Short URL for this page:
bit.ly/ProcopiusBP2C


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Β´.ε´‑ι´

This webpage reproduces a section of
The Wars

of
Procopius

published in the Loeb Classical Library,
1914

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[image ALT: link to next section]
Β´.ιδ´‑ιθ´

(Vol. I) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΤΩΝ ΠΟΛΕΜΩΝ

 p350  ΒΙΒΛΙΟΝ B´
Μέρος γ´

[link to English translation] 11 1 Τότε ὁ Χοσρόης ἐς Σελεύκειαν, πόλιν ἐπιθαλασσίαν, Ἀντιοχείας τριάκοντα καὶ ἑκατὸν σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν​1 οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐκ​2 τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε τῷ ἡλίῳ καὶ οἷστισιν ἄλλοις ἐβούλετο, πολλά τε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν. 2 ἔς τε τὸ στρατόπεδον ἀφικόμενος, ἐπιθυμίαν οἱ ἔφασκέ τινα εἶναι τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου του ἕνεκα ἢ ἱστορίας θεάσασθαι. 3 ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ’ ᾧ μέντοι  p352 αὐτὸν θεασάμενόν τε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας, οὐδέν τι ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω. 4 ἔνδηλος δὲ ἦν ὁ Χοσρόης τοῖς τε πρέσβεσι καὶ πᾶσι τοῖς ἄλλοις ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνῃ χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη, τὸ Ἀντιοχείας προάστειον. 5 ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα ἐπιεικῶς ἐστι. 6 καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο, ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας ξὺν ἑτέραις τισὶν οἰκίαις ἐξ αἰτίας τοιᾶσδε. 7 Πέρσης ἀνὴρ ἵππῳ ὀχούμενος, ἔν τε τῷ Περσῶν στρατῷ δόκιμος καὶ Χοσρόῃ βασιλεῖ γνώριμος, ἐς χῶρον κρημνώδη ἀμφὶ τὸν λεγόμενον Τρητὸν ἦλθε ξὺν ἑτέροις τισίν, οὗ δὴ τοῦ ἀρχαγγέλου Μιχαὴλ νεώς ἐστιν, Εὐάριδος ἔργον. 8 οὗτος ἀνὴρ τῶν τινα Ἀντιοχέων νεανίαν πεζόν τε καὶ μόνον κρυπτόμενον ἐνταῦθα ἰδὼν​3 ἐδίωκε τῶν ἑτέρων χωρίς. ἦν δὲ κρεοπώλης ὁ νεανίας, Ἀείμαχος ὄνομα. 9 ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὓς μήνιγγα. καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπασάμενος κτείνει τὸν ἄνδρα. 10 σκυλεύσας τε αὐτοῦ κατ’ ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον ἀναθορὼν πρόσω ἤλαυνεν. 11 εἴτε δὲ τύχῃ  p354 εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ διαφυγεῖν παντελῶς ἴσχυσε. 12 ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας, τῶν οἱ ἐπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν οὗ πρόσθεν ἐμνήσθην ἐκέλευεν. 13 οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ’ αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε.

[link to English translation] 14 Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ, τοῦ σταυροῦ μέρος ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτι ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς κομισθὲν λάθρα. 15 καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ’ ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ. 16 τότε οὖν ὁ τῶν Ἀπαμέων λεώς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν. ὁ δὲ κατὰ ταῦτα ἐποίει. 17 τότε δὴ θέαμα ξυνηνέχθη  p356 λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ’ αὐτὸν τῆς ὀροφῆς μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο. 18 βαδίζοντος τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν. 19 ὁ μὲν οὖν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτό τε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον. 20 ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο. 21 καὶ ὃς <ἐπεὶ>4 ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν. 22 "Οὐκοῦν" ἔφη ὁ Χοσρόης "δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ πάσαις ἀναπεπταμέναις ταῖς πύλαις." 23 ὁ ἱερεὺς εἶπεν "Ἐπ’ αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι." ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ​5 τοῦ περιβόλου.

