Short URL for this page:
bit.ly/ProcopiusBP2F


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Β´.κ´‑κα´

This webpage reproduces a section of
The Wars

of
Procopius

published in the Loeb Classical Library,
1914

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[Link to next section]
Β´.κδ´‑κε´

(Vol. I) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΤΩΝ ΠΟΛΕΜΩΝ

 p450  ΒΙΒΛΙΟΝ B´
Μέρος ϛ´

[link to English translation] 22 1 Ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γέγονεν, ἐξ οὗ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι. ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ’ ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίας  p452 τε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιές, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ ἐξαπατήσαντες πείσωσι. 2 τούτῳ μέντοι τῷ κακῷ πρόφασίν τινα ἢ λόγῳ εἰπεῖν ἢ διανοίᾳ λογίσασθαι μηχανή τις οὐδεμία ἐστί, πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν ἀναφέρεσθαι. 3 οὐ γὰρ ἐπὶ μέρους τῆς γῆς οὐδὲ ἀνθρώπων τισὶ γέγονεν οὐδέ τινα ὥραν τοῦ ἔτους ἔσχεν, ὅθεν ἂν καὶ σοφίσματα αἰτίας εὑρέσθαι δυνατὰ εἴη, ἀλλὰ περιεβάλλετο μὲν τὴν γῆν ξύμπασαν, βίους δὲ ἀνθρώπων ἅπαντας ἔβλαψε, καίπερ ἀλλήλων ἐς τοὐναντίον παρὰ πολὺ διαλλάσσοντας, οὔτε φύσεώς τινος οὔτε ἡλικίας φεισάμενον. 4 εἴτε γὰρ χωρίων ἐνοικήσει εἴτε νόμῳ διαίτης, ἢ φύσεως τρόπῳ, ἢ ἐπιτηδεύμασιν, ἢ ἄλλῳ ὅτῳ ἀνθρώπων ἄνθρωπος διαφέρουσιν, ἐν ταύτῃ δὴ μόνῃ τῇ νόσῳ τὸ διαλλάσσον οὐδὲν ὤνησεν. 5 ἐπέσκηψε δὲ τοῖς μὲν ὥρᾳ θέρους, τοῖς δὲ χειμῶνι, τοῖς δὲ κατὰ τοὺς ἄλλους καιρούς. λεγέτω μὲν οὖν ὡς πη ἕκαστος περὶ αὐτῶν γινώσκει καὶ σοφιστὴς καὶ μετεωρολόγος, ἐγὼ δὲ ὅθεν τε ἤρξατο ἡ νόσος ἥδε καὶ τρόπῳ δὴ ὅτῳ τοὺς ἀνθρώπους διέφθειρεν ἐρῶν ἔρχομαι.

