρὰ μὲν ποταμὸν Ἴστρον·
Ἐρκούλεντε.
Σκατρῖνα.
Ἀππίαρα.
Ἐξεντάπριστα.
Δεονίανα.
Λιμώ.
Ὀδυσσός.49
Βίδιγις.
Ἀρῖνα.
Νικόπολις.
Ζικίδεβα.
Σπίβυρος.
Πόλις Κάστελλον.
Κιστίδιζος.
Βαστέρνας.
Μέταλλος.
Βηρίπαρα.
Σπαθιζός.
Μαρκέρωτα.
Βόδας.
Ζισνούδεβα.
Τουρούλης.
Ἰουστινιανούπολις.
Θερμά.
p314 Γεμελλομοῦντες.
Ἀσίλβα.
Κούσκαυρι.
Κούσκουλι.
Φοσσᾶτον.
Βισδίνα.
Μαρκιανούπολις.50
Σκυθιάς.
Γραψώ.
Νονώ.
Τροσμής.
Νεαϊοδουνώ.
Ῥεσιδίνα.
Κωνσταντιανά.
Καλλάτις.
Βασσίδινα.
Βελεδίνα.
Ἄβριττος.51
Ῥουβούστα.
Δινισκάρτα.
Μοντερεγῖνε.
Βέκις.
Ἀλτῖνα.
Μανροβάλλε.
Τίγρα.
p315 Σκεδεβά.
Νόβας.
Κοπούστορος.
Βιργινασώ.
Τιλλιτώ.
Ἀγκυριανά.
Μουριδεβά.
Ἴτζης.
Καστελλόνοβο.
Παδισάρα.
Βισμαφά.
Βαλεντινιάνα.
Ζάλδαπα.
Αξίοπα.
Καρσώ.52
Γρατίανα.
Πρέϊδις.
Ἀργαμώ.
Παυλίμανδρα.
Τζάσκλις.
Πούλχρα Θεοδώρα.
Τόμις.
Κρέας.
Κατασσοῦ.
Νίσκονις.
Νοβεϊουστινιανά.
Πρεσιδίω.
Ἐργαμία.
1 So Maltretus: Μαζεντίου V.
❦
2 Κυντῶν Haury: Κυιντόν.
❦
3 So Haury: τρασμακαρίσκας V, τρισμακαρίας A.
❦
4 πεπονθότα V: πεπονηκότα A.
❦
5 τῆς V, τε A.
❦
6 ὀνομάζουσι V, ὀνομάζεται A.
❦
7 ἐρῶν V, λέξων A.
❦
8 οὗτος A, οὕτως V.
❦
9 μυλίτας Haury: μυλίας V, om. A.
❦
10 λίμνην V, ἠιόνα A.
❦
11 ἡ λίμνη A, τὴν λίμνην V.
❦
12 τόσον δὲ στενὴ A, τοσόνδε V.
❦
13 ζευγνύων V, ξυνδέων A.
❦
14 ξυνδιεφθείροντο Haury: διεφθείροντο.
❦
15 πεπονθότα V: πεπονηκότα A.
❦
16 ὑποκείμενον V: ἀποκείμενον A.
❦
17 πύργων V: ἔργων A.
❦
❦
19 χωρία V: χωρία ξυμβαίνει A.
❦
20 δυοῖν Haury: δυεῖν.
❦
21 οὐδὲ Haury: οὔτε.
❦
22 So V; ἐτεκτήνατο μίαν ἐκ τοῦ ἐδάφους A.
❦
23 ἀπόχρη V: ἀπέχρη A.
❦
24 ἐντὸς V: om. A.
❦
25 σηλυβρίας V: μεσημβρίας A.
❦
26 ἦν added by Haury.
❦
27 ἐπ’ added by Haury.
❦
28 τύχη V: τύχοι A.
❦
29 ὑπερανεστηκὸς V: ἐπανεστηκὸς A.
❦
30 κατηκόων V, A: κατοικούντων corrector in V.
❦
31 αὐτῷ V: αὐτὸ A.
❦
32 ἀνειλημμένη V: om. A.
❦
33 τῇ Haury: τῷ.
❦
34 οὓς μώλους καλοῦσιν after πεποίηται deleted by Haury.
❦
35 ἐντέθειται χρῆμα V: σχῆμα ἐντέθειται A.
❦
36 αὑτοῦ Dewing: αὐτοῦ MSS., editors.
❦
37 εἰσιν Maltretus: ἐστιν V.
❦
38 πρόβολοις: Haury would prefer περιβόλοις.
❦
39 ἐς added by Haury.
❦
40 ἀφ’ Braun: ὑφ’.
❦
41 ἀποκειμένην V: ὑποκειμένην corrector in V.
❦
42 ἔστι V: ἔτι A.
❦
43 Here the MSS. except A have: Ὅσα φρούρια ὁ θειότατος ἡμῶν βασιλεὺς Ἰουστινιανὸς ἔκτισεν ἐν χώρᾳ τῇ καλουμένῃ Εὐρώπῃ καὶ ’Ροδόπῃ καὶ Θράκῃ καὶ Αἱμιμόντῳ οὕτως. Haury and editors omit.
❦
44 Bessapara Itin. Ant. 136.3.
❦
45 Itin. Ant. 231.5.
❦
46 Burdipta Itin. Ant. 137.2.
❦
47 Burtudizo Itin. Ant. 230.4.
❦
48 Or Γητριστάοι MSS.
❦
49 Odisso, Itin. Ant. 228.3.
❦
50 Cf. Itin. Ant. 228.4.
❦
51 Cf. Müller, F. G. H. III.674.16.
❦
52 Cf. Itin. Ant. 224.4.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Περὶ Κτισμάτων |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 28 Aug 20