[link to English translation] 24 Ὁ δὲ Χοσρόης ἄνδρας τῶν ἐν Πέρσαις ἀρίστων διακοσίους ἀπολεξάμενος ἐς τὴν πόλιν εἰσήλασεν. ἐπεὶ δὲ γέγονεν εἴσω πυλῶν, ἐπελάθετο ἑκών γὲ εἶναι τῶν αὐτῷ τε καὶ τοῖς πρέσβεσι ξυγκειμένων, καὶ τὸν ἐπίσκοπον ἐκέλευε δοῦναι οὐ χίλια μόνον  p358 ἀργύρου σταθμὰ οὐδὲ τοῦτον δεκαπλασία, ἀλλὰ <καὶ> τὰ κειμήλια ὅσα δὴ ἐνταῦθα ἔτυχε κείμενα, χρυσᾶ τε καὶ ἀργυρᾶ ξύμπαντα, μεγάλα ὑπερφυῶς ὄντα. 25 οἶμαι δ’ ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν. 26 οὕτως αὐτὸν ἥ τε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς δόξης ἐπιθυμία. 27 κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάς τε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα ἐς τοὺς Ῥωμαίους ἐργάζεται. 28 ταύτην τε Χοσρόου δηλώσει τὴν γνώμην ἅ τε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ’ ὁ θεός, ὥσπερ εἴρηται, Ἀπάμειαν διεσώσατο. 29 ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέ τε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος "Ὦ κράτιστε βασιλεῦ" ἔφη "ταῦτά μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων. 30 θήκην μὲν οὖν τήνδε (χρυσῷ τε γὰρ κεκαλλώπισται καὶ λίθοις ἐντίμοις) φθόνος οὐδεὶς λαβόντα σε ξὺν τοῖς ἄλλοις ἅπασιν ἔχειν, τουτὶ δὲ τὸ ξύλον, σωτήριόν τε ἡμῖν καὶ τίμιόν ἐστι, τοῦτο, ἱκετεύω σε καὶ δέομαι, δός μοι." ὁ μὲν ἱερεὺς τοσαῦτα εἶπε. ξυνεχώρει δὲ Χοσρόης καὶ τὴν δέησιν ἐπιτελῆ ἐποίει.

[link to English translation] 31 Μετὰ δὲ φιλοτιμίᾳ πολλῇ χρώμενος τόν τε δῆμον ἐς τὸ ἱπποδρόμιον ἀναβαίνειν ἐκέλευε καὶ  p360 τοὺς ἡνιόχους ἀγωνίζεσθαι τὰ εἰωθότα σφίσιν. 32 οὐ δὴ καὶ αὐτὸς ἀναβὰς θεατὴς γενέσθαι τῶν ποιουμένων ἐν σπουδῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἠκηκόει πολλῷ πρότερον Ἰουστινιανὸν βασιλέα χρώματος τοῦ Βενέτου, ὃ δὴ κυάνεόν ἐστιν, ἐκτόπως ἐρᾶν, ἀπ’ ἐναντίας αὐτῷ κἀνταῦθα ἰέναι βουλόμενος ἤθελε τῷ πρασίνῳ τὴν νίκην ἁρμόσαι. 33 οἱ μὲν οὖν ἡνίοχοι ἀπὸ βαλβίδων ἀρξάμενοι ἔργου εἴχοντο, τύχη δέ τις τῷ τὰ Βένετα ἐνδιδυσκομένῳ ἐγένετο παρελάσαντι ἐπίπροσθεν ἰέναι. 34 εἵπετο δὲ αὐτῷ κατὰ τὰς αὐτὰς ἁματροχιὰς ὁ τὸ πράσινον ἀμπεχόμενος χρῶμα. 35 ὅπερ ἐξεπίτηδες ὁ Χοσρόης γεγονέναι οἰόμενος, ἠγανάκτει τε καὶ ξὺν ἀπειλῇ ἀνεβόα τὸν Καίσαρα προτερῆσαι τῶν ἄλλων οὐ δέον, ἐκέλευέ τε τοὺς προτέρους ἰόντας ἵππους ἐπέχεσθαι, ὅπως τὸ λοιπὸν κατόπισθεν γενόμενοι ἀγωνίζωνται· ὅπερ ἐπειδὴ οὕτως ἐπέπρακτο ὥσπερ ἐκεῖνος ἐκέλευε, νικᾶν οὕτως ὅ τε Χοσρόης καὶ μέρος τὸ πράσινον ἔδοξεν. 36 ἐνταῦθα τῶν τις Ἀπαμέων Χοσρόῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο Πέρσην ἄνδρα ἐς τὴν οἰκίαν τὴν αὐτοῦ ἀνάβαντα τὴν παῖδα οὖσαν παρθένον βιάζεσθαι. 37 ὁ δὲ ταῦτα ἀκούσας καὶ τῷ θυμῷ ζέων ἄγεσθαι τὸν ἄνδρα ἐκέλευε. καὶ ἐπεὶ παρῆν ἤδη, ἀνασκολοπισθῆναι αὐτὸν ἐν τῷ στρατοπέδῳ ἐπέστελλε. 38 γνοὺς δὲ ὁ δῆμος παντὶ σθένει ἀνέκραγον ἐξαίσιον οἷον, πρὸς τῆς τοῦ βασιλέως ὀργῆς τὸν ἄνθρωπον ἐξαιτούμενοι. Χοσρόης δὲ ὡμολόγησε μὲν αὐτοῖς τὸν ἄνδρα ἀφήσειν, λάθρα δὲ ἀνεσκολόπισεν οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε διαπεπραγμένος παντὶ τῷ στρατῷ ὀπίσω ἀπήλαυνεν.