[link to English translation] 6 Ἤρξατο μὲν ἐξ Αἰγυπτίων οἱ ᾤκηνται ἐν Πηλουσίῳ. γενομένη δὲ δίχα πὴ μὲν ἐπί τε Ἀλεξανδρείας καὶ τῆς ἄλλης Αἰγύπτου ἐχώρησε, πὴ δὲ ἐπὶ Παλαιστίνους τοὺς Αἰγυπτίοις ὁμόρους ἦλθεν, ἐντεῦθέν τε κατέλαβε τὴν γῆν σύμπασαν, ὁδῷ τε ἀεὶ προϊοῦσα καὶ χρόνοις βαδίζουσα τοῖς καθήκουσιν. 7 ἐπὶ ῥητοῖς γὰρ ἐδόκει χωρεῖν  p454 καὶ χρόνον τακτὸν ἐν χώρᾳ ἑκάστῃ διατριβὴν ἔχειν, ἐς οὐδένας μὲν ἀνθρώπων παρέργως τῷ φθόρῳ​1 χρωμένη, σκεδαννυμένη δὲ ἐφ’ ἑκάτερα μέχρι ἐς τὰς τῆς οἰκουμένης ἐσχατιὰς, ὥσπερ δεδοικυῖα μή τις αὐτὴν τῆς γῆς διαλάθοι μυχός. 8 οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν· ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἁμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ​2 καὶ τοῖς ἀμφ’ αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ διεφθάρθαι τετύχηκεν, 9 ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον ἀνέβαινε χώραν. δευτέρῳ δὲ ἔτει ἐς Βυζάντιον μεσοῦντος τοῦ ἦρος ἀφίκετο, ἔνθα καὶ ἐμοὶ ἐπιδημεῖν τηνικαῦτα ξυνέβη. 10 ἐγίνετο δὲ ὧδε. φάσματα δαιμόνων πολλοῖς ἐς πᾶσαν ἀνθρώπου ἰδέαν ὤφθη, ὅσοι τε αὐτοῖς παραπίπτοιεν, παίεσθαι ᾤοντο πρὸς τοῦ ἐντυχόντος ἀνδρὸς ὅπη παρατύχοι τοῦ σώματος, ἅμα τε τὸ φάσμα τοῦτο ἑώρων καὶ τῇ νόσῳ αὐτίκα ἡλίσκοντο. 11 κατ’ ἀρχὰς μὲν οὖν οἱ παραπεπτωκότες ἀποτρέπεσθαι αὐτὰ ἐπειρῶντο, τῶν τε ὀνομάτων ἀποστοματίζοντες τὰ θειότατα καὶ τὰ ἄλλα ἐξοσιούμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἤνυον μέντοι τὸ παράπαν οὐδέν, ἐπεὶ κἂν τοῖς ἱεροῖς οἱ πλεῖστοι καταφεύγοντες διεφθείροντο.  p456 12 ὕστερον δὲ οὐδὲ τοῖς φίλοις καλοῦσιν ἐπακούειν ἠξίουν, ἀλλὰ καθείρξαντες αὑτοὺς ἐν τοῖς δωματίοις, ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο, καίπερ ἀρασσομένων αὐτοῖς τῶν θυρῶν, δειμαίνοντες δηλονότι μὴ δαιμόνων τις ὁ καλῶν εἴη. 13 τισὶ δὲ οὐχ οὕτως ὁ λοιμὸς ἐπεγίνετο, ἀλλ’ ὄψιν ὀνείρου ἰδόντες ταὐτὸ τοῦτο πρὸς τοῦ ἐπίσταντος πάσχειν ἐδόκουν, ἢ λόγου ἀκούειν προλέγοντος σφίσιν ὅτι δὴ ἐς τῶν τεθνηξομένων τὸν ἀριθμὸν ἀνάγραπτοι εἶεν. 14 τοῖς δὲ πλείστοις οὔτε ὕπαρ οὔτε ὄναρ αἰθομένοις τοῦ ἐσομένου εἶτα τῇ νόσῳ ξυνέβη ἁλῶναι. 15 ἡλίσκοντο δὲ τρόπῳ τοιῷδε. ἐπύρεσσον ἄφνω, οἱ μὲν ἐξ ὕπνου ἐγηγερμένοι, οἱ δὲ περιπάτους ποιούμενοι, οἱ δὲ ἄλλο ὅ τι δὴ πράσσοντες. 16 καὶ τὸ μὲν σῶμα οὔτε τι διήλλασσε τῆς προτέρας χροιᾶς οὔτε θερμὸν ἦν, ἅτε πυρετοῦ ἐπιπεσόντος, οὐ μὴν οὐδὲ φλόγωσις ἐπεγίνετο, ἀλλ’ οὕτως ἀβληχρός τις ἐξ ἀρχῆς τε καὶ ἄχρις ἑσπέρας​3 ὁ πυρετὸς ἦν ὥστε μήτε τοῖς νοσοῦσιν αὐτοῖς μήτε ἰατρῷ ἁπτομένῳ δόκησιν κινδύνου παρέχεσθαι. 17 οὐ γὰρ οὖν οὐδέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ’ αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν  p458 ἐστι,​4 βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντός, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν​5 ἔτυχε.

[link to English translation] 18 Τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὅμως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε· τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διάφορα τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι. 19 ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθύ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροί τε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον· οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν ἐδόκουν. 20 καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινές δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς εὐθὺς ἔθνῃσκον. 21 οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳ τε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας, ἐς ταραχήν τε καθίσταντο καὶ ἀναβοῶντες ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο. 22 οἵ τε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς ἀεὶ ἔπασχον. 23 διὸ δὴ ἅπαντες αὐτοὺς οὐχ ἧσσον ἢ τοὺς πονουμένους ᾠκτίζοντο, οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι (οὔτε γὰρ ἰατρῷ οὔτε ἰδιώτῃ μεταλαχεῖν τοῦ κακοῦ τοῦδε τῶν νοσούντων ἢ τῶν τετελευτηκότων ἁπτομένῳ ξυνέβη, ἐπεὶ πολλοὶ μὲν ἀεὶ καὶ τοὺς οὐδὲν σφίσι προσήκοντας ἢ θάπτοντες ἢ θεραπεύοντες ταύτῃ  p460 δὴ τὰ ὑπουργίᾳ παρὰ δόξαν ἀντεῖχον, πολλοὶ δὲ τῆς νόσου ἀπροφασίστως αὐτοῖς ἐπιπεσούσης εὐθὺς ἔθνῃσκον), ἀλλ’ ὅτι ταλαιπωρίᾳ πολλῇ εἴχοντο. 24 ἔκ τε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις, καὶ ῥίπτειν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους ὠθοῦντές τε καὶ ἀνθέλκοντες ἐβιάζοντο. 25 ὕδωρ τε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον, οὐ δὴ​6 οὐχ ὅσον τοῦ ποτοῦ​7 ἐπιθυμίᾳ (ἐς γὰρ​8 θάλασσαν οἱ πολλοὶ ὥρμηντο), ἀλλ’ αἰτίων ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος. 26 πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοί τε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι, ἢ ἀφ’ ὑψηλοῦ καθιέντες τὸ σῶμα. 27 ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅ τε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες ἔθνῃσκον. 28 τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταῦτα ξυμβῆναι, ἀλλ’ ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν.

