Short URL for this page:
bit.ly/Strabo16D


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces ONE SECTION ONLY of
The Geography

by
Strabo

as published in Vol. VII
of the Loeb Classical Library edition, 1930

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. VII) Στράβων
Γεωγραφικά

 p340  Βιβλίον ις´, Κεφάλαιον δ´

What follows is not the entire chapter: just section 18.

. . .

18 [link to English translation] (776)Ταῦτ’ εἰπὼν περὶ τῶν Τρωγλοδυτῶν καὶ τῶν προσχώρων Αἰθιόπων ἐπάνεισιν ἐπὶ τοὺς Ἄραβας· καὶ πρώτους ἔπεισι τοὺς τὸν Ἀράβιον κόλπον ἀφορίζοντας καὶ ἀντικειμένους τοῖς Τρωγλοδύταις, ἀρξάμενος ἀπὸ τοῦ Ποσειδίου. φησὶ δὲ ἐνδοτέρω κεῖσθαι τοῦτο τοῦ Αἰλανίτου μυχοῦ· συνεχῆ δὲ τοῦ Ποσειδίου φοινικῶνα εἶναι εὔυδρον, τιμᾶσθαί τε κομιδῆ διὰ τὸ πᾶσαν τὴν κύκλῳ καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν, ἐνταῦθα δὲ καὶ τὴν εὐκαρπίαν τῶν φοινίκων εἶναι θαυμαστήν· προεστήκασι δὲ τοῦ ἄλσους ἀνὴρ καὶ γυνή, διὰ γένους ἀποδεδειγμένοι, δερματοφόροι, τροφὴν ἀπὸ τῶν φοινίκων ἔχοντες. κοιτάζονται δ’ ἐπὶ δένδρων καλυβοποιησάμενοι διὰ τὸ πλῆθος τῶν θηρίων. εἶθ’ ἑξῆς ἐστι νῆσος Φωκῶν, ἀπὸ τοῦ πλήθους τῶν θηρίων τούτων ὠνομασμένη. πλησίον δ’ αὐτῆς ἀκρωτήριον, ὃ διατείνει πρὸς τὴν Πέτραν τὴν τῶν Ναβαταίων καλουμένων  p342 Ἀράβων καὶ τὴν Παλαιστίνην χώραν, εἰς ἣν Μιναῖοί τε καὶ Γερραῖοι καὶ πάντες οἱ πλησιόχωροι τὰ τῶν ἀρωμάτων φορτία κομίζουσιν. εἶτ’ ἄλλη παραλία, πρότερον μὲν Μαρανιτῶν καλουμένη, ὧν οἱ μὲν ἦσαν γεωργοί, τινὲς δὲ σκηνῖται, νῦν δὲ Γαρινδαίων, 777 ἀνελόντων ἐκείνους δόλῳ· ἐπέθεντο γὰρ αὐτοῖς, πενταετηρικήν τινα πανήγυριν ἐπιτελοῦσι, καὶ τούτους τε διέφθειραν καὶ τοὺς ἄλλους ἐπελθόντες ἄρδην διελυμήναντο. εἶθ’ ὁ Αἰλανίτης​1 κόλπος καὶ ἡ Ναβαταία, πολύανδρος οὖσα​2 χώρα καὶ εὔβοτος· οἰκοῦσι δὲ καὶ νήσους προκειμένας πλησίον· οἳ πρότερον μὲν καθ’ ἡσυχίαν ἦσαν, ὕστερον δὲ σχεδίαις ἐληίζοντο τοὺς ἐκ τῆς Αἰγύπτου πλέοντας· δίκας δ’ ἔτισαν, ἐπελθόντος στόλου καὶ ἐκπορθήσαντος αὐτούς. ἑξῆς δ’ ἐστι πεδίον εὔδενδρόν τε καὶ εὔυδρον καὶ​3 βοσκημάτων παντοίων μεστόν, ἄλλων τε καὶ ἡμιόνων· καὶ καμήλων ἀγρίων​4 καὶ ἐλάφων καὶ δορκάδων πλῆθος ἐν αὐτῷ, λέοντές τε καὶ παρδάλεις καὶ λύκοι συχνοί. πρόκειται δὲ νῆσος καλουμένη Δία· εἶτα κόλπος ὅσον πεντακοσίων σταδίων, ὄρεσι περικλειόμενος καὶ δυσεισβόλῳ στόματι· περιοικοῦσι δὲ θηρευτικοὶ ἄνδρες τῶν χερσαίων ἀγρευμάτων. εἶτ’ ἔρημοι τρεῖς νῆσοι πλήρεις ἐλαιῶν, οὐ τῶν παρ’ ἡμῖν, ἀλλὰ τῶν ἐντοπίων, ἃς καλοῦμεν Αἰθιοπικάς, ὧν τὸ δακρύου καὶ ἰατρικῆς δυνάμεώς ἐστιν. ἐφεξῆς δ’ ἐστιν  p344 αἰγιαλὸς λιθώδης, καὶ μετὰ τοῦτον τραχεῖα καὶ δυσπαράπλευστος ὅσον χιλίων σταδίων παραλία σπάνει λιμένων καὶ ἀγκυροβολίων· ὄρος γὰρ παρατείνει τραχὺ καὶ ὑψηλόν· εἶθ’ ὑπώρειαι σπιλαδώδεις​5 μέχρι τῆς θαλάττης, τοῖς ἐτησίαις μάλιστα καὶ ταῖς τότε ἐπομβρίαις ἀβοήθητον παρέχουσαι τὸν κίνδυνον. ἑξῆς δ’ ἐστι κόλπος νήσους ἔχων σποράδας, καὶ συνεχῶς​6 θίνες ψάμμου μελαίνης τρεῖς ἄγαν ὑψηλοί, καὶ μετὰ τούτους Χαρμοθᾶς​7 λιμὴν ὅσον σταδίων τὸν κύκλον ἑκατόν, στενὸν καὶ ἐπικίνδυνον ἔχων τὸν εἴσπλουν παντὶ σκάφει. ῥεῖ δὲ καὶ ποταμὸς εἰς αὐτόν· ἐν μέσῳ δὲ νῆσος εὔδενδρος καὶ γεωργήσιμος. εἶτ’ ἐστι παραλία τραχεῖα, καὶ μετὰ ταύτην κόλποι τινὲς καὶ χώρα Νομάδων ἀπὸ καμήλων ἐχόντων τὸν βίον· καὶ γὰρ πολεμοῦσιν ἀπ’ αὐτῶν καὶ ὁδεύουσι καὶ τρέφονται τῷ τε γάλακτι χρώμενοι καὶ ταῖς σαρξί. ῥεῖ δὲ ποταμὸς δι’ αὐτῶν ψῆγμα χρυσοῦ καταφερῶν, οὐκ ἴσασι δ’ αὐτὸ κατεργάζεσθαι· καλοῦνται δὲ Δέβαι, οἱ μὲν νομάδες, οἱ δὲ καὶ γεωργοί. οὐ λέγω δὲ τῶν ἐθνῶν τὰ ὀνόματα τὰ πολλὰ​8 διὰ τὴν ἀδοξίαν καὶ ἅμα ἀτοπίαν τῆς ἐκφορᾶς αὐτῶν. ἐχόμενοι δ’ εἰσιν ἡμερώτεροι τούτων ἄνδρες, εὐκρατοτέραν οἰκοῦντες γῆν· καὶ γὰρ εὔυδρός​9 ἐστι καὶ εὔομβρος· χρυσός τε ὀρυκτὸς γίνεται παρ’ αὐτοῖς 778οὐ ψήγματος, ἀλλὰ βωλαρίων χρυσοῦ καθάρσεως οὐ πολλῆς δεομένων,10  p346 μέγεθος δ’ ἐχόντων ἐλάχιστον μὲν πυρῆνος, μέσον δὲ μεσπίλου, μέγιστον δὲ καρύου· τρήσαντες δὲ ταῦτα ἐναλλὰξ λίθοις διαφανέσιν ὅρμους ποιοῦνται διείροντες λίνον,​11 περιτίθενται δὲ περὶ τοὺς τραχήλους καὶ καρπούς· πωλοῦσι δὲ καὶ πρὸς τοὺς ἀστυγείτονας εὔωνον τὸν χρυσόν, τριπλάσιον ἀντιδιδόντες​12 τοῦ χαλκοῦ, διπλάσιον δὲ τοῦ ἀργύρου διά τε τὴν ἀπειρίαν τῆς ἐργασίας καὶ τὴν σπάνιν τῶν ἀντιλαμβανομένων, ὧν ἡ χρεία πρὸς τοὺς βίους ἀναγκαιότερα.

. . .


Apparatus Criticus:

1 Αἰλανίτης E, Ἐλανίτης other MSS.

2 , before χώρα, moz omit.

3 καί, after εὔυδρον, Dh omit.

4 The MSS. read ἡμιόνων ἀγρίων καὶ καμήλων. Kramer, citing Diodorus Siculus 3.42, transposes ἀγρίων as above.

Thayer's Note: Sic. Camels are not mentioned in that chapter, however, and the passage at 3.43.6 must be meant.

5 σπηλαιώδεις moxz, Tzschucke, Corais.

6 συνεχεῖς CEx.

7 E reads Χαρμόλας, F Χαρμοθᾶς.

8 πολλά, Meineke, for παλαιά. Letronne conj. ἄλλα, Kramer πλείω.

9 Dhi read εὔδενδρος instead of εὔυδρος.

10 δεομένων ux, δεομένου other MSS.

11 λίνῳ E.

12 ἀντιδιδόντες Ex, ἀντιδόντες other MSS.


[image ALT: Valid HTML 4.01.]

Page updated: 1 Mar 17