 p362  [link to English translation] 12 1 Ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενός τε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν, ἔπεμψε Παῦλον ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι. 2 Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλους τε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισίν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι· χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷ τε Χοσρόῃ ζωάγρια δόντες τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο.

[link to English translation] 3 Ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ’ Εὐφράτην τε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας ληίζεσθαι. 4 γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτός τε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ τὸν τῆς ἡμέρας καιρόν. 5 καὶ ἐπεὶ παρῆν  p364 ἡ κυρία, τινὰς μὲν τοῦ στρατοῦ ἀπολελεῖφθαι μή πω διαβάντας ξυνέβαινεν, ὁ δὲ οὐδ’ ὁτιοῦν ὑπολογισάμενος ἔπεμψε τοὺς τὴν γέφυραν διαλύσοντας. 6 οἵ τε ἀπολειπόμενοι, ὡς ἕκαστός πη ἐδύνατο, εἰς τὰ πάτρια ἤθη ἀνέβαινον.

[link to English translation] Τότε δὴ φιλοτιμία τις Χοσρόην ἐσῆλθε πόλιν Ἔδεσσαν ἐξελεῖν. 7 ἐνῆγε γὰρ αὐτὸν ἐκ τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι δὴ ἀνάλωτον αὐτὴν ἰσχυρίζοντο εἶναι ἐξ αἰτίας τοιᾶσδε. 8 Αὔγαρος ἦν τις ἐν τοῖς ἄνω χρόνοις Ἐδέσσης τοπάρχης (οὕτω γὰρ τοὺς κατὰ ἔθνος βασιλεῖς τηνικαῦτα ἐκάλουν). ὁ δὲ Αὔγαρος οὗτος ξυνετώτατος ἐγεγόνει τῶν κατ’ αὐτὸν ἀνθρώπων ἁπάντων, καὶ ἀπ’ αὐτοῦ βασιλεῖ Αὐγούστῳ ἐς τὰ μάλιστα φίλος. 9 ἔνσπονδος γὰρ Ῥωμαίοις εἶναι βουλόμενος ἐς Ῥώμην τε ἀφίκετο, καὶ τῷ Αὐγούστῳ ἐς λόγους ἥκων οὕτω δὲ αὐτὸν τῆς ξυνέσεως τῷ περιόντι ἐξέπληξεν ὥστε οὐκέτι αὐτοῦ μεθίεσθαι Αὔγουστος τῆς ξυνουσίας ἐβούλετο, ἀλλ’ ἦν τε αὐτοῦ τῆς ὁμιλίας εὐθὺς διάπυρος ἐραστής, καὶ ἐπειδὰν ἐντύχοι, ἀπαλλάσσεσθαι αὐτοῦ οὐδαμῆ ἤθελε. 