[link to English translation] 29 Ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τό τε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινάς, ἄνθρακος δεινόν τι χρῆμα ἐμπεφυκὸς εὗρον.

 p462  [link to English translation] 30 Ἔθνῃσκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισί τε φλυκταίναις μελαίναις ὅσον φακοῦ μέγεθος ἐξήνθει τὸ σῶμα, οἳ οὐδὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ’ εὐθύωρον ἅπαντες ἔθνῃσκον. 31 πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος ἔμετος εὐθὺς διεχρήσατο. 32 ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα. 33 οὕτως αἰτία τις ἦν​9 οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν. 34 ἀμελούμενοί τε πολλοὶ ἔθνῃσκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ’ ἑκάτερα τοῖς χρωμένοις ἐχώρει· καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι, ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.

[link to English translation] 35 Καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνῃσκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις ἐφθείροντο. 36 τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων  p464 περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαι τε καὶ περιεῖναι τῷ παιδίῳ ξυμβῆναι.

[link to English translation] 37 Ὅσοις μὲν οὖν μείζων τε ὁ βουβὼν ᾔρετο καὶ ἐς πύον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμῇ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμά τε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο· οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι ἐμνήσθην. 38 τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ’ οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος γέγονεν. 39 ἄλλοις τε οὐκ ἐπ’ ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ’ ἢ τραυλίζουσιν, ἢ μόλις τε καὶ ἄσημα φθεγγομένοις βιῶναι.

[link to English translation] 23 1 Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μένας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα. 2 καὶ κατ’ ἀρχὰς μὲν ἔθνῃσκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τοῦτον ἔτι πλείους ἦλθε. 3 τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θῆκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι. ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη. 4 δοῦλοί τε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι,  p466 ἄνδρες τε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἡ τετελευτηκότων ἐστέρηντο, πολλαί τε οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο. 5 διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι.

[link to English translation] Ἐς τε βασιλέα ἡ τοῦ πράγματος πρόνοια, ὡς τὸ εἰκός, ἦλθε. 6 στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεοδώρου ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνων τε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη. ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι Ῥωμαῖοι. 7 οἷς μὲν οὖν οὔπω​10 παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς. 8 Θεόδωρος δὲ τά τε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν ἔθαπτεν. 9 ἐπεὶ δὲ τὰς θῆκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθά τε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες, ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον ὃς ἐν Συκαῖς ἐστι· 10 τάς τε ὀροφὰς περιελόντες ἐνταῦθα περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ,  p468 καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοί τε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας, εἶτα ταῖς ὀροφαῖς αὖθις ἐκάλυπτον. 11 καὶ ἀπ’ αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἴον ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλως τε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.

[link to English translation] 12 Πάντα τε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ᾗπερ εἰώθει, ἀλλ’ ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔς τε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι. 13 τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆς τε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας σφίσι νεκροὺς ἔθαπτον. 14 ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖς τε καὶ πονηροῖς ἔχαιρον, οἶδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐδὲ τῆς ἀρετῆς ἐρασταί τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι· 15 ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος· ἀλλὰ  p470 τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκός, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον. 16 ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔν τε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ’ ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι, μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες· ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.

[link to English translation] 17 Τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ’ οἴκοι καθήμενοι ἅπαντες ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν. 18 ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασία τε ξύμπασα ἤργει, καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργα τε ἄλλα ὅσα δὴ ἕκαστοι ἐν χερσῖν εἶχον. 19 ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόν τε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι· ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν.  p472 20 καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν, ἄλλως τε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη (καὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαι), ἀλλ’ ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ ἅπαντες ἀμπεχόμενοι ἡσυχῇ ἔμενον. 21 τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαῖον γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.


Critical Notes:

1 φθόρῳ: φθόνῳ VG.

2 ὅπερ Haury: ὥσπερ MSS.

3 ἄχρις ἑσπέρας VP: ἄχρι ἐς πέρας G.

4 ἐστι VP: ὢν G.

5 μηρῶν MSS.: μερῶν Hoeschel.

6 οὐ δή Hoeschel: οὐ δέ VG, οὐ δί P, ὕδατι conjectured by Christ, αὐτῷ by Haury.

7 ποτοῦ µµp: ποταμοῦ VG.

8 γὰρ Hoeschel: γοῦν MSS.

9 τις ἦν Maltretus: τισίν MSS.

10 οὔπω Maltretus: εἶπον V, om. G.


[Valid HTML 4.01.]

Page updated: 2 Oct 20

Προσιτότητα