10 χρόνος οὖν αὐτῷ ἐν ταύτῃ δὴ συχνὸς τῇ ἀποδημίᾳ ἐτρίβη. καί ποτε ἐς ἤθη πάτρια ἐθέλων ἰέναι πείθειν τε τὸν Αὔγουστον μεθεῖναι αὐτὸν ὡς ἥκιστα ἔχων, ἐπενόει τάδε. 11 ἐστάλη μὲν ὡς κυνηγετήσων ἐς τὰ ἐπὶ Ῥώμης χωρία· μελέτην γὰρ περὶ ταῦτα κατεσπουδασμένην τινὰ ἐτύγχανεν ἔχων. περιιὼν δὲ χώραν πολλὴν συχνὰ τῶν ἐκείνῃ θηρίων ζῶντα ἐθήρα, καὶ χοῦν ἐκ τῆς γῆς ξυναμησάμενος ἔφερεν ἐκ χώρας ἑκάστης· οὕτω τε ἐπανῆκεν εἰς  p366 Ῥώμην, τὸν τε χοῦν καὶ τὰ θηρία ἔχων. 12 ὁ μὲν οὖν Αὔγουστος ἐς τὸν ἱππόδρομον ἀναβὰς ἐκάθητο ᾗπερ εἰώθει, Αὔγαρος δὲ οἱ ἐς ὄψιν ἥκων τήν τε γῆν καὶ τὰ θηρία ἐπέδειξε, καταλέγων ἐκ ποίας ποτὲ χώρας ἤ τε γῆ ἑκάστη καὶ τῶν θηρίων τίνα ποτὲ εἴη. 13 ἔπειτα τὴν μὲν γῆν ἄλλην ἄλλῃ τοῦ ἱπποδρομίου ἐκέλευε θέσθαι, πάντα δὲ ἐς ταὐτὸ τὰ θηρία ξυναγαγόντας εἶτα ἀφεῖναι. οἱ μὲν οὖν ὑπηρέται κατὰ ταῦτα ἐποίουν. 14 τὰ δὲ θηρία χωρὶς ἀλλήλων γενόμενα ἐς ἐκείνην ἐχώρει τὴν γῆν ἢ δὴ ἐκ τῆς χώρας ὅθεν εἴληπτο ἐτύγχανεν οὖσα. 15 καὶ ὁ μὲν Αὔγουστος ἐπὶ πλεῖστον τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς ἔβλεπε, καὶ ἐθαύμαζέ γε ὅτι δὴ τοῖς ζῴοις ἡ φύσις ἀδίδακτος οὖσα ποθεινὴν ποιεῖται τὴν πάτριον γῆν. Αὔγαρος δὲ αὐτοῦ τῶν γονάτων ἐκ τοῦ αἰφνιδίου λαβόμενος, 16 "Ἐμὲ δέ," εἶπε, "τίνα ποτὲ γνώμην ἔχειν, ὦ δέσποτα, οἴει, ᾧ γυνή τέ ἐστι καὶ παιδία καὶ βασιλεία βραχεῖα μέν, ἀλλ’ ἐν γῇ τῇ πατρῴᾳ;" 17 καὶ ὃς τῷ ἀληθεῖ τοῦ λόγου ἡσσηθείς τε καὶ βιασθεὶς ἀπιέναι τε ξυνεχώρει οὔτι ἑκούσιος καὶ προσαιτεῖσθαι ἐκέλευεν ὅτου ἂν δέηται. 18 ἐπεὶ δὲ τούτου Αὔγαρος ἔτυχεν, Αὐγούστου ἐδεῖτο ἱπποδρομιόν οἱ δείμασθαι ἐν πόλει Ἐδέσσῃ. ὁ δὲ ξυνεχώρει καὶ τοῦτο. οὕτω μὲν ἐκ Ῥώμης ἀπαλλαγεὶς Αὔγαρος ἐς Ἔδεσσαν ἦλθε. 19 καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπην τε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.

[link to English translation] 20 Χρόνῳ δὲ ὕστερον πόρρω που ἡλικίας Αὔγαρος  p368 ἥκων νόσῳ ποδάγρας χαλεπῆς τινος ὑπερφυῶς ἥλω. ταῖς γοῦν ὀδύναις ἀχθόμενος καὶ τῇ ἐνθένδε ἀκινησίᾳ ἐπὶ τοὺς ἰατροὺς τὸ πρᾶγμα ἦγεν, ἐκ πάσης τε γῆς ξυνέλεγε τοὺς περὶ ταῦτα σοφοὺς ἅπαντας. 21 ὧν δὴ ὕστερον (οὐ γάρ οἱ ἄκεσίν τινα τοῦ κακοῦ ἐξευρεῖν ἴσχυον) ἀπέστη τε καὶ ἐς ἀμηχανίαν ἐμπεσὼν τύχας τὰς παρούσας ὠδύρετο. 22 ὑπὸ δὲ τὸν χρόνον ἐκεῖνον Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς ἐν Παλαιστίνῃ ἀνθρώποις ὡμίλει, τῷ τε μηδὲν τὸ παράπαν ἁμαρτεῖν πώποτε, ἀλλὰ καὶ τὰ ἀμήχανα ἐξεργάσεσθαι διαφανῶς ἐνδεικνύμενος ὅτι δὴ τοῦ θεοῦ παῖς ὡς ἀληθῶς εἴη· 23 νεκρούς τε γὰρ καλῶν ἐξανίστη ὥσπερ ἐξ ὕπνου καὶ πηροῖς τοὺς ὀφθαλμοὺς οὕτω τεχθεῖσιν ἀνέῳγε, σώματός τε ὅλου λεύκας ἐκάθηρε καὶ ποδῶν πήρωσιν ἔλυσε, καὶ ὅσα ἄλλα ἰατροῖς πάθη ἀνίατα ὠνομασμένα ἐστί. 24  ταῦτα ἀπαγγελλόντων Αὔγαρος τῶν ἐκ Παλαιστίνης ἐς τὴν Ἔδεσσαν ἐπιχωριαζόντων ἀκούσας, ἐθάρσησέ τε καὶ γράμματα πρὸς τὸν Ἰησοῦν γράψας ἐδεῖτο αὐτοῦ ἀπαλλάσσεσθαι μὲν τῆς Ἰουδαίας καὶ τῶν ἐνταῦθα ἀγνωμόνων ἀνθρώπων, αὐτῷ δὲ τὸ λοιπὸν ξυμβιοτεύειν. 25 ἐπεὶ ταῦτα ὁ Χριστὸς ἀπενεχθέντα εἶδεν, ἀντέγραψε πρὸς τὸν Αὔγαρον, ὡς μὲν οὐκ ἀφίξεται ἄντικρυς ἀπολέγων,​6 τὴν δὲ ὑγίειαν τῷ γράμματι ὑποσχόμενος. 26 φασὶ δὲ καὶ τοῦτο αὐτὸν ἐπειπεῖν, ὡς οὐδὲ ἡ πόλις ποτὲ βαρβάροις ἁλώσιμος ἔσται. τοῦτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον οἱ μὲν ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ξυγγράψαντες οὐδαμῆ ἔγνωσαν· οὐ γὰρ οὖν οὐδέ πη αὐτοῦ ἐπεμνήσθησαν· Ἐδεσσηνοὶ δὲ αὐτὸ ξὺν  p370 τῇ ἐπιστολῇ εὑρέσθαι φασίν, ὥστε ἀμέλει καὶ ἀνάγραπτον οὕτω τὴν ἐπιστολὴν ἀντ’ ἄλλου τοῦ φυλακτηρίου ἐν ταῖς τῆς πόλεως πεποίηνται πύλαις. 27 γέγονε μὲν οὖν ὑπὸ Μήδοις χρόνῳ τινὶ ὕστερον, οὐχ ἁλοῦσα μέντοι, ἀλλὰ τρόπῳ τοιῷδε. 28 ἐπειδὴ τὸ γράμμα τοῦ Χριστοῦ Αὔγαρος ἔλαβε, κακῶν μὲν ὀλίγῳ ὕστερον ἀπαθὴς γέγονε, συχνὸν δὲ τῇ ὑγιείᾳ ἐπιβιοὺς χρόνον ἐτελεύτησεν· ὅστις δὲ διεδέξατο τὴν βασιλεῖαν τῶν αὐτοῦ παίδων, ἀνοσιώτατος γεγονὼς ἁπάντων ἀνθρώπων, ἄλλα τε πολλὰ ἐς τοὺς ἀρχομένους ἐξήμαρτε καὶ τὴν ἐκ Ῥωμαίων δεδιὼς τίσιν προσεχώρησεν ἑκούσιος Πέρσαις. 29 χρόνῳ τε πολλῷ Ἐδεσσηνοὶ ὕστερον ἀνελόντες τῶν βαρβάρων τοὺς σφίσιν ἐνδημοῦντας φρουροὺς ἐνέδοσαν Ῥωμαίοις τὴν πόλιν. *** αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος οἷς ἐν τοῖς κατ’ ἐμὲ χρόνοις γέγονεν, ἅπερ ἐν τοῖς καθήκουσι λόγοις δηλώσω. 30 καί μοί ποτε ἔννοια γέγονεν ὡς εἰ μὴ ταῦτα ἅπερ ἐρρήθη ὁ Χριστὸς ἔγραψεν, ἀλλ’ ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον, φυλάξαι διὰ τοῦτο ἀνάλωτον ἐθέλει τὴν πόλιν, ὡς μήποτε αὐτοῖς πλάνης τινὰ σκῆψιν διδοίη. ταῦτα μὲν οὖν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.

[link to English translation] 31 Χοσρόη δὲ τότε προὔργου διὰ ταῦτα ἔδοξεν εἶναι Ἔδεσσαν ἐξελεῖν. καὶ ἐπεὶ ἐς Βάτνην ἀφίκετο, πόλισμα μὲν βραχὺ καὶ λόγου οὐδενὸς ἄξιον, ἡμέρας δὲ ὁδῷ Ἐδέσσης διέχον, ἐνταῦθα μὲν τὴν νύκτα ἐκείνην ηὐλίσατο, ὄρθρου δὲ βαθέος παντὶ τῷ στρατῷ ἐπὶ τὴν Ἔδεσσαν  p372 ἤλαυνε. 32 καὶ αὐτοῖς ξυνέβη πλάνῃ περιπεσοῦσι τῇ ὑστεραίᾳ ἐς τὸν αὐτὸν αὐλίζεσθαι χῶρον· ὅπερ αὐτοῖς λέγουσι καὶ δὶς ξυμβῆναι. 33 μόλις δὲ ἄγχιστα Ἐδέσσης γενομένῳ Χοσρόῃ ῥεύματός φασιν ἐς τὸ πρόσωπον ἐπιπεσόντος ἐπῆρθαι τὴν γνάθον. διὸ δὴ τῆς μὲν πόλεως ἀποπειρᾶσθαι οὐδαμῆ ἤθελε, Παῦλον δὲ πέμψας χρήματα Ἐδεσσηνοὺς ᾔτει. 34 οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τά τε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα.

[link to English translation] 13 1 Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα. 2 ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον,​7 τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν. 3 ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο. 4 εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῷ γεωργῶ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ  p374 προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν. 5 ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. 6 Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ὑπαγόμενος πρόσω ἐχώρει. 7 Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοί, ἀλλὰ δόξης τῆς παλαιὰς τυγχάνουσιν ὄντες.

[link to English translation] 8 Καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἄμιδαν εἷλεν, Ἔδεσσάν τε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν. 9 ἀλλ’ Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν Μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τοσαύτη δεξιᾷ χειρὶ τὸ χωρίον αὐτοῖς. 10 οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμίᾳ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐδὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη. 11 καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετο τε καὶ ἐπῆγεν ἐπὶ Κωνσταντίναν τὸ στράτευμα. 12 ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων ἐπέστελλεν. 13 ἦν δὲ Κωνσταντίνης ἱερεὺς τότε Βαράδοτος, ἀνὴρ δίκαιός τε καὶ τῷ θεῷ ἐς τὰ μάλιστα φίλος, καὶ ἀπ’ αὐτοῦ ἐνεργοῦσαν ἐς ὅ τι βούλοιτο ἀεὶ τὴν εὐχὴν ἔχων· οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν ὅτι δὴ τῷ θεῷ ἐνδελεχέστατα  p376 κεχαρισμένος ὁ ἀνὴρ εἴη. 14 οὗτος ὁ Βαράδοτος τηνικαῦτα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως ἢ οὔτε λόγου ἄξια ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὔτε στρατιωτῶν φρουρὰν ἔχουσα οὔτε ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς οἰκήτορας μόνους, ἀνθρώπους οἰκτρούς. 15 ὁ μὲν ταῦτα εἶπε· Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ τοῖς σιτίοις ἐδωρήσατο αὐτὸν ἅπασιν ὅσα οἱ τῷ στρατοπέδῳ ἐς τὴν πολιορκίαν ἡτοίμαστο, μεγάλοις ὑπερφυῶς οὖσιν· οὕτω τε ἀπηλλάσσετο ἐκ γῆς τῆς Ῥωμαίων. διὸ δὴ ὁ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν.

[link to English translation] 16 Ἐς Δάρας τε ἀφικόμενος ἐς πολιορκίαν καθίστατο. ἔνδοθεν δὲ Ῥωμαῖοι καὶ Μαρτῖνος ὁ στρατηγός (καὶ γὰρ ἐνταῦθα ὢν ἔτυχε) τὰ ἐς ἀντίστασιν ἐξηρτύοντο. 17 δύο δὲ ἡ πόλις τείχεσι περιβέβληται, ὧν τὸ μὲν ἐντὸς μέγα τε καὶ ἀξιοθέατον ἀτεχνῶς ἐστιν (ἐς ὕψος γὰρ διήκει πύργος μὲν ἕκαστος ποδῶν ἑκατόν, τὸ δὲ ἄλλο τεῖχος ἑξήκοντα), τὸ δὲ ἐκτὸς πολλῷ μὲν ἔλασσον συμβαίνει εἶναι, ἄλλως δὲ ἐχυρόν τε καὶ λόγου πολλοῦ ἄξιόν ἐστι. 18 τὸ δὲ μεταξὺ χωρίον εὖρος οὐχ ἧσσον ἢ πεντήκοντα ἔχει ποδῶν· ἐνταῦθα εἰώθασι Δαρηνοὶ τούς τε βόας καὶ τἄλλα ζῷα πολεμίων σφίσιν ἐγκειμένων ἐμβάλλεσθαι. 19 τὰ μὲν οὖν πρῶτα ὁ Χοσρόης προσβολὴν ποιησάμενος ἐς τὰ πρὸς ἑσπέραν τοῦ περιβόλου πλήθει τε βελῶν βιασάμενος, τὰς πύλας τείχους τοῦ βραχέος ἐνέπρησεν. 20 ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν  p378 βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἷα τέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποίηται. 21 οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδὴ οὔσης, οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν τοῦ ποιουμένου παρείχοντο. 22 ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ’ (οὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναι) εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαν τε τοῖς ὁρῶσι παρείχετο ὅτι δὴ τὰ βέλη ξυλλέγοι ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν. 23 ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε καὶ ὡς ἑνὶ μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. 24 καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον σκάπτειν. 25 καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο. 26  τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς  p380 πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων [τε]8 Θεοδώρου γνώμῃ, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρός, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα. 27 καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν. 28 ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμίᾳ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει. 29 ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.


Critical Notes:

1 εὑρών: Haury suggests αἱρῶν.

2 ἐκ VH: om. G, ἔν τε P.

3 ἰδὼν VGP corr.: εὑρὼν P pr. m.

4 <ἐπεὶ> Haury.

5 πρὸ Maltretus MS. e: πρὸς P.

6 ἀπολέγων Scaliger: ἀπολεύων P, ἀπονεύων Dindorf.

7 ἄφοδον P: ἔφοδον H.

8 τε bracketed by Dindorf.


[image ALT: Valid HTML 4.01.]

Page updated: 27 Aug 20